Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον ΛϚʹ
I.36.heading · Wachsmuth pp. 249
Περὶ σεισμῶν γῆς.
1 · ⟨Ἀετίου⟩
I.36.1 · Wachsmuth pp. 249
Πλάτων πάσης κινήσεως ἓξ εἶναι περιστάσεις, ἄνω καὶ κάτω, ἐπὶ δεξιὰ καὶ θάτερα, πρόσθεν καὶ ὄπισθεν. Κατ᾽ οὐδεμίαν ⟨δὲ⟩ τούτων ἐνδέχεσθαι τὴν γῆν κινεῖσθαι, ἐν τῷ πανταχόθεν κατωτάτῳ κειμένην μένειν ἀκίνητον, ἅτε δὴ μηδὲν ἔχουσαν ἐξαίρετον ἐς τὸ ῥέψαι μᾶλλον· τόπους δὲ αὐτῆς κατὰ ἀραιότητα σαλεύεσθαι.
2 · ⟨Ἀρείου Διδύμου ἐπιτομῆς⟩
I.36.2.1 · Wachsmuth pp. 249
Ἀριστοτέλους. Ἀριστοτέλης φησὶ σεισμοὺς γίνεσθαι καὶ μυκήματα καὶ χάσματα τῆς ξηρᾶς ἀναθυμιάσεως εἰς τὰς ἀραιότητας κατὰ τῆς γῆς ῥυείσης καὶ κατὰ τὰς ἀθρόας ἐμπτώσεις τρόμους καὶ βρασμοὺς περὶ αὐτὴν ἀπεργαζομένης. Ὡς γὰρ ὁρμήσασαν ἔξω τὴν ἀναθυμίασιν ἄνεμον ποιεῖν σφοδρόν, οὕτως εἴσω καθειρχθεῖσαν τῇ ῥύμῃ τῆς φορᾶς διακραδαίνειν τοὺς τόπους, ἐν οἷς ἂν ἀποληφθῇ.
Συνέχεια
I.36.2.2 · Wachsmuth pp. 249
Συνέχεσθαι ⟨δὲ⟩ τὴν δύναμιν ταύτην ἐν τῇ γῇ διά τε πύκνωσιν τῆς ἐπιφανείας καὶ διὰ κατάψυξιν καὶ διὰ ξηρασίαν. Ὅθεν καὶ νηνεμίας οὔσης ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι τοὺς σεισμοὺς τῆς τῶν ἀνέμων ὁρμῆς εἴσω τραπείσης·
Συνέχεια
I.36.2.3 · Wachsmuth pp. 249-250
καὶ νυκτὸς μᾶλλον διὰ τὴν ψύξιν καὶ περὶ τὸν ὄρθρον· τοὺς γὰρ ἀνέμους τότε τῆς πνοῆς ἄρχεσθαι καὶ πρὸς τὴν γῆν ἀποστρέφειν ⟨τὸ⟩ κατὰ τὴν ἀναθυμίασιν ἀνιὸν πνεῦμα· καὶ τῆς ἡμέρας ἔστιν ὅτε περὶ μεσημβρίαν· τὸν γὰρ ἥλιον τῆς ἀναθυμιάσεως ἐπικρατοῦντα κατακλείειν αὐτὴν εἰς τὴν γῆν·
Συνέχεια
I.36.2.4 · Wachsmuth pp. 250
καὶ ἔαρος καὶ μετοπώρου μᾶλλον (ἀνωμάλους γὰρ ταύτας εἶναι τὰς ὥρας· τὸ γὰρ θέρος καὶ τὸν χειμῶνα, τὸ μὲν διὰ τὸν πάγον, τὸ δὲ διὰ τὴν ἀλέαν ἀκίνητον ποιεῖν τὸν ἀέρα διὰ τὸ τὸ μὲν ἄγαν εἶναι ξηρόν, τὸν δὲ ἄγαν ψυχρόν)· καὶ ἐν τοῖς αὐχμοῖς, ὅτε μάλιστα πνευματώδης ὁ ἀήρ· τοῦτο γὰρ εἶναι τὸν αὐχμόν, ξηρᾶς πλῆθος ἀναθυμιάσεως.
Συνέχεια
I.36.2.5 · Wachsmuth pp. 250
Ἀπελαυνομένης οὖν τῆς ἀτμίδος εἰς τὴν γῆν καὶ καθειργνυμένης σφυγμὸν γίγνεσθαι περὶ αὐτὴν καὶ τρόμον, καὶ ἐν ταῖς ἐπομβρίαις ἐπιφραττομένης ὑπὸ τῶν ὑγρῶν καὶ τοῦ ψυχροῦ τῆς γῆς καὶ τῆς ἐντὸς ἀναθυμιάσεως αὐξομένης ὑπὸ τῶν ὑετῶν καὶ πυκνουμένης, ὥστε κατὰ τὴν πρόσπτωσιν ἰσχυρῶς κινεῖν καὶ σείειν,
Συνέχεια
I.36.2.6 · Wachsmuth pp. 250
καὶ ἐν τοῖς ὑπάντρους καὶ σομφοὺς ἔχουσι τοὺς κάτω τόπους ἢ καὶ παρακειμένην ῥοώδη θάλατταν διὰ τὸ θύραθεν πλεῖον ὑποδέχεσθαι πνεῦμα καὶ διὰ τὸ τὴν θάλατταν προσπίπτουσαν ἀπωθεῖν εἰς τὴν γῆν τὸ πεφυκὸς ἀπ᾽ αὐτῆς ἀποπνεῖν πνεῦμα καὶ σκεδάννυσθαι· περὶ γοῦν τὴν Πελοπόννησον καὶ τὴν Ἀχαιΐαν καὶ τῆς Εὐβοίας τὰς κοιλάδας πολλοὺς καὶ μεγάλους γίνεσθαι σεισμούς.
