Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον Μʹ
I.40.heading · Wachsmuth pp. 255
Περὶ τοῦ παντός.
Ἐκ τῆς Ἀριστοτέλους πρὸς Ἀλέξανδρον ἐπιστολῆς.
1
I.40.1.1 · Wachsmuth pp. 255
⟨κεφ. 2⟩ Κόσμος μὲν οὖν ἐστι σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων. Λέγεται δὲ καὶ ὁ κόσμος ἑτέρως, ἡ τῶν ὅλων τάξις τε καὶ διακόσμησις ὑπὸ θεοῦ τε καὶ διὰ θεῶν φυλαττομένη.
2
I.40.1.2 · Wachsmuth pp. 255-256
Ταύτης δὲ τὸ μὲν μέσον [καὶ] ἀκίνητόν τε καὶ ἑδραῖον ⟨ἡ⟩ φερέσβιος εἴληχε γῆ, παντοδαπῶν ζῴων δεσπόζουσα καὶ μήτηρ· τὸ δὲ ὕπερθεν αὐτῆς πᾶν τε καὶ πάντῃ πεπερατωμένον εἰς τὸ ἄνω τὸ τῶν θεῶν οἰκητήριον οὐρανὸς ὠνόμασται· πλήρης δ᾽ ὢν σωμάτων θείων, ἃ δὴ καλεῖν ἄστρα εἰώθαμεν, κινούμενος κίνησιν ἀίδιον ἐν περιαγωγῇ καὶ ἐν κύκλῳ συγχορεύει πᾶσι τούτοις ἀπαύστως δι᾽ αἰῶνος.
3
I.40.1.3 · Wachsmuth pp. 256
Τοῦ δὲ σύμπαντος οὐρανοῦ τε καὶ κόσμου σφαιροειδοῦς ὄντος καὶ κινουμένου, καθάπερ εἶπον, ἐνδελεχῶς, δύο ἐξ ἀνάγκης ἀκίνητά ἐστι σημεῖα καταντικρὺ ἀλλήλοις, καθάπερ τόρνῳ κυκλοφορουμένης σφαίρας, παραμένοντα καὶ συνέχοντα τὴν σφαῖραν, περὶ ἃ ὁ πᾶς ὄγκος κύκλῳ στρέφεται. Καλοῦνται δὲ οὗτοι πόλοι, δι᾽ ὧν εἰ νοήσαιμεν ἐπεζευγμένην εὐθεῖαν, ἥντιν᾽ ἄξονα καλοῦσι, διάμετρος ἔσται τοῦ κόσμου, μέσην μὲν ἔχουσα τὴν γῆν, τοὺς δὲ δύο πόλους πέρατα.
4
I.40.1.4 · Wachsmuth pp. 256
Τῶν δ᾽ ἀκινήτων πόλων τούτων ὁ μὲν ἀεὶ φανερός ἐστιν, ὑπὲρ κορυφὴν ὢν κατὰ ⟨τὸ⟩ βόρειον κλίμα, ἀρκτικὸς καλούμενος, ⟨ὁ δὲ ὑπὸ γῆν ἀεὶ κατακέκρυπται, κατὰ τὸ νότιον, ἀνταρκτικὸς καλούμενος.⟩
5
I.40.1.5 · Wachsmuth pp. 256
Οὐρανοῦ δὲ καὶ ἄστρων οὐσίαν μὲν αἰθέρα ⟨καλοῦμεν⟩, οὐχ, ὡς τινες, διὰ τὸ πυρώδη οὖσαν αἴθεσθαι, πλημμελοῦντες περὶ τὴν πλεῖστον πυρὸς ἀπηλλαγμένην δύναμιν, ἀλλὰ διὰ τὸ ἀεὶ θεῖν κυκλοφορουμένην, στοιχεῖον οὖσαν ἕτερον τῶν τεττάρων ἀκήρατόν τε καὶ θεῖον.
