Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον ΜΑʹ
I.41.heading · Wachsmuth pp. 273
Περὶ φύσεως καὶ τῶν συμβαινόντων ἐξ αὐτῆς αἰτιῶν.
1.1
I.41.1.1 · Wachsmuth pp. 273
Ἑρμοῦ ἐκ τοῦ πρὸς Τάτ.
⟨ΕΡΜ.⟩ Ἐγώ, ὦ τέκνον, καὶ τῆς φιλανθρωπίας ἕνεκα καὶ τῆς πρὸς τὸν θεὸν εὐσεβείας πρῶτον τόδε συγγράφω. Οὐδεμία γὰρ ἂν λέγοιτο δικαιότερον εὐσέβεια [ἢ] τοῦ νοῆσαι τὰ ὄντα καὶ χάριν τῷ ποιήσαντι ὑπὲρ τούτων ὁμολογῆσαι, ὅπερ διατελῶν οὐ παύσομαι.
1.2
I.41.1.2 · Wachsmuth pp. 273
⟨ΤΑΤ⟩ Τί οὖν ἄν τις πράττων, ὦ πάτερ, εἰ μηδέν ἐστιν ἀληθὲς ἐνθάδε, καλῶς διαγάγοι τὸν βίον;
⟨ΕΡΜ.⟩ Εὐσέβει, ὦ τέκνον. Ὁ δὲ εὐσεβῶν ἄκρως φιλοσοφήσει· χωρὶς γὰρ φιλοσοφίας ἄκρως εὐσεβῆσαι ἀδύνατον· ὁ δὲ μαθὼν οἷά ἐστι καὶ πῶς διατέτακται καὶ ὑπὸ τίνος καὶ ἕνεκεν τίνος, χάριν εἴσεται ὑπὲρ πάντων τῷ δημιουργῷ ὡς πατρὶ ἀγαθῷ καὶ τροφεῖ χρηστῷ καὶ ἐπιτρόπῳ πιστῷ· ὁ δὲ χάριν ὁμολογῶν εὐσεβήσει· ὁ δὲ εὐσεβῶν εἴσεται καὶ ποῦ ἐστιν ἡ ἀλήθεια καὶ τίς ἐστιν ἐκείνη, καὶ μαθὼν ἔτι μᾶλλον εὐσεβέστερος ἔσται.
1.3
I.41.1.3 · Wachsmuth pp. 273
Οὐδέποτε γάρ, ὦ τέκνον, ψυχὴ ἐν σώματι οὖσα καὶ κουφίσασα ἑαυτὴν ἐπὶ τὴν κατάληψιν τοῦ ὄντως ἀγαθοῦ καὶ ἀληθοῦς ὀλισθῆσαι δύναται ἐπὶ τὸ ἐναντίον· δεινὸν γὰρ ἔρωτα ἴσχει καὶ λήθην πάντων τῶν κακῶν ψυχὴ μαθοῦσα ἑαυτῆς τὸν προπάτορα, καὶ οὐκέτι ἀποστῆναι δύναται τοῦ ἀγαθοῦ.
1.4
I.41.1.4 · Wachsmuth pp. 273-274
Τοῦτ᾽, ὦ τέκνον, τοῦτο εὐσεβείας ἔστω τέλος, ἐφ᾽ ὃ ἀφικνούμενος καὶ καλῶς βιώσῃ καὶ εὐδαιμόνως τεθνήξῃ τῆς ψυχῆς σου μὴ ἀγνοούσης ποῦ αὐτὴν δεῖ ἀναπτῆναι. Αὕτη γὰρ μόνη ἐστίν, ὦ τέκνον, ἡ πρὸς ἀλήθειαν ὁδός, ἣν καὶ οἱ ἡμέτεροι πρόγονοι ὥδευσαν καὶ ὁδεύσαντες ἔτυχον τοῦ ἀγαθοῦ. Σεμνὴ αὕτη ὁδὸς καὶ λεία, χαλεπὴ δὲ ψυχῇ ὁδεῦσαι ἐν σώματι οὔσῃ.
