Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
33
I.40.1.33 · Wachsmuth pp. 263
Ἐκ δὲ τῆς ξηρᾶς ὑπὸ ψύχους μὲν ὠσθείσης ὥστε ῥεῖν ἄνεμος ἐγένετο· οὐδὲν γάρ ἐστιν οὗτος πλὴν ἀὴρ ῥέων πολὺς καὶ ἀθρόος, ὅστις ἅμα καὶ πνεῦμα λέγεται. Καλεῖται δὲ πνεῦμα καὶ ἑτέρως ἥ τε ἐν φυτοῖς καὶ ζῴοις καὶ διὰ πάντων διήκουσα ἔμψυχός τε καὶ γόνιμος οὐσία, περὶ ἧς νῦν λέγειν οὐκ ἀναγκαῖον.
34
I.40.1.34 · Wachsmuth pp. 263-264
Τὰ δὲ ἐν ἀέρι πνέοντα πνεύματα καλοῦμεν ἀνέμους, αὔρας δὲ τὰς ἐξ ὑγροῦ φερομένας ἐκπνοάς. Τῶν δὲ ἀνέμων οἱ μὲν ἐκ νενοτισμένης γῆς ῥέοντες ἀπόγειοι λέγονται, οἱ δὲ ἐκ κόλπων διεξᾴττοντες ἐγκολπίαι· τούτοις δὲ ἀνάλογόν τι ἔχουσιν οἱ ἐκ ποταμῶν τε καὶ λιμνῶν. Οἱ δὲ κατὰ ῥῆξιν γιγνόμενοι καὶ ἀνάλυσιν τοῦ πάχους εἰς ἑαυτοὺς ποιούμενοι ἐκνεφίαι· μεθ᾽ ὕδατος δὲ ἀθρόου ῥαγέντος ἐξυδρίαι λέγονται.
35
I.40.1.35 · Wachsmuth pp. 264
Καὶ οἱ μὲν ἀπὸ ἀνατολῆς συνεχεῖς εὖροι κέκληνται, βόρεαι δὲ οἱ ἀπὸ ἄρκτου· ζέφυροι δὲ οἱ ἀπὸ δυσμῶν· νότοι δὲ ⟨οἱ⟩ ἀπὸ μεσημβρίας.
36
I.40.1.36 · Wachsmuth pp. 264
Τῶν γε μὴν εὔρων Ἀπαρκτίας μὲν λέγεται ⟨ὁ⟩ ἀπὸ τοῦ περὶ τὰς θερινὰς ἀνατολὰς τόπου ῥέων ἄνεμος, Ἀπηλιώτης δὲ ⟨ὁ ἀπὸ τοῦ περὶ τὰς ἰσημερινάς, Εὖρος δὲ ὁ⟩ ἀπὸ τοῦ περὶ τὰς χειμερινάς. Καὶ τῶν ἐναντίων ζεφύρων Ἀργέστης μὲν ὁ ἀπὸ τῆς θερινῆς δύσεως, ὅντινα καλοῦσιν οἱ μὲν Ὀλυμπίαν, οἱ δὲ Ἰάπυγα, Ζέφυρος δὲ ⟨ὁ⟩ ἀπὸ τῆς ἰσημερινῆς, ⟨Λὶψ δὲ ὁ ἀπὸ τῆς χειμερινῆς⟩.
37
I.40.1.37 · Wachsmuth pp. 264
Καὶ τῶν βορείων ἰδίως ὁ μὲν [τῶν] ἐξῆς τῷ Καικίᾳ καλεῖται Βορέας, [δὲ καὶ] Ἀπαρκτίας δὲ ὁ ἐφεξῆς [αὐτῶν καθεξῆς] ἀπὸ τοῦ πόλου κατὰ τὸ μεσημβρινόν, Θρακίας δὲ ὁ ἑξῆς τῷ Ἀργέστῃ, ὃν ἔνιοι Καικίαν καλοῦσι. Καὶ τῶν [μὲν] νότων ὁ μὲν ἀπὸ τοῦ ἀφανοῦς πόλου φερόμενος, ἀντίπαλος τῷ Ἀπαρκτίᾳ, καλεῖται Νότος· Εὐρόνοτος δὲ ὁ μεταξὺ τούτου καὶ Εὔρου. Τὸν δὲ ἐπὶ θάτερα μεταξὺ Λιβός τε καὶ Νότου οἱ μὲν Λιβόνοτον, οἱ δὲ Λιβοφοίνικα καλοῦσι.
