Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 32

Κεφάλαιον ΛΒʹ

Περὶ ἀνέμων.

⟨Ἀετίου καὶ Διδύμου.⟩

Ἀριστοτέλης · 1

Ἀριστοτέλης τῆς ξηρᾶς ἀναθυμιάσεως τὴν πρώτην ἀναφοράν· γίνεσθαι δέ ποτε τῇ ξηρᾷ πρὸς τὴν ὑγρὰν μῖξιν. πνεῦμα μὲν ἐκ πολλῶν συνιουσῶν ἀναθυμιάσεων. -

Συνέχεια

Τὸν γὰρ ἄνεμον μὲν εἶναι ξηρᾶς ἀναδόσεως πλῆθος κινούμενον περὶ γῆν· τοὺς δ᾽ ἐκνεφίας ἀνέμους, ὅταν ἀθρόον καὶ πυκνὸν φερόμενον εἰς ἑαυτὸ τὸ πλέον ἀναλύσῃ τοῦ νέφους τῇ σφοδρότητι τῆς ῥύμης. τὸ γὰρ τάχος τῆς ἐκκρίσεως ποιεῖν τὴν τοῦ πνεύματος ἰσχύν.

Contents

Sign in to save your reading →