Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 31

Κεφάλαιον ΛΑʹ

Περὶ νεφῶν ὁμίχλης ὑετῶν δρόσου χιόνος πάχνης χαλάζης.

1 Ἀναξιμένης

Ἀναξιμένης νέφη μὲν γίνεσθαι παχυνθέντος ἐπὶ πλεῖον τοῦ ἀέρος, μᾶλλον δὲ ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὄμβρους· χιόνα δέ, ἐπειδὰν τὸ καταφερόμενον ὕδωρ παγῇ· χάλαζαν δ᾽ ὅταν συμπεριληφθῇ τι τῷ ὑγρῷ πνευματικόν.

2 Ἀναξαγόρας

Ἀναξαγόρας νέφη μὲν καὶ χιόνα παραπλησίως, χάλαζαν δ᾽ ὅταν ἀπὸ τῶν παγέντων νεφῶν προωσθῇ τινα πρὸς τὴν γῆν, ἃ δὴ ταῖς καταφοραῖς ἀποψυχρόμενα στρογγυλοῦται.

3 Μητρόδωρος

Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς ὑπὸ τοῦ ἀέρος συνίστασθαι τὰ νέφη.

4 Ξενοφάνης

Ξενοφάνης ἀπὸ τῆς τοῦ ἡλίου θερμότητος ὡς ἀρκτικῆς αἰτίας τἀν τοῖς μεταρσίοις συμβαίνειν· ἀνελκομένου γὰρ ἐκ τῆς θαλάττης τοῦ ὑγροῦ τὸ γλυκὺ διὰ τὴν λεπτομέρειαν διακρινόμενον νέφη τε συνιστάνειν ὁμιχλούμενον καὶ καταστάζειν ὄμβρους ὑπὸ πιλήσεως καὶ διατμίζειν τὰ πνεύματα. γράφει γὰρ διαρρήδην·

πηγὴ δ᾽ ἔστι θάλασσ᾽ ὕδατος.

5 Ἐπίκουρος

Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων· στρογγυλαίνεσθαι ⟨δὲ⟩ τὴν χάλαζαν ⟨καὶ⟩ τὸν ὑετὸν ἀπὸ τῆς μακρᾶς καταφορᾶς ὑποπεπλασμένον.

5 · ῥῆσις ἀθετουμένη

[Ἐμπεδοκλῆς ἔμπτωσιν φωτὸς εἰς νέφος.]

5 · συνέχεια μετὰ χάσμα

* * καὶ πνεῦμα μὲν ἀποτελεῖν παρῶσαν τὰ νέφη, ὄμβρους δὲ διάχεαν, χάλαζαν δὲ πιλῆσαν, χιόνα δὲ συμπεριλαβόμενόν τι τοῦ ἀερώδους.

6 ⟨Ἀρείου Διδύμου⟩ · 1

⟨Ἀριστοτέλους.⟩ Ἐκ δὲ τῆς ὑγρᾶς καὶ ἀτμώδους ⟨ἀναθυμιάσεως⟩ ὑετούς τε καὶ δρόσους καὶ πάχνας, ὁμίχλας τε καὶ νέφη καὶ χιόνας καὶ χαλάζας.

6 ⟨Ἀριστοτέλους⟩ · 2

ὑετοὺς μὲν γίνεσθαι τῆς ἀναδιδομένης ἀπὸ τῆς γῆς ἀτμίδος ⟨ἐν⟩ τοῖς ἄνω τόποις συνισταμένης κατὰ πύκνωσιν καὶ τρεπομένης εἰς ὕδωρ, εἶτα φερομένης ἀθρόως ἐπὶ γῆν διὰ τὴν ἀπόλειψιν τοῦ ἀναγαγόντος αὐτὴν θερμοῦ· σκεδασθείσης δ᾽ εἰς μικρὰ μόρια καλεῖσθαι ψεκάδας·

6 ⟨Ἀριστοτέλους⟩ · 3

πρὸ τοῦ δὲ μετεωρισθῆναι σφόδρα κατενεχθείσης διὰ τὴν τοῦ ἀναγαγόντος αὐτὴν πυρὸς ὀλιγότητα προσονομάζεσθαι δρόσον καὶ πάχνην· πάχνην μέν, ὅταν παγῇ πρὶν εἰς ὕδωρ συγκριθῆναι (γίνεσθαι δὲ χειμῶνος καὶ ἐν τόποις μᾶλλον χειμερινοῖς)· δρόσον δ᾽, ὅταν τὸ συνιστάμενον ὑγρὸν νύκτωρ ψυχθὲν ἅμα τοῖς ὄρθροις ἐπὶ γῆν ἐπιφέρεται·