38
I.40.1.38 · Wachsmuth pp. 264-265
Τῶν δὲ ἀνέμων οἱ μέν εἰσιν εὐθύπνοοι, ὁπόσοι διεκθέουσι πρόσω κατ᾽ εὐθεῖαν· οἱ δέ εἰσιν ἀνακαμψίπνοοι, καθάπερ ὁ Καικίας λεγόμενος. Καὶ οἱ μὲν χειμῶνος, καθάπερ οἱ νότοι, δυναστεύοντες, οἱ δὲ θέρους, ὡς οἱ ἐτησίαι λεγόμενοι, μῖξιν ἔχοντες τῶν τε ἀπὸ τῆς ἄρκτου φερομένων καὶ ζεφύρων. οἱ δὲ Ὀρνιθίαι καλούμενοι, ἐαρινοὶ πνέοντες ἄνεμοι, βόρειοί εἰσι τῷ γένει.
39
I.40.1.39 · Wachsmuth pp. 265
Τῶν γε μὴν βιαίων πνευμάτων καταιγίς μέν ἐστι πνεῦμα … βίᾳ καὶ ἄφνω προσαλλόμενον· λαῖλαψ δὲ καὶ στρόβιλος πνεῦμα εἰλούμενον ἄνω καὶ κάτω· ἀναφύσημα δὲ πνεῦμα γῆς ἄνω φερόμενον κατὰ τὴν ἐκ βυθοῦ τινος ἢ ῥήγματος ἀνάδοσιν· ὅταν δὲ πολὺ φέρηται εἰλούμενον, πρηστὴρ χθόνιός ἐστιν.
40
I.40.1.40 · Wachsmuth pp. 265
Εἰληθὲν δὲ πνεῦμα ἐν νέφει παχεῖ τε ⟨καὶ⟩ νοτίῳ καὶ ἐξωσθὲν δι᾽ αὐτοῦ βιαίως ⟨ῥηγνύον⟩ τὸ πίλημα τοῦ νέφους βρόμον καὶ πάταγον μέγαν ἀπειργάσατο, βροντὴν λεγόμενον, ὥσπερ ἐν ὕδατι πνεῦμα σφοδρῶς ἐλαυνόμενον. Κατὰ δὲ τὴν τοῦ νέφους ἔκρηξιν πυρωθὲν τὸ πνεῦμα καὶ λάμψαν ἀστραπὴ λέγεται·
41
I.40.1.41 · Wachsmuth pp. 265
ὃ δὴ πρότερον τῆς βροντῆς προσέπεσεν ὕστερον γενόμενον, ἐπεὶ τὸ ἀκουστὸν ὑπὸ τοῦ ὁρατοῦ πέφυκε φθάνεσθαι· τοῦ μὲν καὶ πόρρωθεν δηλουμένου, τοῦ δὲ ἐπειδὰν ἐμπελάσῃ τῇ ἀκοῇ· καὶ ὅταν τὸ μὲν τάχιστον ᾖ τῶν ὄντων, λέγω δὲ τὸ πυρῶδες, τὸ δὲ ἧττον ταχύ, τὸ ἀερῶδες, ἐν τῇ πλήξει πρὸς ἀκοὴν ἀφικνούμενον.
42
I.40.1.42 · Wachsmuth pp. 265-266
Τὸ δὲ ἀστράψαν, ἀναπυρωθὲν βιαίως καὶ ἄχρι τῆς γῆς διελθόν, κεραυνὸς καλεῖται· ἐὰν δὲ ἡμίπυρον ᾖ, σφοδρὸν ἄλλως καὶ ἀθρόον, πρηστήρ· ἐὰν δὲ ἄπυρον παντελῶς, τυφών. Ἕκαστον δὲ τούτων κάτω σκῆψαν εἰς γῆν σκηπτὸς ὀνομάζεται.
43
I.40.1.43 · Wachsmuth pp. 266
Τῶν δὲ κεραυνῶν οἱ μὲν αἰθαλώδεις ψολόεντες λέγονται· οἱ δὲ ταχέως διᾴττοντες ἀργῆτες· ἑλικίαι δὲ οἱ γραμμοειδῶς φερόμενοι· σκηπτοὶ δὲ ὅσοι κατασκήπτουσιν εἴς τι.
