Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 40

66

Ἐκ τούτου καὶ αἱ παράδοξοι νεοχμώσεις τεταγμένως ἀποτελοῦνται, συναραττόντων μὲν ἀνέμων παντοίων, πιπτόντων δὲ ἐξ οὐρανοῦ κεραυνῶν, ῥηγνυμένων τε χειμώνων ἐξαισίων. Διά τε τούτων τὸ νοτερὸν ἐκπιεζόμενον τό τε πυρῶδες διαπνεόμενον εἰς ὁμόνοιαν ἄγει τὸ πᾶν καὶ καθίστησιν.

67

Ἥ τε γῆ φυτοῖς κομῶσα [κοσμηθεῖσα] παντοδαποῖς, νάμασί τε περιβρύουσα καὶ περιοχουμένη ζῴοις, κατὰ καιρὸν ἐκφύουσά τε πάντα καὶ τρέφουσα καὶ δεχομένη, μυρίας φέρουσα ἰδέας καὶ πόας, τὴν ἀγήρω φύσιν ὁμοίως τηρεῖ, καίτοι [γῆ] καὶ σεισμοῖς τινασσομένη καὶ πλημμύραις ἐπικλυζομένη πυρκαϊαῖς τε κατὰ μέρος φλογιζομένη. Πάντα δὲ ἔοικεν αὐτῇ πρὸς ἀγαθοῦ γινόμενα τὴν δι᾽ αἰῶνος σωτηρίαν παρέχειν.

68

Σειομένης τε γὰρ διεξᾴττουσιν αἱ τῶν πνευμάτων παρεμπτώσεις κατὰ ⟨τὰ⟩ ῥήγματα τὰς ἀναπνοὰς ἴσχουσαι, καθὼς ἄνω λέλεκται, καθαιρομένη τε ὄμβροις ἀποκλύζεται πάντα τὰ νοσώδη, περιπνεομένη δὲ αὔραις τά τε ὑπ᾽ αὐτὴν καὶ τὰ ὑπὲρ αὐτὴν εἰλικρινεῖται. Καὶ μὴν αἱ φλόγες μὲν τὸ παγετῶδες ἰαίνουσιν, οἱ πάγοι δὲ τὰς φλόγας ἀνιᾶσι.

69

Καὶ τῶν ἐπὶ μέρους τὰ μὲν γίγνεται, τὰ δὲ ἀκμάζει, τὰ δὲ φθείρεται· καὶ αἱ μὲν γενέσεις ἀνασηκοῦσι τὰς φθοράς, αἱ φθοραὶ δὲ κουφίζουσι τὰς γενέσεις. Μία δὲ ἐκ πάντων περαινομένη σωτηρία [δὲ] διὰ τέλους ἀντιπαρισταμένων ἀλλήλοις καὶ τὸ μὲν περικρατούντων τὸ δὲ περικρατουμένων φυλάττει τὸ σύμπαν ἄφθαρτον δι᾽ αἰῶνος.

Contents

Sign in to save your reading →