1.5
I.41.1.5 · Wachsmuth pp. 274
Πρῶτον μὲν γὰρ αὐτὴν ἑαυτῇ πολεμῆσαι δεῖ καὶ διάστασιν μεγάλην ποιῆσαι καὶ ὑπὸ τοῦ ἑνὸς μέρους πλεονεκτηθῆναι. Ἑνὸς γὰρ γίγνεται πρὸς δύο ἡ σύστασις, τοῦ μὲν φεύγοντος, τῶν δὲ καθελκόντων κάτω, καὶ ἔρις καὶ μάχη πολλὴ πρὸς ἄλληλα τούτων γίγνεται τοῦ μὲν φυγεῖν βουλομένου, τῶν δὲ κατασχεῖν σπευδόντων. Ἡ δὲ νίκη ἀμφοτέρων οὐχ ὁμοία· τὸ μὲν γὰρ πρὸς τὸ ἀγαθὸν σπεύδει, τὰ δὲ πρὸς τὰ κακὰ κατοικεῖ· καὶ τὸ μὲν ἐλευθερωθῆναι ποθεῖ, τὰ δὲ τὴν δουλείαν ἀγαπᾷ.
1.6
I.41.1.6 · Wachsmuth pp. 274
Κἂν μὲν νικηθῇ τὰ δύο μέρη, μεμένηκεν ἑαυτῶν ἔρημα καὶ τοῦ ἄρχοντος· ἐὰν δὲ τὸ ἓν ἡττηθῇ, ὑπὸ τῶν δύο ἄγεται καὶ φέρεται τιμωρούμενον τῇ ἐνθάδε διαίτῃ. Οὗτός ἐστιν, ὦ τέκνον, ὁ τῆς ἐκεῖσε ὁδοῦ ἀγών· δεῖ γάρ σε, ὦ τέκνον, πρῶτον τὸ σῶμα πρὸ τοῦ τέλους ἐγκαταλεῖψαι καὶ νικῆσαι τὸν ἐναγώνιον βίον καὶ νικήσαντα οὕτως ἀνελθεῖν.
1.7
I.41.1.7 · Wachsmuth pp. 274
Νῦν δέ, ὦ τέκνον, ⟨ἐν⟩ κεφαλαίοις τὰ ὄντα διεξελεύσομαι· νοήσεις γὰρ τὰ λεγόμενα μεμνημένος ὧν ἤκουσας.
Πάντα τὰ ὄντα κινεῖται· μόνον τὸ μὴ ὂν ἀκίνητον.
Πᾶν σῶμα μεταβλητόν, οὐ πᾶν σῶμα διαλυτόν· [ἔνια τῶν σωμάτων διαλυτά].
Οὐ πᾶν ζῷον θνητόν, οὐ πᾶν ζῷον ἀθάνατον.
Τὸ διαλυτὸν φθαρτόν, τὸ μένον ἀμετάβλητον, ⟨τὸ ἀμετάβλητον⟩ ἀίδιον.
1.8
I.41.1.8 · Wachsmuth pp. 275
Τὸ ἀεὶ γινόμενον ἀεὶ καὶ φθείρεται, τὸ δὲ ἅπαξ γινόμενον οὐδέποτε φθείρεται οὐδὲ ἄλλο τι γίνεται.
Πρῶτον ὁ θεός, δεύτερον ὁ κόσμος, τρίτον ὁ ἄνθρωπος.
Ὁ κόσμος διὰ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος διὰ τὸν θεόν.
1.9
I.41.1.9 · Wachsmuth pp. 275
Ψυχῆς τὸ μὲν αἰσθητικὸν θνητόν, τὸ δὲ λογικὸν ἀθάνατον.
Πᾶσα οὐσία ἀθάνατος, πᾶσα οὐσία μεταβλητή.
Πᾶν τὸ ὂν διττόν, οὐδὲν τῶν ὄντων ἕστηκεν.
Οὐ πάντα ψυχῇ κινεῖται, πᾶν δὲ ὂν ψυχὴ κινεῖ.