44
I.40.1.44 · Wachsmuth pp. 266
Συλλήβδην δὲ τῶν ἐν ἀέρι φαντασμάτων τὰ μέν ἐστι κατ᾽ ἔμφασιν, ⟨τὰ δὲ καθ᾽ ὑπόστασιν. Κατ᾽ ἔμφασιν μὲν⟩ ἴριδες καὶ ῥάβδοι καὶ ἁπλῶς τὰ τοιαῦτα, καθ᾽ ὑπόστασιν δὲ σέλα τε διᾴττοντα καὶ κομῆται καὶ τὰ τούτοις παραπλήσια.
45
I.40.1.45 · Wachsmuth pp. 266
Ἶρις μὲν οὖν ἐστιν ἔμφασις ἡλίου τμήματος ἢ σελήνης, ἐν νέφει νοτερῷ καὶ κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν ὡς ἐν κατόπτρῳ θεωρουμένη κατὰ κύκλου περιφάνειαν. Ῥάβδος δὲ ἴριδος ἔμφασις εὐθεῖα· ἅλως δ᾽ ἐστὶν ἔμφασις λαμπρότητος ἄστρου περίαυγος, διαφέρουσα τῇ ἰδιότητι, ⟨ὅτι⟩ ἡ μὲν ἶρις ἐξ ἐναντίας φαίνεται ἡλίου τε καὶ σελήνης, ἡ δ᾽ ἅλως κύκλῳ παντὸς ἄστρου.
46
I.40.1.46 · Wachsmuth pp. 266
Σέλας δ᾽ ἐστὶ πυρὸς ἀθρόου ἔξαψις ἐν ἀέρι. Τῶν δὲ σελῶν τὰ μὲν ἀκοντίζεται, τὰ δὲ στηρίζεται. Ὁ μὲν οὖν ἐξακοντισμός ἐστι πυρὸς γένεσις ἐκ παρατρίψεως ἐν ἀέρι φερομένου ταχέως καὶ φαντασίαν μήκους ἐμφαίνοντος διὰ τὸ τάχος· ὁ δὲ στηριγμὸς χωρὶς φορᾶς προμήκης ἔκτασις καὶ οἱονεὶ ἄστρου ῥύσις· πλατυνομένη δὲ κατὰ θάτερον κομήτης καλεῖται.
47
I.40.1.47 · Wachsmuth pp. 266-267
Πολλάκις δὲ τῶν σελῶν τὰ μὲν ἐπιμένει πλείονα χρόνον, τὰ δὲ παραχρῆμα σβέννυται. Πολλαὶ δὲ καὶ ἄλλαι φασμάτων ἰδέαι θεωροῦνται, λαμπάδες τε καλούμεναι καὶ δοκίδες καὶ πωγωνίαι καὶ βόθυνοι, κατὰ τὴν πρὸς ταῦτα ὁμοιότητα ὧδε προσαγορευθεῖσαι. Καὶ τὰ μὲν τούτων ἑσπέρια, τὰ δὲ ἑῷα, τὰ δὲ ἀμφιφανῆ θεωρεῖται· σπανίως δὲ καὶ βόρεια καὶ νότια. Πάντα δὲ ἀβέβαια· οὐδὲ γάρ ποτέ τι τούτων ἀεὶ φανερὸν ἱστόρηται κατεστηριγμένον.
48
I.40.1.48 · Wachsmuth pp. 267
Τὰ μὲν τοίνυν ἀέρια τοιαῦτα. Ἐμπεριέχει δὲ καὶ ἡ γῆ πολλὰς ἐν ἑαυτῇ καθάπερ ὕδατος, οὕτως δὲ καὶ πνεύματος καὶ πυρὸς πηγάς· τούτων δὲ αἱ μὲν ὑπὸ γῆν εἰσιν ἀόρατοι, πολλαὶ δὲ ἀναπνοὰς ἔχουσι καὶ ἀναφυσήσεις, ὥσπερ Λιπαρά τε καὶ Αἴτνη καὶ Αἰόλου νῆσος· αἱ δ᾽ ἐκρέουσι πολλάκις ποταμοῦ δίκην καὶ μύδρους ἀναρριπτοῦσι διαπύρους. Ἔνιαι δὲ ὑπὸ γῆν οὖσαι πλησίον πηγαίων ὑδάτων θερμαίνουσι ταῦτα· καὶ τὰ μὲν χλιαρὰ τῶν ναμάτων ἀνιᾶσι, τὰ δὲ ὑπέρζεστα, τὰ δὲ εὖ ἔχοντα κράσεως.
