Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 1

28 ⟨Ἀδήλου Πλατωνικοῦ⟩ (αʹ)

Φημὶ κατ’ ἀμφοτέρων λέγεσθαι τοῦ θεοῦ τὸ ὄνομα τοῦ τε δημιουργοῦ καὶ τοῦ κόσμου. Καὶ μοι δοκῶ πρῶτα κατὰ νόμους τοὺς ἐμαυτοῦ Πλάτωνι χρήσεσθαι μάρτυρι τῆς τοιαύτης δόξης. Πλάτων γάρ τοι καὶ αὐτὸς Δία μὲν καλεῖ τὸν δημιουργὸν τῶν ἁπάντων, θεὸν δὲ καὶ τόνδε τὸν κόσμον. Τὸν μὲν δημιουργὸν τρόπῳ τοιῷδε· ἐπειδὰν ἐν Φαίδρῳ περὶ τῆς τοῦ παντὸς φορᾶς διαλέγηται, τάδε φησὶ περὶ τοῦ μεγάλου Διός· “Ὁ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· ⟨τῷ δ’ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων⟩.”

28 ⟨Ἀδήλου Πλατωνικοῦ⟩ (βʹ)

Οἶμαι σαφὴς ἐν τούτοις ὑπάρχει μνημονεύσας τοῦ ποιητοῦ τῶν ἁπάντων· καὶ γὰρ ἀνέθηκεν αὐτῷ τὴν ἀκολουθίαν τῶν περὶ τὸν κόσμον θεῶν· ἔφη γοῦν ἕπεσθαι τῇ ἐκείνου πορείᾳ τοὺς στρατιώτας θεούς· στρατιώτας δὲ ἐκάλεσε τοὺς τῇδε θεούς, οἳ τοῦδε τοῦ πολέμου τῆς γενέσεως στρατηγοῦσιν.

Ὁμοίως Ὀνάτας ὁ Πυθαγόρειος ἐπεμνήσθη τοῦ τε δημιουργοῦ καὶ τῶν ἑπομένων τούτῳ θεῶν, λέγων οὕτως· “τοὶ δ’ ἄλλοι θεοὶ ποτὶ τὸν πρᾶτον θεὸν καὶ νοατὸν οὕτως ἔχοντι, ὥσπερ χορευταὶ ποτὶ κορυφαῖον καὶ στρατιῶται ποτὶ στραταγόν.”

28 ⟨Ἀδήλου Πλατωνικοῦ⟩ (γʹ)

Κατὰ ταὐτὰ δὲ Πλάτων ἀμφοτέρων ἐπεμνήσθη ἐν τῇ πρὸς Ἑρμείαν καὶ Κορίσκον ἐπιστολῇ· τὸν γὰρ δημιουργὸν ἡγεμόνα πάντων τῶν θεῶν εἶπε, τῶν τε ὄντων καὶ τῶν μελλόντων. Μέλλοντας δὲ ἴσμεν θεοὺς τοὺς ἀεὶ γενητούς, τουτέστι συναπτομένους ποτὲ σώμασι.

Ἐν δὲ τῷ Τιμαίῳ χωρίσας τοῦ πλήθους τοὺς θεοὺς ἑνικῶς διὰ τοῦ οἰκητηρίου τοῦ κόσμου τοὺς πάντας ὠνόμασεν· “οὗτος” γὰρ ἔφη, “ὄντος ἀεὶ λογισμὸς θεοῦ περὶ τὸν ποτὲ ἐσόμενον θεόν”· δῆλος γὰρ ὁ μὲν λογιζόμενος θεὸς ὁ δημιουργὸς ὤν, ὁ δὲ ἐσόμενος καὶ γιγνόμενος ἀεὶ ὁ κόσμος λεγόμενος.

28 ⟨Ἀδήλου Πλατωνικοῦ⟩ (δʹ)

Ὡσαύτως δὲ καὶ Ὅμηρος·

Ζεὺς γὰρ ἐπ’ ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο. δωδεκάτῃ δέ τοι αὖθις ἐλεύσεται οὐλυμπόνδε.

Περὶ τοῦ κατὰ τὸν κόσμον Διὸς ταυτὶ λέγεται· οἵ τε γὰρ θεοὶ ἅμα πάντες εἵποντο. τὸ δὲ πλῆθος τῶν θεῶν ἔργον ἐστὶ τοῦ δημιουργοῦ ἅμα τῷ κόσμῳ γενόμενον. Ὁπόταν δὲ εἰς τὸν Ὄλυμπον ἀφίκωνται, δηλοῦσι καὶ τὴν διαφοράν, ἑτέρου λεγομένου Διὸς τοῦ κεχωρισμένου τῶν θεῶν.