1.10
I.41.1.10 · Wachsmuth pp. 275
Πᾶν τὸ πάσχον αἴσθεται, ⟨οὐ⟩ πᾶν τὸ αἰσθόμενον πάσχει.
Πᾶν τὸ λυπούμενον καὶ ἥδεται [ζῷον θνητόν], οὐ πᾶν τὸ ἡδόμενον λυπεῖται [ζῷον ἀίδιον].
Οὐ πᾶν σῶμα νοσεῖ· πᾶν σῶμα νοσοῦν διαλυτόν.
1.11
I.41.1.11 · Wachsmuth pp. 275
Ὁ νοῦς ἐν τῷ θεῷ, ὁ λογισμὸς ἐν τῷ ἀνθρώπῳ.
Ὁ λόγος ἐν τῷ νοΐ, ὁ νοῦς ἀπαθής.
Οὐδὲν ἐν σώματι ἀληθές, ἐν ἀσωμάτῳ τὸ πᾶν ἀψευδές.
Πᾶν τὸ γενόμενον μεταβλητόν, οὐ πᾶν τὸ γενόμενον φθαρτόν.
1.12
I.41.1.12 · Wachsmuth pp. 275
Οὐδὲν ἀγαθὸν ἐπὶ τῆς γῆς, οὐδὲν κακὸν ἐν τῷ οὐρανῷ.
Ὁ θεὸς ἀγαθός, ὁ ἄνθρωπος κακός.
Τὸ ἀγαθὸν ἑκούσιον, τὸ κακὸν ἀκούσιον.
Οἱ θεοὶ τὰ ἀγαθὰ αἱροῦνται ὡς ἀγαθὰ …
1.13
I.41.1.13 · Wachsmuth pp. 275-276
Ἡ εὐνομία μετὰ θεοῦ ὁμόνοια· ἡ εὐνομία ὁ νόμος.
Θεῖος χρόνος, νόμος ἀνθρώπινος.
Κακία κόσμου τροφή, χρόνος ἀνθρώπου φθορά.
1.14
I.41.1.14 · Wachsmuth pp. 276
Πᾶν ⟨τὸ⟩ ἐν οὐρανῷ ἀμετάθετον, πᾶν τὸ ἐπὶ γῆς μεταθετόν.
Οὐδὲν ἐν οὐρανῷ δοῦλον, οὐδὲν ἐπὶ γῆς ἐλεύθερον.
Οὐδὲν ἄγνωστον ἐν οὐρανῷ, οὐδὲν γνώριμον ἐπὶ τῆς γῆς.
1.15
I.41.1.15 · Wachsmuth pp. 276
Οὐ κοινωνεῖ ⟨τὰ ἐν οὐρανῷ τοῖς ἐπὶ γῆς, κοινωνεῖ⟩ τὰ ἐπὶ γῆς τοῖς ἐν οὐρανῷ.
Πάντα τὰ ἐν οὐρανῷ ἄμωμα, πάντα τὰ ἐπὶ γῆς ἐπίμωμα.
Τὸ ἀθάνατον οὐ θνητόν, τὸ θνητὸν οὐχ ἀθάνατον.
Τὸ σπαρὲν οὐ πάντως γενητόν, τὸ δὲ γενητὸν πάντως καὶ σπαρέν.
1.16
I.41.1.16 · Wachsmuth pp. 276
Διαλυτοῦ σώματος δύο χρόνοι· ὁ ἀπὸ τῆς σπορᾶς μέχρι τῆς γενέσεως καὶ ὁ ἀπὸ τῆς γενέσεως μέχρι τοῦ θανάτου· τοῦ ἀιδίου σώματος χρόνος ἐκ τῆς γενέσεως μόνος.
Τὰ διαλυτὰ σώματα αὔξεται καὶ μειοῦται.
Ἡ διαλυτὴ ὕλη εἰς τὰ ἐναντία ἐναλλοιοῦται [φθορὰν καὶ γένεσιν]· ἡ δὲ ἀίδιος ἢ εἰς αὑτὴν ἢ εἰς τὰ ὅμοια.
