Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 39

Κεφάλαιον ΛΘʹ

Περὶ ὑδάτων.

⟨Ἀρείου Διδύμου ἐπιτομῆς.⟩

Ἀριστοτέλους · 1

Ἀριστοτέλους. Τὰς δὲ τῶν ὑδάτων δυνάμεις καὶ τοὺς χυλοὺς καὶ τὰς ἄλλας πάσας ποιότητας, ὡς εἰπεῖν συλλαβόντι, γίνεσθαι παρὰ τρεῖς αἰτίας. Ἢ γὰρ παρὰ τὴν τῆς γῆς διαφοράν· (ἐν οἵᾳ γὰρ ἂν ἕκαστον ᾖ καὶ δι᾽ οἵας ἂν ῥέῃ, τοιοῦτον ἴσχειν τὸν χυλόν, οἷον ἁλυκὸν ἢ νιτρῶδες ἢ πικρὸν ἢ τῶν ἄλλων ὁποιονοῦν·)

2

ἢ παρὰ τὴν τῆς καπνώδους καὶ πυρώδους ἀναθυμιάσεως μῖξιν· (ἀπολίθωσιν γὰρ καὶ πῆξιν ἁλῶν καὶ νίτρων, ἔτι τε βαρύτητας καὶ κουφότητας καὶ παχύτητας καὶ λεπτότητας καὶ τὰς ἄλλας δυνάμεις ἀπεργάζεσθαι τὴν τοῦ θερμοῦ καὶ καπνώδους μῖξιν·) ἢ παρὰ τὸν ἀέρα.

3

θερμότητας δὲ καὶ ψυχρότητας καὶ παρὰ τὴν γῆν [μέν] γίνεσθαι, δι᾽ οἵας ἂν ῥέῃ καὶ ἐν οἵᾳ ⟨ἂν⟩ γίνηται. Θερμὰ μὲν γὰρ τὴν κατακεκαυμένην καὶ τὴν ξηρὰν καὶ τὴν ἀσφαλτώδη ποιεῖν·

4

ψυχρὰ δ᾽, ὡς μὲν ἁπλῶς εἰπεῖν, ⟨εἶναι τὰ ἐν⟩ τοῖς ναματιαίοις, ὡς δὲ καθ᾽ ἕκαστα, τὰ κατὰ βάθους [ὡς ἐπίπαν], ὥσπερ καὶ τὰ ἐν τοῖς μετάλλοις (πόρρω γὰρ τοῦ ἡλίου), πλὴν ἐὰν πυρώδης ὁ τόπος ᾖ· (δεῖ γὰρ ἀφεστάναι τῶν θερμῶν, τοῦ τ᾽ ἐν τῷ ἀέρι καὶ τοῦ ἐν τῇ γῇ)·

5

καὶ τὰ ἐν τοῖς ὑψηλοῖς διά τε τὰ πνεύματα καὶ μάλιστα διὰ τὴν τοῦ ἀέρος ψυχρότητα· καὶ ⟨τὰ⟩ ἐν τοῖς συσκίοις καὶ πνευματώδεσι (ψύχεται γὰρ ὑπ᾽ ἀμφοτέρων, διὸ καὶ κοπέντων δένδρων ἔνια θερμὰ γίνεσθαι)·

6

καὶ τὰ διαπνοὰς ἔχοντα φαραγγώδεις καὶ ὑπάντρους (τὸ γὰρ πνεῦμα διαυλωνίζον ταύτῃ ψύχει, καθάπερ ἐν τοῖς λάκκοις)·

7

καὶ ⟨τὰ⟩ διὰ πάγους ῥέοντα καὶ ἐνίκμου (ψυχρὸν γὰρ ὁ λίθος καὶ μᾶλλον ὁ τοιοῦτος).

8

Εἰ δ᾽ ὥσπερ γλυκὺ πᾶν ὕδωρ, οὕτω καὶ ψυχρόν (οἰκεῖα γὰρ ἄμφω τῆς φύσεως), ἡ θερμότης ὡς ἡ τῶν χυλῶν ποιότης γένοιτ᾽ ἂν ἀφ᾽ ἑτέρων.

9

Συμβαίνει δ᾽ οὖν καὶ ἐκ τοῦ λόγου τούτου μὴ εἶναι τοῦ ὕδατος καθ᾽ ἑαυτὸ διαφοράν, ἀλλὰ ταῖς ἄλλων δυνάμεσι διαφέρειν, εἴπερ τὰ μὲν τὴν γῆν, τὰ δὲ τὸ πῦρ, τὰ δὲ τὸν ἀέρα ποιεῖν συμβέβηκεν.

Contents

Sign in to save your reading →