6 ⟨Ἀριστοτέλους⟩ · 4

διὸ καὶ πλείστην πίπτειν δρόσον καὶ πάχνην περὶ τὰ ἕλη καὶ τὰς λίμνας καὶ τοὺς ποταμοὺς καὶ μάλιστα περὶ τοὺς ἐναύλους καὶ κοίλους τῶν τόπων· ἀνάγεσθαί τε γὰρ πλεῖστον ὑγρὸν ἀπὸ τῶν τοιούτων χωρίων καὶ καταψύχεσθαι μᾶλλον.

6 ⟨Ἀριστοτέλους⟩ · 5

Τὴν δ᾽ ἀθρόαν ἀνάδοσιν λέγεσθαι τῆς ἀτμίδος ἐπὶ μικρὸν μὲν παχυνθεῖσαν ὁμίχλην, οἷον ἀραιὰν καὶ ἄγονον ὕδατος νεφέλην, ὡς ἂν προσυνισταμένην ταύτης καὶ προδιαλυομένην καὶ σημεῖον οὖσαν εὐδίας· τὴν δὲ μετεωρισθεῖσαν ἐπὶ πλεῖον καὶ συγκριθεῖσαν νεφέλην.

6 ⟨Ἀριστοτέλους⟩ · 6

πάντα δὲ περὶ γῆν ταῦτα γίνεσθαι διὰ τὸ μὴ πόρρω τὴν ἀτμίδα μετεωρίζεσθαι κατισχύειν. ἐν γοῦν τοῖς ὑψηλοτάτοις ὄρεσιν οὐδὲν γίνεσθαι τούτων. αἴτιον ⟨δ᾽⟩ ὅτι μάλιστα ἐκ τῶν κοίλων ἀνάγεται καὶ ἐφύδρων ἡ ἀτμὶς τόπων· ὥστε καθάπερ φορτίον πλεῖον φέρουσαν ἢ καθ᾽ ἑαυτὴν τὴν ἀνάγουσαν θερμότητα μὴ δύνασθαι μετεωρίζειν ἐπὶ πολὺν ἄγαν τόπον, ἀλλ᾽ ἐγγὺς οὖσαν ἔτι τῆς γῆς μεθιέναι πάλιν ἐπ᾽ αὐτήν.

6 ⟨Ἀριστοτέλους⟩ · 7

Ἐκ δὲ τοῦ περὶ τὰ νέφη τόπου τρία φοιτᾶν σώματα πρὸς ἡμᾶς, ὕδωρ καὶ χιόνα καὶ χάλαζαν· ὧν δύο μὲν ἀναλογίας ἔχει πρὸς ἄλληλα παρὰ τὸ διὰ τὰς αὐτὰς αἰτίας γίνεσθαι τοῖς κάτω, διαφέροντα τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει καὶ ὀλιγότητι. Χιόνα γὰρ καὶ πάχνην εἶναι ταὐτόν, καὶ ὑετὸν καὶ δρόσον, ἀλλὰ τὸ μὲν πολύ, τὸ δ᾽ ὀλίγον· τὸν μὲν γὰρ ὑετὸν ἐκ πολλῆς ἀτμίδος γίνεσθαι ψυχομένης, τὴν δὲ δρόσον ἐξ ὀλίγης, ἐφήμερον γὰρ αὐτῆς ὑπάρχειν τὴν σύστασιν.

6 ⟨Ἀριστοτέλους⟩ · 8

ὁμοίως χιόνα καὶ πάχνην· χιόνα μὲν γὰρ εἶναι πῆξιν νέφους, ἀτμίδος δὲ τὴν πάχνην· διὸ ἢ χώρας ἢ ὥρας ψυχρᾶς σημεῖον γίνεσθαι τὴν χιόνα.