1.17
I.41.1.17 · Wachsmuth pp. 276
Γένεσις ἀνθρώπου φθορᾶς, φθορὰ ἀνθρώπου γενέσεως ἀρχή.
Τὸ ἀπογιγνόμενον ⟨καὶ ἐπιγίγνεται, τὸ ἐπιγιγνόμενον⟩ καὶ ἀπογίγνεται.
1.18
I.41.1.18 · Wachsmuth pp. 276-277
Τῶν ὄντων τὰ μὲν ἐν σώμασίν εἰσι, τὰ δὲ ἐν ἰδέαις, τὰ δὲ ⟨ἐν⟩ ἐνεργείαις· σῶμα δὲ ἐν ἰδέαις, ἰδέα δὲ καὶ ἐνέργεια ἐν σώματί ἐστι.
Τὸ ἀθάνατον οὐ μετέχει τοῦ θνητοῦ, τὸ δὲ θνητὸν τοῦ ἀθανάτου μετέχει.
Τὸ μὲν θνητὸν εἰς ἀθάνατον σῶμα οὐκ ἔρχεται, τὸ δὲ ἀθάνατον εἰς θνητὸν παραγίνεται.
1.19
I.41.1.19 · Wachsmuth pp. 277
Αἱ ἐνέργειαι οὐκ εἰσὶν ἀνωφερεῖς, ἀλλὰ κατωφερεῖς.
Οὐδὲν ὠφελεῖ τὰ ἐπὶ γῆς τὰ ἐν οὐρανῷ, πάντα ὠφελεῖ τὰ ἐν οὐρανῷ τὰ ἐπὶ γῆς.
Ὁ οὐρανὸς σωμάτων ἀιδίων δεκτικός, ἡ γῆ σωμάτων φθαρτικῶν δεκτική.
Ἡ γῆ ἄλογος, ὁ οὐρανὸς λογικός.
1.20
I.41.1.20 · Wachsmuth pp. 277
Τὰ ἐν οὐρανῷ ὑπόκειται, τὰ ἐπὶ γῆς τῇ γῇ ἐπίκειται.
Ὁ οὐρανὸς πρῶτον στοιχεῖον, ἡ γῆ ὕστατον στοιχεῖον.
Πρόνοια θεία τάξις, ἀνάγκη προνοίᾳ ὑπηρέτις.
Τύχη φορὰ ἄτακτος, ἐνεργείας εἴδωλον, δόξα ψευδής.
Τί θεός; ἄτρεπτον ἀγαθόν· τί ἄνθρωπος; τρεπτὸν κακόν.
1.21
I.41.1.21 · Wachsmuth pp. 277
Τούτων τῶν κεφαλαίων μεμνημένος καὶ ὧν σοι διὰ πλειόνων λόγων διεξῆλθον εὐκόλως ἀναμνησθήσῃ· ταῦτα γὰρ ἐκείνων εἰσὶ περιοχαί. Τὰς μέντοι πρὸς τοὺς πολλοὺς ὁμιλίας παραιτοῦ· φθονεῖν μὲν γάρ σε οὐ βούλομαι, μᾶλλον δὲ ὅτι πολλοῖς δόξεις καταγέλαστος εἶναι. Τὸ γὰρ ὅμοιον πρὸς τὸ ὅμοιον παραλαμβάνεται, ἀνόμοιος δὲ ἀνομοίῳ οὐδέποτε φίλος.
1.22
I.41.1.22 · Wachsmuth pp. 277-278
Οὗτοι δὲ οἱ λόγοι ὀλίγους παντελῶς τοὺς ἀκροατὰς ἔχουσιν ἢ τάχα οὐδὲ τοὺς ὀλίγους ἕξουσιν. Ἔχουσι δέ τι καὶ ἴδιον ἐν ἑαυτοῖς· τοὺς κακοὺς μᾶλλον παροξύνουσι πρὸς τὴν κακίαν· διὸ χρὴ τοὺς πολλοὺς φυλάττεσθαι μὴ νοοῦντας τῶν λεγομένων τὴν ἀρετήν.