6
I.40.1.6 · Wachsmuth pp. 256-257
Τῶν γε μὴν ἐμπεριεχομένων ἄστρων τὰ μὲν ἀπλανῶς τῷ σύμπαντι οὐρανῷ συμπεριφέρεται τὰς αὐτὰς ἕδρας ἔχοντα· μέσος δὲ ὁ ζῳοφόρος καλούμενος κύκλος ἐγκάρσιος ὢν διὰ τῶν τροπικῶν διέζωσται, κατὰ μέρη διῃρημένος εἰς δώδεκα ζῳδίων χώρας· τὰ δὲ πλανητὰ ὄντα οὔτε τοῖς προτέροις ὁμοταχῶς κινεῖσθαι πέφυκεν οὔτε [ἐν] ἀλλήλοις, ἀλλ᾽ ἐν ἑτέροις καὶ ἑτέροις κύκλοις, ὥστε τὸν μὲν προσγειότερον εἶναι, τὸν δὲ ἀνώτερον.
7
I.40.1.7 · Wachsmuth pp. 257
Τὸ μὲν οὖν τῶν ἀπλανῶν πλῆθος ἀνεξερεύνητόν ἐστιν ἀνθρώποις, καίπερ ἐπὶ μιᾶς κινουμένων ἐπιφανείας τῆς τοῦ παντὸς οὐρανοῦ· τὸ δὲ τῶν πλανητῶν εἰς ἑπτὰ μέρη κεφαλαιούμενον ἐν τοσούτοις ἐστὶ κύκλοις ἐφεξῆς κειμένοις, ὥστ᾽ ἀεὶ τὸν ἀνώτερον μείζω τοῦ ὑποκάτω εἶναι, τοὺς δὲ ἑπτὰ ἀλλήλοις περιέχεσθαι· πάντας γε μὴν ὑπὸ τῆς τῶν ἀπλανῶν σφαίρας περιειλῆφθαι. συνεχῆ δὲ ἀεὶ τὴν θέσιν ταύτην εἶναι μέχρις οὗ αἰθὴρ ὁρίζεται, τὰ θεῖα ἐμπεριέχων σώματα καὶ τὴν τῆς κινήσεως τάξιν.
8
I.40.1.8 · Wachsmuth pp. 257
Μετὰ δὲ τὴν αἰθέριον καὶ θείαν φύσιν, ἥντινα τεταγμένην ἀποφαίνομεν, ἔτι δὲ ἄτρεπτον καὶ ἀναλλοίωτον καὶ ἀπαθῆ, συνεχής ἐστιν ἡ δι᾽ ὅλων παθητή τε καὶ τρεπτή, καὶ τὸ σύμπαν εἰπεῖν, φθαρτή τε καὶ ἐπίκηρος.
9
I.40.1.9 · Wachsmuth pp. 257
Ταύτης δὲ αὐτῆς πρώτη ἐστὶν ἡ λεπτομερὴς καὶ φλογώδης οὐσία, ὑπὸ τῆς αἰθερίου πυρουμένη διὰ τὸ μέγεθος αὐτῆς καὶ τὴν ὀξύτητα τῆς κινήσεως· ἐν δὲ τῇ πυρώδει καὶ τῇ ἀτάκτῳ λεγομένῃ τὰ σέλα διάττει καὶ φλόγες ἀκοντίζονται καὶ δοκίδες τε καὶ βόθυνοι καὶ κομῆται λεγόμενοι στηρίζονταί τε καὶ σβέννυνται πολλάκις.
10
I.40.1.10 · Wachsmuth pp. 257-258
Ἑξῆς δὲ ταύτης ὁ ἀὴρ ὑποκέχυται, ζοφερὸς ὢν καὶ παγετώδης τὴν φύσιν, ὑπὸ ⟨δ᾽⟩ ἐκείνης λαμπόμενος ἅμα καὶ καιόμενος λαμπρότερός τε γίνεται καὶ ἀλεεινός. Ἐν δὲ τούτῳ τῆς παθητῆς ὄντι καὶ αὐτῷ δυνάμεως ⟨καὶ⟩ παντοδαπῶς ἀλλοιουμένῳ νέφη συνίστανται καὶ ὄμβροι καταράττουσι χιόνες τε καὶ πάχναι καὶ χάλαζαι πνοιαί τε ἀνέμων καὶ τυφώνων, ἔτι δὲ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ πτώσεις κεραυνῶν μυρίων τε γνόφων συμπληγάδες.