6 ⟨Ἀριστοτέλους⟩ · 9

Χάλαζαν δὲ κατὰ τοὐναντίον ἐν ταῖς εὐδιεινοτέραις συμβαίνειν χώραις ἢ ὥραις, θέρους γοῦν μάλιστα καὶ μετοπώρου γίνεσθαι, χειμῶνος δ᾽ ὀλιγάκις καὶ ὅταν ἧττον ᾖ ψῦχος· εἶναι δὲ τὴν χάλαζαν τοῦ καταφερομένου πῆξιν ἐκ τῶν νεφῶν ὕδατος.

6 ⟨Ἀριστοτέλους⟩ · 10

Ἐκ δὲ τῆς ξηρᾶς καὶ καπνώδους πόρρω διατεινούσης καὶ μετεωριζομένης, ὡς καὶ διὰ τοῦτο πολλάκις διὰ τῆς ἐπιφορᾶς τῶν οὐρανίων ἐμπίπρασθαι, τῶν πρότερον εἰρημένων ἕκαστον ἀποτελεῖσθαι.

7 ⟨Ἀρείου Διδύμου⟩ · 1

Χρυσίππου. Χρύσιππος ἔφησε τὴν ὁμίχλην νέφος διακεχυμένον, ἢ ἀέρα πάχος ἔχοντα· δρόσον δὲ ἐξ ὁμίχλης καταφερόμενον ὑγρόν· ὑετὸν δὲ φορὰν ὕδατος ἐκ νεφῶν· ὄμβρον δὲ λάβρου ὕδατος καὶ πολλοῦ ἐκ νεφῶν φοράν·

7 Χρυσίππου · 2

χάλαζαν δὲ ὑετοῦ πεπηγότος διάθρυψιν· χιόνα δὲ νέφος πεπηγὸς ἢ νέφους πῆξιν· τὸ δ᾽ ἐπὶ τῆς γῆς πεπηγὸς ὕδωρ κρύσταλλον· πάχνην δὲ δρόσον πεπηγυῖαν.

8 Ἀρριανοῦ · 1

Ἀρριανός φησι τὴν ὁμίχλην, ⟨ὅτι⟩ ἡ μὲν πρὸ νέφους ξυνίσταται πρὶν ἐξαναστῆναι, ἐπιπολὺ δὲ ἀπὸ νέφους ἐκχυθέντος καὶ σκεδασθέντος· γίγνεται δὲ ταῦτα, εἰ μὴ κρατήσειεν αὐτῶν ὁ ἥλιος καὶ τὰ ἄλλα ἄστρα ὅσα ἐν οὐρανῷ καὶ αὐτὸς ὁ οὐρανός.

8 Ἀρριανοῦ · 2

Ἀπὸ δὲ νεφελῶν, ὅσαι μὲν μὴ ἄγαν πιληθεῖσαι ξυνέστησαν, ψεκάδες καταφέρονται ἐπὶ γῆν καὶ εἰς ταύτας διαλύονται ὁμίχλαι τε καὶ νεφελῶν ὅσαι μανώτεραι· ὅσαι δὲ ἐπὶ μέγα ξυστᾶσαι εἰς ὕδωρ μετέβαλον, ὑετοὺς ἐκ νεφῶν γεννῶσι.

8 Ἀρριανοῦ · 3

Καὶ ὁμίχλαι μὲν τὸ πολὺ τῇ γῇ ἐφιζάνουσιν, ἅτε δὴ κεχυμένης τε ἔτι καὶ ἀξυστάτου τῆς ἀτμίδος· αἱ νεφέλαι δὲ αἴρονται εἰς τὸ ἄνω, οὐ μὴν ὑπὲρ εἴκοσίν γε ἀπὸ γῆς σταδίους οὐδὲ αὗται ἀναφέρονται.

8 Ἀρριανοῦ · 4

Ὅτι καὶ τῶν ὀρῶν ὅσα ὑπὲρ εἴκοσί γε ἀπὸ γῆς σταδίους ἀνέχει ἐς εὐθὺ (ἔστι δὲ καὶ εὐαρίθμητα ταῦτα ἔν γε τοῖς καθ᾽ ἡμᾶς τόποις) οὔτε ὑόμενα ὤφθη ποτὲ οὔτε καταπνεόμενα, οὐδὲ νεφέλη ὑπὲρ αὐτῶν ἢ καὶ ἐπ᾽ αὐτοῖς ἱζάνουσα.