49
I.40.1.49 · Wachsmuth pp. 267
Ὁμοίως δὲ καὶ τῶν πνευμάτων πολλὰ πολλαχοῦ γῆς στόμια ἀνέῳκται. Καὶ τὰ μὲν ἐνθουσιᾶν ποιεῖ τοὺς ἐμπελάζοντας, … τὰ δὲ χρησμῳδεῖν, ὥσπερ τὰ ἐν Δελφοῖς καὶ τὰ ἐν Λεβαδείᾳ, τὰ δὲ καὶ παντάπασιν ἀναιρεῖ, καθάπερ τὰ ἐν Φρυγίᾳ.
50
I.40.1.50 · Wachsmuth pp. 267-268
Πολλάκις δὲ καὶ συγγενές τι πνεῦμα εὔκρατον ἐν γῇ, παρεξωσθὲν εἰς μυχίους σήραγγας αὐτῆς, ἔξεδρον γενόμενον ἐκ τῶν οἰκείων τόπων, πολλὰ μέρη συνεκράδανε· πολλάκις δὲ πολὺ γενόμενον ἐξωσθὲν ἐν τοῖς ταύτης κοιλώμασι καὶ ἀποκλεισθὲν ἐξόδου μετὰ βίας αὐτὴν συνετίναξε, ζητοῦν ἔξοδον αὐτῷ καὶ ἀπειργάσατο τὸ πάθος τοῦτο, ὃ καλεῖν σεισμοὺς εἰώθαμεν.
51
I.40.1.51 · Wachsmuth pp. 268
Τῶν δὲ σεισμῶν οἱ μὲν εἰς τὰ πλάγια σείοντες κατ᾽ ὀξείας γωνίας ἐπικλίνται καλοῦνται· οἱ δὲ ἄνω ῥιπτοῦντες καὶ κάτω κατ᾽ ὀρθὰς γωνίας βράσται· οἱ δὲ συνιζήσεις ποιοῦντες καὶ τὰ κοῖλα χασματίαι· οἱ δὲ χάσματα ποιοῦντες καὶ γῆν ἀναρρηγνύντες ῥῆκται. Τούτων δὲ οἱ μὲν καὶ πνεῦμα προσαναβάλλουσιν, οἱ δὲ πέτρας, οἱ δὲ πηλόν, οἱ δὲ πηγὰς φαίνουσι τὰς πρότερον οὐκ οὔσας.
52
I.40.1.52 · Wachsmuth pp. 268
Τινὲς δὲ ἀποτρέπονται κατὰ μίαν πρόωσιν, οὓς καλοῦσιν ⟨ὤστας· οἱ δὲ ἀναπάλλοντες καὶ ταῖς εἰς ἑκάτερον ἐγκλίσεσι⟩ καὶ ἀποπάλσεσι διορθοῦντες ἀεὶ τὸ σειόμενον παλματίαι λέγονται, τρόμῳ πάθος ὅμοιον ἀπεργαζόμενοι.
53
I.40.1.53 · Wachsmuth pp. 268
Γίγνονται δὲ καὶ μυκητίαι σεισμοί, σείοντες τὴν γῆν μετὰ βρόμου. Πολλάκις δὲ καὶ χωρὶς σεισμοῦ γίνεται μύκημα γῆς, ὅταν τὸ πνεῦμα σείειν μὲν μὴ αὔταρκες ᾖ, εἰλούμενον δὲ ἐν αὐτῇ κόπτηται μετὰ ῥοθίου βίας. Συσσωματοποιεῖται δὲ τὰ σείοντα πνεύματα καὶ ὑπὸ τῶν ἐν τῇ γῇ ὑγρῶν κεκραμένων.
54
I.40.1.54 · Wachsmuth pp. 268-269
Τὰ δὲ ἀνάλογον συμπίπτει τούτοις καὶ ἐν θαλάττῃ. Χάσματα ⟨γὰρ⟩ γίγνονται θαλάττης καὶ ἀναχωρήματα πολλάκις καὶ κυμάτων ἐπιδρομαί, ποτὲ μὲν ἀντανακοπὴν ἔχουσαι, ποτὲ δὲ πρόωσιν μόνον· ὥσπερ ἱστορεῖται περὶ Ἑλίκην τε καὶ Βοῦραν. Πολλάκις δὲ καὶ ἀναφυσήματα γίγνεται πυρὸς ἐν τῇ θαλάττῃ καὶ πηγῶν ἀναβλύσεις καὶ ποταμῶν ἐκβολαὶ καὶ δένδρων ἐκφύσεις, ῥοαί τε καὶ δῖναι ⟨ταῖς⟩ τῶν πνευμάτων ἀνάλογον, αἱ μὲν ἐν μέσοις πελάγεσιν, αἱ δὲ κατὰ τοὺς εὐρίπους τε καὶ πορθμούς.