11
I.40.1.11 · Wachsmuth pp. 258
⟨κεφ. 3⟩ Ἑξῆς δὲ τῆς ἀερίου φύσεως γῆ τε καὶ θάλασσα ἐρήρεισται, φυτοῖς τε βρύουσα καὶ ζῴοις, πηγαῖς τε καὶ ποταμοῖς τοῖς μὲν ἀνὰ γῆν ἑλιττομένοις, τοῖς δὲ ἀνερευγομένοις εἰς θάλατταν. Πεποίκιλται δὲ χλόαις μυρίαις, ὄρεσί τε ὑψηλοῖς, βαθυξύλοις τε δρυμοῖς καὶ πόλεσιν, ἃς τὸ σοφὸν ζῷον ἄνθρωπος ἱδρύσατο, νήσοις τε ἐναλίοις.
12
I.40.1.12 · Wachsmuth pp. 258
Τὴν μὲν οὖν οἰκουμένην ὁ πολὺς λόγος εἴς τε νήσους καὶ ἠπείρους διεῖλεν, ἀγνοῶν ὅτι καὶ ἡ σύμπασα μία νῆσός ἐστιν, ὑπὸ τῆς Ἀτλαντικῆς καλουμένης θαλάσσης περιρρεομένη· πολλὰς δὲ καὶ ἄλλας ⟨εἰκὸς⟩ τῇδε ἀντιπόρθμους ἀπῳκίσθαι, τὰς μὲν μείζους αὐτῆς, τὰς δὲ ἐλάττους, ἡμῖν δὲ πάσας πλὴν τῆσδε ἀοράτους.
13
I.40.1.13 · Wachsmuth pp. 258
Ὅπερ γὰρ αἱ παρ᾽ ἡμῖν νῆσοι πρὸς ταῦτα τὰ πελάγη πεπόνθασι, τοῦτο ἥδε ἡ οἰκουμένη πολλαί τε ἕτεραι πρὸς σύμπασαν τὴν θάλατταν. Καὶ αὗται μὲν μεγάλαι τινές εἰσι νῆσοι μεγάλοις περικλυζόμεναι πελάγεσιν. Ἡ δὲ σύμπασα τοῦ ὑγροῦ φύσις ἐπιπολάζουσα κατὰ τὰς τοῦ ὑγροῦ ποιότητας καὶ τὰ κοιλώματα, τὰς καλουμένας ἀναπεφυκυῖα οἰκουμένας, ἑξῆς ἂν εἴη τῆς ἀερίου μάλιστα φύσεως.
14
I.40.1.14 · Wachsmuth pp. 258-259
Μετὰ δὲ ταῦτα ἐν τοῖς βυθοῖς κατὰ τὸ μεσαίτατον τοῦ κόσμου ἐρηρεισμένη ⟨γῆ πᾶσα καὶ πεπιεσμένη⟩ συνέστηκεν ἀκίνητος καὶ ἀσάλευτος· καὶ τοῦτ᾽ ἐστὶ τοῦ κόσμου τὸ πᾶν ὃ καλοῦμεν κάτω.
15
I.40.1.15 · Wachsmuth pp. 259
Πέντε δὲ στοιχεῖα ταῦτα, ἐν πέντε χώραις σφαιρικῶς ⟨ἐγκείμενα, περιεχομένης ἀεὶ τῆς ἐλάττονος τῇ μείζονι⟩ (λέγω δὲ γῆς μὲν ἐν ὕδατι, ὕδατος δὲ ἐν ἀέρι, ἀέρος δὲ ἐν πυρί, πυρὸς δὲ ἐν αἰθέρι) τὸν ὅλον κόσμον συνεστήσατο· καὶ τὸ μὲν ἄνω πᾶν θεῶν ἀπέδειξεν οἰκητήριον, τὸ κάτω δὲ ἐφημέρων ζῴων. Αὐτοῦ γε μὴν τούτου τὸ μὲν ὑγρόν ἐστιν, ὃ καλεῖν ποταμοὺς καὶ νάματα καὶ θαλάσσας εἰθίσμεθα, τὸ δὲ ξηρόν, ὃ γῆν τε καὶ ἠπείρους καὶ νήσους ὀνομάζομεν.