Συνέχεια
I.36.2.7 · Wachsmuth pp. 250
Ὡς γὰρ ὑφ᾽ ἡμῶν πολλάκις τὸ διαπνεόμενον ἔξω πνεῦμα παλινδρομῆσαν εἴσω παλμὸν παρέχει καὶ σφυγμὸν ἐν τοῖς σώμασιν, οὕτω τὸ περιληφθὲν ἐν τῇ γῇ κατὰ τὴν κίνησιν κλονούμενον περὶ τοὺς πόρους καὶ διεγκοπτόμενον σπασμοὺς καὶ σεισμοὺς ἀποτελεῖν.
Συνέχεια
I.36.2.8 · Wachsmuth pp. 250-251
Συμβαίνειν δὲ καὶ τὰ μυκήματα ποτὲ μὲν μετὰ σεισμῶν, ποτὲ δὲ καὶ χωρίς, τοῦ πνεύματος ἠχοῦντος, ὥστ᾽ ἐξακούεσθαι ψόφον τινὰ καὶ βόμβον ἐπιμήκιστον, ὁπότε διὰ τῶν σηράγγων διαυλοδρομεῖ παρατριβόμενον μηδ᾽ ἐξιόν.
Συνέχεια
I.36.2.9 · Wachsmuth pp. 251
Τά τε χάσματα μετὰ σεισμῶν. ἤδη γοῦν τινας σεισμοὺς μὴ πρότερον λῆξαι, πρὶν ἢ διαρραγῆναι τοὺς τόπους, ἐν οἷς ἐγένοντο, βιασαμένου τοῦ περιληφθέντος πνεύματος περὶ τὴν ἔξοδον ὥσπερ ἐκνεφίου τινὸς ἀνέμου, καθάπερ καὶ τὸν περὶ τὴν Ποντικὴν Ἡράκλειαν καὶ τὸν ἔτι πρότερον γενόμενον περὶ τὴν ἱερὰν καλουμένην Αἰόλου νῆσον·
Συνέχεια
I.36.2.10 · Wachsmuth pp. 251
ἐν ταύταις γὰρ ὑπὸ σεισμῶν οἰδήματα τῆς γῆς γενέσθαι μεγάλα, καὶ ταῦτα διαρραγέντα πολὺν ἄνεμον ἐκπεφυσηκέναι καὶ φέψαλον, ὥστε κατατεφρῶσαι πλησίον οὖσαν τὴν τῶν Λιπαραίων πόλιν.
Συνέχεια
I.36.2.11 · Wachsmuth pp. 251
Τὰς δὲ ποντίους λεγομένας νήσους ἧττον σείεσθαι τῶν προσγείων διὰ τὸ καταψύχεσθαι τῷ πλήθει τῆς θαλάττης τὴν ἀπὸ τῆς γῆς ἀναθυμίασιν.
Συνέχεια
I.36.2.12 · Wachsmuth pp. 251
Τεκμήριον δ᾽ εἶναι τοῦ ῥεῖν ὑπὸ τὴν γῆν τὸ πνεῦμα, πρῶτον μὲν ἀπὸ τοῦ ἐν οἷς γίνεται προσημαίνειν ἠχοῦντος, εἶτα τὸ περὶ τὸν ἥλιον πάθος· ἀμαυρότερον γὰρ καὶ ἀχλυώδη φαίνεσθαι χωρὶς νέφους, ὑπονοστεῖν ἀρχομένου τοῦ πνεύματος εἰς τὴν γῆν τοῦ λεπτύνοντος τὸν ἀέρα καὶ διακρίνοντος.
Συνέχεια
I.36.2.13 · Wachsmuth pp. 251
πρός τε τούτοις τὸ πρὸ τῶν ὀρθρίων σεισμῶν νηνεμίαν γίνεσθαι καὶ ψῦχος· τὴν μὲν γὰρ ξυμβαίνειν διὰ τὴν εἴσω τῶν ἀνέμων μετάρροιαν, τὸ δὲ διὰ τὴν τῆς θερμῆς ἀναθυμιάσεως ἀπουσίαν.
Καὶ περὶ μὲν σεισμῶν καὶ τῶν ἄλλων τῶν περὶ τὴν γῆν παθημάτων ἐπὶ τοσοῦτον.