Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 38

Κεφάλαιον ΛΗʹ

Πῶς ἀμπώτιδες καὶ πλήμμυραι γίνονται.

⟨Ἀετίου.⟩

1 · Ἀριστοτέλης καὶ Ἡρακλείδης

Ἀριστοτέλης καὶ Ἡρακλείδης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ περιφέροντος· ὑφ᾽ ὧν ἐμβαλλόντων μὲν προωθουμένην ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν καὶ κατασκευάζειν τὴν πλήμμυραν, καταληγόντων δ᾽ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν.

2

⟨Εὐ⟩ήνιος [Μεσήνιος] ἡλίῳ καὐτὸς τὴν αἰτίαν ἀνατίθησι, καθ᾽ οὓς μὲν ἂν τόπους γένηται τῆς γῆς πλημμύροντι τὰ πελάγη, ἐξ ὧν δ᾽ ἂν τύχῃ παραποστὰς ὑποσυνέλκοντι. ταῦτα δὲ συμβαίνειν περὶ τὰς ἑῴας καὶ τὰς μεσημβρινὰς ἐκκλίσεις.

3 · Πυθέας

Πυθέας ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης καὶ τῇ μειώσει τὰς ἑκατέρου τούτων αἰτίας ἀνατίθησιν.

4 · Ποσειδώνιος

Ποσειδώνιος ὑπὸ μὲν τῆς σελήνης κινεῖσθαι τοὺς ἀνέμους, ὑπὸ δὲ τούτων τὰ πελάγη, ἐν οἷς τὰ προειρημένα γίνεσθαι πάθη.

5 · Πλάτων

Πλάτων ἐπὶ τὴν αἰώραν φέρεται τῶν ὑδάτων. εἶναι γάρ τινα φυσικὴν αἰώραν διά τινος ἐγγείου τρήματος περιφέρουσαν τὴν παλίρροιαν, ὑφ᾽ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη.

6 · Τίμαιος

Τίμαιος ὁ Ταυρομενίτης τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται προωθοῦντας μὲν ταῖς ἐφόδοις, ὑφέλκοντας δὲ ταῖς ἀναπαύλαις.

7 · Κράτης

Κράτης ὁ γραμματικὸς τὸν ἀντισπασμὸν τῆς θαλάσσης αἰτιᾶται.

8 · Ἀπολλόδωρος

Ἀπολλόδωρος ὁ Κερκυραῖος τὰς ἐκ τοῦ ὠκεανοῦ παλιρροίας.

9 · Σέλευκος

Σέλευκος ὁ μαθηματικὸς ἀντιγεγραφὼς Κράτητι, κινῶν καὐτὸς τὴν γῆν, ἀντικόπτειν αὐτῆς τῷ δίνῳ φησὶ τὴν περιστροφὴν τῆς σελήνης· τοῦ δὲ μεταξὺ ἀμφοτέρων τῶν σωμάτων ἀντιπερισπωμένου πνεύματος καὶ ἐμπίπτοντος εἰς τὸ Ἀτλαντικὸν πέλαγος κατὰ λόγον οὕτω συγκυμαίνεσθαι τὴν θάλασσαν.

Contents

Sign in to save your reading →