16
I.40.1.16 · Wachsmuth pp. 259
Τῶν δὲ νήσων αἱ μέν εἰσι μεγάλαι, καθάπερ σύμπασα ἡ οἰκουμένη λέλεκται πολλαί τε ἕτεραι μεγάλοις περιρρεόμεναι πελάγεσιν, αἱ δὲ ἐλάττους, φανεραὶ δὲ ἡμῖν καὶ ἐντὸς οὖσαι. Καὶ τούτων αἱ μὲν ἀξιόλογοι, Σικελία τε καὶ Εὔβοια καὶ Κύπρος, Σαρδὰ ⟨καὶ⟩ Κύρνος, Κρήτη τε [καὶ Πελοπόννησος] καὶ Λέσβος· αἱ δὲ ὑποδεέστεραι, ὧν αἱ μὲν Σποράδες ⟨καὶ⟩ Κυκλάδες, αἱ δὲ ἄλλως ὀνομάζονται.
17
I.40.1.17 · Wachsmuth pp. 259
Πέλαγος δὲ τὸ μὲν ἔξω τῆς οἰκουμένης Ἀτλαντικόν τε καὶ Ὠκεανὸς καλεῖται, περιρρέων ἡμᾶς· ἐντὸς δὲ πρὸς δύσεις στενοπόρῳ διανεῳγὼς στόματι, ταῖς Ἡρακλείοις λεγομέναις στήλαις, τὸν εἴσρουν εἰς τὴν ἔσω θάλασσαν ὡς ἂν εἰς λιμένα ποιεῖται· κατὰ μικρὸν δὲ ἐπιπλατυνόμενος ἀναχεῖται, μεγάλους περιλαμβάνων κόλπους ἀλλήλοις συναφεῖς.
18
I.40.1.18 · Wachsmuth pp. 259-260
Πρῶτον μὲν οὖν λέγεται ἐγκεκολπῶσθαι ἐν δεξιᾷ εἰσπλέοντι τὰς Ἡρακλείους στήλας διχῶς εἰς τὰς καλουμένας Σύρτεις, ὧν τὴν μὲν μεγάλην, τὴν δὲ μικρὰν καλοῦσιν· ἐπὶ θάτερα δὲ οὐκέθ᾽ ὁμοίως ἀποκολπούμενος τρία ποιεῖ πελάγη, τό τε Σαρδονικὸν καὶ τὸ Γαλατικὸν λεγόμενον καὶ Ἀδρίαν, ἑξῆς δὲ τούτων ἐγκάρσιον τὸ Σικελικόν, μετὰ δὲ τοῦτο τὸ Κρητικόν, συνεχὲς ⟨δ᾽⟩ αὐτῷ τῇ μὲν τὸ Αἰγύπτιον καὶ Παμφύλιον καὶ Σύριον, τῇ δὲ τὸ Αἰγαῖόν τε καὶ Μυρτῷον.
19
I.40.1.19 · Wachsmuth pp. 260
Ἀντιπαρήκει δὲ τοῖς εἰρημένοις πολυμερέστατος [δὲ] ὢν Πόντος, οὗ τὸ μὲν μυχαίτατον Μαιῶτις καλεῖται, τὸ δὲ ἔξω πρὸς τὸν Ἑλλήσποντον συνεστόμωται τῇ καλουμένῃ Προποντίδι.
20
I.40.1.20 · Wachsmuth pp. 260
Πρός γε μὴν ταῖς ἀνασχέσεσι τοῦ ἡλίου πάλιν εἰσρέων ὁ Ὠκεανός, τὸν Ἰνδικόν τε καὶ Περσικὸν διανοίξας κόλπον, ἀναφαίνει τὴν Ἐρυθρὰν θάλασσαν διειληφώς. Ἐπὶ θάτερον δὲ κέρας καταστενοῦται καὶ ἐπιμήκη διιὼν εἰς αὐχένα πάλιν ἀνευρύνεται, τὴν Ὑρκανίαν τε καὶ Κασπίαν ὁρίζων· τὸ δὲ ὑπὲρ ταύτην βαθὺν ἔχει τὸν ὑπὲρ τὴν Μαιῶτιν λίμνην τόπον.
21
I.40.1.21 · Wachsmuth pp. 260
Εἶτα κατ᾽ ὀλίγον τι ὑπὲρ τοὺς Σκύθας τε καὶ Κελτικὴν σφίγγει τὴν οἰκουμένην, πρός τε τὸν Γαλατικὸν καλούμενον κόλπον καὶ τὰς προειρημένας στήλας Ἡρακλείους, ὧν ἔξω περιρρεῖ τὴν γῆν ὁ Ὠκεανός.