8 Ἀρριανοῦ · 5

ἀλλὰ τῆς Οἴτης γε ἐπὶ τῇ ἀκρωρείᾳ θύεσθαι ὅσα ἔτη λόγος καὶ Ἡρακλεῖ καὶ Φιλοκτήτῃ εἰς μνήμην τοῦ παλαιοῦ παθήματος καὶ τὴν τέφραν ἐπὶ τῇ πυρκαιᾷ ἐν χώρᾳ μένειν.

8 Ἀρριανοῦ · 6

εἶναι γὰρ τὸν ἄνω ὑπὲρ γῆς ἀέρα λεπτὸν τε ἤδη καὶ καθαρὸν καὶ αὐγοειδῆ· καὶ ταῦτα διαφορεῖσθαι τοὺς ἀτμοὺς ὅσοι πορρωτέρω ὑπεραναφέρονται.

8 Ἀρριανοῦ · 7

Ὅση δὲ λεπτὴ ἀτμὶς μὴ ἐπὶ μέγα ἀρθεῖσα ἐσκεδάσθη, ἀλλὰ ψυχθεῖσα κατηνέχθη ἐπὶ γῆν, δρόσος γίγνεται· πρὸς ἡλίου δὲ ἐπικαυθεῖσα ἐρυθαίνεται ἢ μελαίνεται· καὶ τοῦτο μίλτον ⟨ἢ⟩ φοινιάδα μὲν τὸ ἐρυθρὸν αὐτοῦ, ἐρυσίβην δὲ ὅ τι περ καὶ μέλαν καλοῦσι·

8 Ἀρριανοῦ · 8

παγεῖσα δὲ καὶ πεσοῦσα ἐπὶ γῆν, πάχνη γίνεται. Καὶ ἔτι ὅ τι περ πάχνη πρὸς δρόσον, τοῦτο χιὼν πρὸς ὑετόν. Ὅτι καὶ τὸ νέφος ξυνελθὸν μὲν ἄνευ πήξεως εἰς ὑετὸν διακρίνεται, παγὲν δὲ εἰς νιφετὸν ξυνάγεται.

8 Ἀρριανοῦ · 9

Ὅτι πρὶν παντελῶς ἐς ὕδωρ ξυστῆναι τὴν νεφέλην φθάνει παγῆναι ἐς χιόνα, καὶ ἡ χρόα τῆς χιόνος τεκμηριῶσαι παρέχει, λευκή τε γὰρ καὶ αὐγοειδής ἐστιν· ὅτι πρὶν τραπῆναι ἐς ὕδωρ παγεῖσα θρύπτεται, οἷα δὴ οὐ σμικρὰν μοῖραν [οὐ] πνεύματος φωτοειδοῦς ὄντος ξυνεπιλαμβάνουσα· ἔνθεν τε ἀφρῷ ἐς τὰ μάλιστα τὴν χρόαν ἔοικεν, ὅτι καὶ ἐν ἀφρῷ πολύ τι ἔνι πνεύματος· δηλοῦσι δὲ πομφόλυγες αἱ ἐπὶ τῶν ἀφρῶν οἷα δὴ ἐπιζέουσαι.

9 Πλάτωνος ἐκ τοῦ Τιμαίου · 1

Τὸ πυρὶ μεμιγμένον ὕδωρ, ὅσον λεπτόν, ὑγρόν τε διὰ τὴν κίνησιν καὶ τὴν ὁδὸν ἣν κυλινδούμενον ἐπὶ γῆς ὑγρὸν λέγεται, μαλακόν τε αὐτῷ τὰς βάσεις ἧττον ἑδραίας οὔσας ἢ τὰς γῆς ὑπείκειν·

9 Πλάτωνος ἐκ τοῦ Τιμαίου · 2

τοῦτο ὅταν πυρὸς ἀποχωρισθὲν ἀέρος τε μονωθῇ, γέγονε μὲν ὁμαλώτερον, ξυνέωσται δὲ ὑπὸ τῶν ἐξιόντων εἰς αὑτό, παγέν τε οὕτως τὸ μὲν ὑπὲρ γῆς μάλιστα παθὸν τοιαῦτα χάλαζα, τὸ δ᾽ ἐπὶ γῆς κρύσταλλος· τὸ δὲ ἧττον ἡμιπαγές τε ὂν ἔτι, τὸ μὲν ὑπὲρ γῆς αὖ χιών, τὸ δ᾽ ἐπὶ γῆς ξυμπαγὲν ἐκ δρόσου γενόμενον πάχνη λέγεται.

Contents

Sign in to save your reading →