1.23
I.41.1.23 · Wachsmuth pp. 278
⟨ΤΑΤ⟩ Πῶς εἶπας, ὦ πάτερ;
⟨ΕΡΜ.⟩ Οὕτως, ὦ τέκνον. Πᾶν τὸ ζῷον τὸ ἀνθρώπινον ἐπιρρεπέστερόν ἐστιν εἰς τὴν κακίαν καὶ ταύτῃ σύντροφον γίγνεται, διὸ καὶ ἥδεται αὐτῇ. Τοῦτο δὲ τὸ ζῷον ἐὰν μάθῃ ὅτι γενητὸς ὁ κόσμος καὶ πάντα κατὰ πρόνοιαν καὶ ἀνάγκην γίνεται, εἱμαρμένης πάντων ἀρχούσης, οὕτω πολλῷ ἑαυτοῦ χεῖρον ἔσται, καταφρονῆσαν μὲν τοῦ παντὸς ὡς γενητοῦ, τὰς δὲ αἰτίας τοῦ κακοῦ τῇ εἱμαρμένῃ ἀναφέρον, οὐδ᾽ ἀφέξεταί ποτε παντὸς ἔργου κακοῦ. Διὸ φυλακτέον αὐτούς, ὅπως ἐν ἀγνοίᾳ ὄντες ἔλαττον ὦσι κακοὶ φόβῳ τοῦ ἀδήλου.
2.1
I.41.2.1 · Wachsmuth pp. 278-279
Ἐκ τοῦ Ἀρχύτου Περὶ ἀρχᾶν.
Ἀνάγκα [καὶ] δύο ἀρχὰς εἶμεν τῶν ὄντων, μίαν μὲν τὰν συστοιχίαν ἔχοισαν τῶν τεταγμένων καὶ ὁριστῶν, ἑτέραν δὲ τὰν συστοιχίαν ἔχοισαν τῶν ἀτάκτων καὶ ἀορίστων. Καὶ τὰν μὲν ῥητὰν καὶ λόγον ἔχοισαν καὶ τὰ ἐόντα ὁμοίως συνέχεν καὶ τὰ μὴ ἐόντα ὁρίζεν καὶ συντάσσεν (πλατιάζοισαν γὰρ ἀεὶ τοῖς γινομένοις εὐλόγως καὶ εὐρύθμως ἀνάγεν πάντα καὶ τὸ καθόλω οὐσίας τε καὶ ἰδέας μεταδιδόμεν)· τὰν δ᾽ ἄλογον καὶ ἄρρητον καὶ τὰ συντεταγμένα λυμαίνεσθαι καὶ τὰ ἐς γένεσίν τε καὶ ὠσίαν παραγενόμενα διαλύεν (πλατιάζοισαν γὰρ ἀεὶ τοῖς πράγμασιν ἐξομοιοῦν αὐτᾷ ταῦτα).
2.2
I.41.2.2 · Wachsmuth pp. 279
Ἀλλ᾽ ἐπείπερ ἀρχαὶ δύο κατὰ γένος ἀντιδιαιρεόμεναι τὰ πράγματα τυγχάνοντι τῷ τὰν μὲν εἶμεν ἀγαθοποιόν, τὰν δ᾽ εἶμεν κακοποιόν, ἀνάγκα καὶ δύο λόγως εἶμεν, τὸν μὲν ἕνα τᾶς ἀγαθοποιῶ φύσιος, τὸν δ᾽ ἕνα τᾶς κακοποιῶ. Διὰ τοῦτο καὶ τὰ τέχνᾳ καὶ τὰ φύσι γινόμενα δύο τούτων πράτων μετείληφε, τᾶς τε μορφῶς καὶ τᾶς ὠσίας. Καὶ ἁ μὲν μορφὼ ἐντὶ ἁ αἰτία τῶ τόδε τι εἶμεν· ἁ δὲ ὠσία τὸ ὑποκείμενον, παραδεχόμενον τὰν μορφώ.