28 ⟨Ἀδήλου Πλατωνικοῦ⟩ (εʹ)

Ἡ γοῦν Θέτις εἰς μὲν τὸν Ὄλυμπον ἦκεν (χρῆν γὰρ τὴν ποίησιν ἐκτελεῖν τὸ μύθευμα)·

εὗρε δὲ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.

Τὴν μέντοι δωδεκάτην ἀκουστέον τῆς ἐπανόδου τῶν θεῶν, ὁπόταν ὑπερβάντες τὰ δώδεκα ζῴδια ἐπὶ τῷ νώτῳ γένωνται τοῦ οὐρανοῦ, στάντας δὲ αὐτοὺς ἐκεῖσε περιάγῃ ἡ περιφορά· λόγος γὰρ ὁ αὐτὸς ψυχῶν καὶ θεῶν.

29a

Θαλῆς ἐρωτηθείς, Τί πρεσβύτατον τῶν ὄντων; ἀπεκρίνατο· Θεός, ἀγέννητον γάρ.

Σωκράτης ἐρωτηθείς, Τί θεός; εἶπε· Τὸ ἀθάνατον καὶ ἀΐδιον.

Ἑρμῆς ἐρωτηθείς, Τί θεός; εἶπεν· Ὁ τῶν ὅλων δημιουργός, σοφώτατος νοῦς καὶ ἀΐδιος.

29b ⟨Ἀετίου⟩ (αʹ)

Θαλῆς νοῦν τοῦ κόσμου τὸν θεόν, τὸ δὲ πᾶν ἔμψυχον ἅμα καὶ δαιμόνων πλῆρες· διήκειν δὲ καὶ διὰ τοῦ στοιχειώδους ὑγροῦ δύναμιν θείαν κινητικὴν αὐτοῦ.

Ἀναξίμανδρος ἀπεφήνατο τοὺς ἀπείρους οὐρανοὺς θεούς.

Ἀναξιμένης τὸν ἀέρα. δεῖ δ’ ὑπακούειν ἐπὶ τῶν οὕτως λεγομένων τὰς ἐνδηκούσας τοῖς στοιχείοις ἢ τοῖς σώμασι δυνάμεις.

Ἀρχέλαος ἀέρα καὶ νοῦν τὸν θεόν, οὐ μέντοι κοσμοποιὸν τὸν νοῦν.

Ἀναξαγόρας νοῦν κοσμοποιὸν τὸν θεόν.

Δημόκριτος νοῦν τὸν θεὸν ἐν πυρὶ σφαιροειδεῖ.

29b ⟨Ἀετίου⟩ (βʹ)

Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν.

Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις καὶ αὐτὸς ὁ νοῦς, τὴν ⟨δ’⟩ ἀόριστον δυάδα ⟨δαίμονα⟩ καὶ τὸ κακόν, περὶ ἣν ἐστι τὸ ὑλικὸν πλῆθος.

Ποσειδώνιος πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δὲ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν.

Σπεύσιππος τὸν νοῦν οὔτε τῷ ἑνὶ οὔτε τῷ ἀγαθῷ τὸν αὐτόν, ἰδιοφυῆ δέ.

Κριτόλαος καὶ Διόδωρος ὁ Τύριος νοῦν ἀπ’ αἰθέρος ἀπαθοῦς.

29b ⟨Ἀετίου⟩ (γʹ)

Ἡράκλειτος τὸ περιοδικὸν πῦρ ἀΐδιον, εἱμαρμένην δὲ λόγον ἐκ τῆς ἐναντιοδρομίας δημιουργὸν τῶν ὄντων.

Ζήνων ὁ Στωικὸς νοῦν κόσμου πύρινον.

Μνησαγόρας τὸν κόσμον, τὴν πρώτην οὐσίαν ἔχοντα ἀπὸ πνεύματος.

Βόηθος τὸν αἰθέρα θεὸν ἀπεφήνατο.

Παρμενίδης τὸ ἀκίνητον καὶ πεπερασμένον σφαιροειδές.

Μέλισσος καὶ Ζήνων τὸ ἓν καὶ πᾶν καὶ μόνον ἀΐδιον καὶ ἄπειρον.

29b ⟨Ἀετίου⟩ (δʹ)

⟨Ἐμπεδοκλῆς τὸν σφαῖρον καὶ⟩ τὸ ἕν, καὶ τὸ μὲν ἓν τὴν ἀνάγκην, ὕλην δὲ αὐτοῦ τὰ τέσσαρα στοιχεῖα, εἴδη δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν. Λέγει δὲ καὶ τὰ στοιχεῖα θεοὺς καὶ τὸ μῖγμα τούτων τὸν κόσμον καὶ προσαναλυθήσεται τὸ μονοειδές· καὶ θείας μὲν οἴεται τὰς ψυχάς, θείους δὲ καὶ τοὺς μετέχοντας αὐτῶν καθαροὺς καθαρῶς.