22
I.40.1.22 · Wachsmuth pp. 260-261
Ἐν τούτῳ γε μὴν νῆσοι μεγάλαι τυγχάνουσιν, αἱ [τε] δύο Βρετανικαὶ λεγόμεναι [καὶ] Ἄλβιον καὶ Ἰέρνη, τῶν προϊστορουμένων μείζους, ὑπὲρ Κελτοὺς κείμεναι· τούτων δὲ ἐλάττους ἥ τε Ταπροβάνη πέραν Ἰνδῶν, λοξὴ πρὸς τὴν οἰκουμένην, καὶ ἡ Φοβέα [Εὔβοια] καλουμένη, κατὰ τὸν Ἀράβιον κειμένη κόλπον. Οὐκ ὀλίγαι τε ἄλλαι μικραὶ περὶ τὰς Βρετανικὰς καὶ τὴν Ἰβηρίαν κύκλῳ περιστεφανοῦσι τὴν οἰκουμένην ταύτην, ἣν δὴ νῆσον εἰρήκαμεν.
23
I.40.1.23 · Wachsmuth pp. 261
ἧς πλάτος μὲν κατὰ τὸ βαθύτατον τῆς ἠπείρου βραχὺ ἀποδέον τετρακισμυρίων σταδίων φασὶν οἱ εὖ γεωγραφήσαντες, μῆκος δὲ περὶ ἑπτακισμυρίους μάλιστα. διαιρεῖται δὲ εἴς τε Εὐρώπην καὶ Ἀσίαν καὶ Λιβύην.
24
I.40.1.24 · Wachsmuth pp. 261
Εὐρώπη μὲν οὖν ἐστιν ἧς ὅρος κύκλῳ στῆλαί τε Ἡρακλέους καὶ μυχοὶ Πόντου, θάλαττά τε [καὶ] Ὑρκανία, καθ᾽ ἣν στενώτατος ἰσθμὸς εἰς τὸν Πόντον διήκει· τινὲς δὲ ἀντὶ τοῦ ἰσθμοῦ Τάναϊν ποταμὸν εἰρήκασιν. Ἀσία δ᾽ ἐστὶ τὸ ἀπὸ τοῦ εἰρημένου ἰσθμοῦ τοῦ τε Πόντου καὶ τῆς Ὑρκανίας θαλάττης μέχρι θατέρου ἰσθμοῦ, ὃς μεταξὺ κεῖται τοῦ τε Ἀραβικοῦ κόλπου καὶ τῆς ἔσω θαλάττης, περιεσχημένος ὑπό τε ταύτης καὶ τοῦ πέριξ ὠκεανοῦ· τινὲς δὲ ἀπὸ Τανάϊδος μέχρι Νείλου τίθενται ὅρον.
25
I.40.1.25 · Wachsmuth pp. 261-262
Λιβύη δὲ τὸ ἀπὸ τοῦ Ἀραβικοῦ ἰσθμοῦ ἕως Ἡρακλείων στηλῶν· οἱ δὲ ἀπὸ τοῦ Νείλου φασὶν ἕως ἐκείνων. Τὴν δὲ Αἴγυπτον ὑπὸ τῶν τοῦ Νείλου στομάτων περιεχομένην οἱ μὲν τῇ Ἀσίᾳ, οἱ δὲ τῇ Λιβύῃ προσάπτουσι· καὶ τὰς νήσους οἱ μὲν ἐξαιρέτους ποιοῦσιν, οἱ δὲ [ἀεὶ] προσνέμουσιν ἀεὶ ταῖς γείτοσι μοίραις. Γῆς μὲν δὴ καὶ θαλάττης φύσιν καὶ θέσιν, ἣν καλεῖν εἰώθαμεν οἰκουμένην, τοιάνδε πῃ ἱστορήκαμεν.
26
I.40.1.26 · Wachsmuth pp. 262
[κεφ. 4] Περὶ δὲ τῶν ἀξιολογωτάτων ἐν αὐτῇ καὶ ὑπὲρ αὐτῆς παθῶν νῦν λέγωμεν, αὐτὰ τὰ ἀναγκαῖα ἀνακεφαλαιούμενοι. Δύο γὰρ δή τινες ἀναθυμιάσεις ἀπ᾽ αὐτῆς ἀναφέρονται συνεχῶς εἰς τὸν ὑπὲρ ἡμᾶς ἀέρα λεπτομερεῖς καὶ ἀόρατοι παντάπασιν, ἔκ τε τῶν κατὰ τὰς ἠόνας τόπων ἔκ τε ποταμῶν τε καὶ ναμάτων ἀναφερόμεναι θεωροῦνται. Τούτων δ᾽ ἡ μέν ἐστι ξηρὰ καὶ καπνώδης, ἀπὸ τῆς γῆς ἀπορρέουσα· ἡ δὲ νοτερὰ καὶ ἀτμιδώδης, [καὶ] ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιωμένη φύσεως.