55
I.40.1.55 · Wachsmuth pp. 269
Πολλαί τε ἀμπώτεις λέγονται καὶ κυμάτων ἄρσεις συμπεριοδεύειν ἀεὶ τῇ σελήνῃ κατά τινας ὡρισμένους καιρούς. Ὡς δὲ τὸ πᾶν εἰπεῖν, τῶν στοιχείων κεκραμένων ἀλλήλοις ἐν ἀέρι τε καὶ γῇ καὶ θαλάττῃ κατὰ τὸ εἰκὸς αἱ τῶν παθῶν ὁμοιότητες συνίστανται, τοῖς μὲν ἐπὶ μέρους φθορὰς καὶ γενέσεις φέρουσαι, τὸ δὲ σύμπαν ἀγένητόν τε καὶ ἀνώλεθρον φυλάττουσαι.
56
I.40.1.56 · Wachsmuth pp. 269
⟨κεφ. 5⟩ Καίτοι γέ τις ἐθαύμαζε, πῶς ποτε ἐκ τῶν ἐναντίων ἀρχῶν συνεστηκὼς ὁ κόσμος, λέγω δὲ ξηρῶν τε καὶ ὑγρῶν, ψυχρῶν τε καὶ θερμῶν, οὐ πάλαι διέφθαρται καὶ ἀπόλωλεν· ὡς κἂν εἰ πόλιν τινὲς θαυμάζοιεν, ὅπως διαμένει συνεστηκυῖα ἐκ τῶν ἐναντιωτάτων ἐθνῶν, πενήτων λέγω καὶ πλουσίων, νέων γερόντων, ἀσθενῶν ἰσχυρῶν, πονηρῶν χρηστῶν. Ἀγνοοῦσι δὲ ὅτι τοῦτ᾽ ἐστὶ πολιτικῆς ὁμονοίας τὸ θαυμασιώτατον, λέγω δὲ τὸ μίαν ἐκ πολλῶν καὶ ὁμοίαν ἐξ ἀνομοίων ἀποτελεῖν διάθεσιν, ὑποδεχομένην πᾶσαν καὶ φύσιν καὶ τύχην.
57
I.40.1.57 · Wachsmuth pp. 269-270
Ἴσως δὲ τῶν ἐναντίων ἡ φύσις γλίχεται καὶ ἐκ τούτων ἀποτελεῖ τὸ σύμφωνον, οὐκ ἐκ τῶν ὁμοίων· ὥσπερ ἀμέλει τὸ ἄρρεν συνήγαγε πρὸς τὸ θῆλυ καὶ οὐχ ἑκάτερον πρὸς τὸ ὁμόφυλον, καὶ τὴν πρώτην ὁμόνοιαν διὰ τῶν ἐναντίων συνῆψεν, οὐ διὰ τῶν ὁμοίων.
58
I.40.1.58 · Wachsmuth pp. 270
Ἔοικε δὲ καὶ ἡ τέχνη τὴν φύσιν μιμουμένη τὸ αὐτὸ ποιεῖν· ζωγραφία μὲν γὰρ λευκῶν τε καὶ μελανῶν, ὠχρῶν τε καὶ ἐρυθρῶν χρωμάτων ἐγκερασαμένη φύσεις τὰς εἰκόνας τοῖς προηγουμένοις ἀπετέλεσε συμφώνως· μουσικὴ δὲ ὀξεῖς ἅμα δὲ καὶ βαρεῖς, μακρούς τε καὶ βραχεῖς φθόγγους μίξασα ἐν διαφόροις φωναῖς μίαν ἀπετέλεσεν ἁρμονίαν· γραμματικὴ δὲ φωνηέντων τε καὶ ἀφώνων γραμμάτων κρᾶσιν ποιησαμένη τὴν ὅλην τέχνην ἀπ᾽ αὐτῶν συνεστήσατο.
59
I.40.1.59 · Wachsmuth pp. 270
Αὐτὸ δὲ τοῦτ᾽ ἦν παρὰ τῷ σκοτεινῷ Ἡρακλείτῳ λεγόμενον· “Συνάψειας οὖλα καὶ οὐχὶ οὖλα, συμφερόμενον καὶ διαφερόμενον, συνᾷδον ⟨καὶ⟩ διᾷδον, ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα.”