Πολέμων τὸν κόσμον θεὸν ἀπεφήνατο.

29b ⟨Ἀετίου⟩ (εʹ)

Ξενοκράτης Ἀγαθήνορος Καλχηδόνιος τὴν μονάδα καὶ τὴν δυάδα θεούς, τὴν μὲν ὡς ἄρρενα πατρὸς ἔχουσαν τάξιν, ἐν οὐρανῷ βασιλεύουσαν, ἥντινα προσαγορεύει καὶ Ζῆνα καὶ περιττὸν καὶ νοῦν, ὅστις ἐστὶν αὐτῷ πρῶτος θεός· τὴν δὲ ὡς θήλειαν μητρὸς θεῶν δίκην, τῆς ὑπὸ τὸν οὐρανὸν λήξεως ἡγουμένην, ἥτις ἐστὶν αὐτῷ ψυχὴ τοῦ παντός. Θεὸν δ’ εἶναι καὶ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας πυρώδεις Ὀλυμπίους θεούς, καὶ ἑτέρους ὑποσελήνους δαίμονας ἀοράτους.

Ἀρέσκει δὲ καὶ αὐτῷ … καὶ ἐνδιήκειν τοῖς ὑλικοῖς στοιχείοις. Τούτων δὲ τὴν μὲν ⟨διὰ τοῦ ἀέρος προσγείου⟩ Ἅιδην προσαγορεύει, τὴν δὲ διὰ τοῦ ὑγροῦ Ποσειδῶνα, τὴν δὲ διὰ τῆς γῆς φυτοσπόρον Δήμητραν. Ταῦτα δὲ χορηγήσας τοῖς Στωικοῖς τὰ πρότερα παρὰ τοῦ Πλάτωνος μεταπέφρακεν.

29b ⟨Ἀετίου⟩ (ϛʹ)

Πλάτων δὲ τὸ ἕν, τὸ μονοφυές, τὸ μοναδικόν, τὸ ὄντως ὄν, τἀγαθόν. Πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει. Νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος, τὸ δὲ χωριστὸν ἀκουέσθω τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ τῶν σωματικῶν συμπεπλεγμένον, μηδὲ τῷ παθητῷ τῆς φύσεως συμπαθές. Τούτου δὲ πατρὸς καὶ ποιητοῦ τὰ ἄλλα θεῖα ἔκγονα νοητὰ μέν, ὅ τε νοητὸς λεγόμενος κόσμος ⟨καὶ αἱ ἰδέαι⟩, παραδείγματα δ’ ἐστὶ τοῦ ὁρατοῦ κόσμου, πρὸς δὲ τούτοις ἐναιθέριοί τινες δυνάμεις, (λόγοι δ’ εἰσὶν ἀσώματοι,) καὶ ⟨ἔμπυροι καὶ⟩ ἐναέριοι καὶ ἔνυδροι, αἰσθητὸς δὲ [τοῦ πρώτου θεοῦ ἔκγονα] ἥλιος, σελήνη, ἀστέρες, γῆ καὶ ὁ περιέχων πάντα κόσμος.

29b ⟨Ἀετίου⟩ (ζʹ)

Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος ⟨χωριστόν⟩, ὁμοίως Πλάτωνι, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπ’ αὐτοῦ καλούμενον.

Οἱ Στωικοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικόν, ὁδῷ βαδίζον ἐπὶ γενέσει κόσμου, ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθ’ οὓς ἅπαντα καθ’ εἱμαρμένην γίνεται. Καὶ πνεῦμα μὲν ἐνδιῆκον δι’ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον δι’ ὅλης τῆς ὕλης, δι’ ἧς κεχώρηκε, παραλλάξαν, θεοὺς δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν· ἀνωτάτω δὲ πάντων νοῦν ἐναιθέριον εἶναι θεόν.

29b ⟨Ἀετίου⟩ (ηʹ)

Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν τοὺς θεούς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως. Ὁ δ’ αὐτὸς ἄλλας τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάδε· τὰ ἄτομα, τὸ κενόν, τὸ ἄπειρον, τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ στοιχεῖα.

30 ⟨Ἑρμοῦ ἐκ τοῦ Κρατῆρος⟩

Τοιοῦτο γάρ ἐστι τὸ σῶμα ἐκείνου, οὐχ ἁπτὸν οὐδὲ ὁρατὸν οὐδὲ μετρητὸν οὐδὲ διαστατὸν οὐδ’ ἄλλῳ τινὶ σώματι ὅμοιον. Οὔτε γὰρ πῦρ ἐστιν οὔτε ὕδωρ οὔτε ἀὴρ οὔτε πνεῦμα, ἀλλὰ πάντα ἀπ’ αὐτοῦ. Ἀγαθὸς γὰρ ὤν, μόνῳ ἑαυτῷ τοῦτο ἀναθεῖναι ἠθέλησε, καὶ τὴν γῆν κοσμῆσαι.