27
I.40.1.27 · Wachsmuth pp. 262
Γίνονται δὲ ἀπὸ μὲν ταύτης ὁμίχλαι καὶ δρόσοι καὶ πάγων ἰδέαι, νέφη τε καὶ ὄμβροι καὶ χιόνες καὶ χάλαζαι· ἀπὸ δὲ τῆς ξηρᾶς ἄνεμοί τε καὶ πνεύματα διάφορα, βρονταί τε καὶ ἀστραπαὶ καὶ πρηστῆρες καὶ κεραυνοὶ καὶ τὰ ἄλλα, ἃ δὴ τούτοις ἐστὶ συμφυΐα.
28
I.40.1.28 · Wachsmuth pp. 262
Ἔστι δὲ ὁμίχλη μὲν ἀτμιδώδης ἀναθυμίασις ἄγονος ὕδατος, ἀέρος μὲν παχυτέρα, νέφους δὲ ἀραιοτέρα· γίνεται δὲ ἤτοι ἐξ ἀρχῆς νέφους ἢ ἐξ ὑπολείμματος. Ἀντίπαλος δὲ αὐτῇ λέγεταί τε καὶ ἔστιν αἰθρία, οὐδὲν ἄλλο οὖσα πλὴν ἀὴρ ἀνεφελός τε καὶ ἀνόμιχλος.
29
I.40.1.29 · Wachsmuth pp. 262-263
Δρόσος δ᾽ ἐστὶν ὑγρὸν ἐξ αἰθρίας κατὰ σύστασιν λεπτὴν φερόμενον, κρύσταλλος δὲ ἀθρόον ὕδωρ ἐξ αἰθρίας πεπηγός, πάχνη δ᾽ ἐστὶν … ἡμιπαγὴς δρόσος·
30
I.40.1.30 · Wachsmuth pp. 263
νέφος δ᾽ ἐστὶν ⟨πάχος⟩ ἀτμῶδες συνεστραμμένον γόνιμον ὕδατος· ὄμβρος δὲ γίνεται μὲν κατ᾽ ἐκπιασμὸν νέφους εὖ μάλα πεπαχυμμένου· διαφορὰς δὲ ἴσχει ὅσας καὶ ἡ τοῦ νέφους ἀπόθλιψις· ἠπία μὲν γὰρ οὖσα μαλακὰς ψεκάδας διασπείρει, σφοδρὰ δὲ ἁδροτέρας· καὶ τοῦτο καλοῦμεν ὄμβρον ὑετοῦ μείζονα καὶ συνεχῆ συστρέμματα ἐπὶ γῆς φερόμενα.
31
I.40.1.31 · Wachsmuth pp. 263
Χιὼν δὲ γίνεται κατὰ νεφῶν πεπυκνωμένων ἀπόθραυσιν πρὸ τῆς εἰς ὕδωρ μεταβολῆς ἀνακοπέντων· ἐργάζεται δὲ ἡ μὲν κοπὴ τὸ ἀφρῶδές τε καὶ ἔκλευκον, ἡ δὲ σύμπηξις τοῦ ἐνόντος ὑγροῦ τὴν ψυχρότητα οὔπω χυθέντος οὐδὲ ἠραιωμένου. Σφοδρὰ δ᾽ αὕτη καὶ ἀθρόα καταφερομένη νιφετὸς ὠνόμασται.
32
I.40.1.32 · Wachsmuth pp. 263
Χάλαζα δὲ γίνεται νιφετοῦ συστραφέντος καὶ βρῖθος ἐκ πιλήματος εἰς καταφορὰν ταχυτέραν λαβόντος· παρὰ δὲ τὰ μεγέθη τῶν ἀπορρηγνυμένων θραυσμάτων οἵ τε ὄγκοι μείζους αἵ τε φοραὶ γίνονται βιαιότεραι. Ταῦτα μὲν οὖν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως πέφυκε συμπίπτειν.