60
I.40.1.60 · Wachsmuth pp. 270
Οὕτως οὖν καὶ τὴν τῶν ὅλων σύστασιν, οὐρανοῦ λέγω καὶ γῆς τοῦ τε σύμπαντος κόσμου, διὰ τῆς τῶν ἐναντιωτάτων κράσεως ἀρχῶν μία διεκόσμησεν ἁρμονία· ξηρὸν γὰρ ὑγρῷ ψυχρόν τε θερμῷ μιγέν, βαρεῖ τε κοῦφον καὶ ὀρθὸν περιφερεῖ, γῆν τε πᾶσαν … καὶ αἰθέρα καὶ ἥλιον καὶ σελήνην καὶ τὸν ὅλον οὐρανὸν ἐκόσμησε μία δὴ διὰ πάντων διήκουσα δύναμις,
61
I.40.1.61 · Wachsmuth pp. 270-271
ἐκ τῶν ἀμίκτων καὶ ἑτεροίων, ἀέρος τε καὶ γῆς καὶ πυρὸς καὶ ὕδατος, τὸν σύμπαντα κόσμον δημιουργήσασα καὶ μιᾷ περιλαβοῦσα σφαίρας ἐπιφανείᾳ, τάς τε ἐναντιωτάτας ἐν αὐτῷ φύσεις ἀλλήλαις ἀναγκάσασα ὁμολογῆσαι καὶ ἐκ τούτων μηχανησαμένη τῷ παντὶ σωτηρίαν.
62
I.40.1.62 · Wachsmuth pp. 271
Αἰτία δὲ ταύτης ⟨μὲν⟩ ἡ ⟨τῶν στοιχείων ὁμολογία⟩, τῆς ⟨δὲ⟩ ὁμολογίας ἰσομοιρία καὶ τὸ μηδὲν αὐτῶν πλέον ⟨ἕτερον⟩ ἑτέρου δύνασθαι· τὴν γὰρ ἴσην ἀντίτασιν ἔχει τά τε βαρέα πρὸς τὰ κοῦφα καὶ τὰ θερμὰ πρὸς τὰ θάτερα, τῆς φύσεως ἐπὶ τῶν μειζόνων διδασκούσης, ὅτι τὸ ἴσον σωστικόν πώς ἐστιν ὁμονοίας, ἡ δὲ ὁμόνοια τοῦ πάντων γεννήτορός τε καὶ περικαλλεστάτου κόσμου.
63
I.40.1.63 · Wachsmuth pp. 271
Τίς γὰρ ἂν εἴη φύσις τοῦδε κρείττων; Ἣν γὰρ ἂν εἴπῃ τις μέρος ἐστὶν αὐτοῦ, τό τε καλὸν πᾶν ἐπώνυμόν ἐστι τούτου καὶ τὸ τεταγμένον, ἀπὸ τοῦ κόσμου λεγόμενον κεκοσμῆσθαι.
64
I.40.1.64 · Wachsmuth pp. 271
Τί δὲ τῶν ἐπὶ μέρους δύναιτο ἂν ἐξισωθῆναι τῇ κατ᾽ οὐρανὸν τάξει καὶ φορᾷ τῶν ἄστρων ἡλίου τε καὶ σελήνης κινουμένων ⟨ἐν⟩ ἀκριβεστάτοις μέτροις ἐξ αἰῶνος εἰς ἕτερον αἰῶνα; Τίς δὲ γένοιτ᾽ ἂν ἀψεύδεια τοιάδε, ἥν⟨τινα⟩ φυλάττουσιν αἱ καλαὶ καὶ γόνιμοι τῶν ὅλων ὧραι, θέρη τε καὶ χειμῶνας ἐπάγουσαι τεταγμένως, ἡμέρας ⟨τε⟩ καὶ νύκτας εἰς μηνὸς ἀποτέλεσμα καὶ ἐνιαυτοῦ;
65
I.40.1.65 · Wachsmuth pp. 271-272
Καὶ μὴν μεγέθει μὲν οὗτος ἀνυπέρθετος, κινήσει δ᾽ ὀξύτατος, λαμπρότητι δὲ τηλαυγέστατος, δυνάμει δὲ ἀγήρως καὶ ἄφθαρτος. Οὗτος ἐναλίων ζῴων καὶ πεζῶν καὶ ἀερίων φύσεις ἐχώρισε καὶ βίους ἐμέτρησε ταῖς αὐτοῦ κινήσεσιν. Ἐκ τούτου πάντα ἐμπνεῖται καὶ ψυχὴν ἴσχει τὰ ζῷα.