31a ⟨Ἀδεσπότου ποιητοῦ⟩

Ἡρακλέους κρατεροῦ ὃς γᾶν ἐκάθαρεν ἅπασαν, πετροβάτα τε θεοῦ, Πανὸς νομίοιο βριάκτα, θείου ἰατῆρος τ’ Ἀσκληπιοῦ ὀλβιοδώτα, πρεσβίστας τε θεᾶς Ὑγιείας μειλιχοδώρου, ναυσί τ’ ἐπ’ ὠκυπόροισι Διοσκούρων ἐπιφαντᾶν, Κουρήτων θ’, οἳ ματρὶ Διὸς Ῥέᾳ ἐντὶ πάρεδροι, καὶ Χαρίτων μεμνᾶσθαι ἐν ἔργῳ παντὶ μέγιστον, ἠδὲ Χρόνου παίδων Ὡρᾶν, αἳ πάντα φύοντι, Νυμφᾶν τ’ οὐρειᾶν, αἳ νάματα κάλ’ ἐφέποντι.

31b ⟨Ἀδήλου λυρικοῦ ποιητοῦ⟩

Ὑμνέωμες μάκαρας, Μοῦσαι Διὸς ἔκγονοι ἀρτίποις αὐδαῖς.

32 ⟨Φιλήμονος⟩

Ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν ποιῶν, οὐδ’ αὖ ποιήσων οὐδὲ πεποιηκὼς πάλαι, οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὗτός εἰμὶ ἐγὼ Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία. ἐγὼ δ’ ὃ ⟨θεοῦ ’στιν⟩ ἔργον, εἰμὶ πανταχοῦ, ⟨ἐνταῦθ’ ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν Σικελίᾳ,⟩ ἐν ταῖς πόλεσι πάσαισιν, ἐν ταῖς οἰκίαις πάσαις, ἐν ὑμῖν πᾶσιν· οὐκ ἔστιν τόπος οὗ μὴ ’στιν ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ πάντ’ ἐξ ἀνάγκης οἶδε [πανταχοῦ παρών].

33 Ἀρριανοῦ Ἐπικτητείου· περὶ προνοίας (αʹ)

Ἀφ’ ἑκάστου τῶν ἐν τῷ κόσμῳ γιγνομένων ῥᾴδιόν ἐστιν ἐγκωμιάσαι τὴν πρόνοιαν, ἐὰν δύο ἔχῃ τις ταῦτα ἐν ἑαυτῷ, δύναμίν τε συνορατικὴν τῶν γεγονότων ἑκάστου καὶ τὸ εὐχάριστον. Εἰ δὲ μή, ὁ μὲν οὐκ ὄψεται τὴν εὐχρηστίαν τῶν γεγονότων, ὁ δ’ οὐκ εὐχαριστήσει ἐπ’ αὐτοῖς, οὐδ’ ἂν ἴδῃ.

Χρώματα ὁ θεὸς εἰ πεποιήκει καὶ καθόλου πάντα ⟨τὰ⟩ ὁρατά, δύναμιν δὲ θεατικὴν αὐτῶν μὴ πεποιήκει, τί ἂν ἦν ὄφελος; — Οὐδ’ ὁτιοῦν. — Ἀλλ’ ἀνάπαλιν, εἰ τὴν μὲν δύναμιν πεποιήκει, τὰ ὄντα δὲ μὴ τοιαῦτα, οἷα ὑποπίπτειν τῇ δυνάμει τῇ ὁρατικῇ, καὶ οὕτως τί ὄφελος; — Οὐδέν. — Τί δ’, εἰ καὶ ἀμφότερα ταῦτα πεποιήκει, ⟨φῶς δὲ μὴ πεποιήκει⟩; — Οὐδ’ οὕτως τι ὄφελος.

33 Ἀρριανοῦ Ἐπικτητείου (βʹ)

Τίς οὖν ὁ ἁρμόσας τοῦτο πρὸς ἐκεῖνο κἀκεῖνο πρὸς τοῦτο; τίς δ’ ὁ ἁρμόσας τὴν μάχαιραν πρὸς τὸν κολεὸν καὶ τὸν κολεὸν πρὸς τὴν μάχαιραν; Οὐδείς; Καὶ μὴν ἐξ αὐτῆς τῆς κατασκευῆς τῶν ἐπιτετελεσμένων ἀποφαίνεσθαι εἰώθαμεν, ὅτι τεχνίτου τινὸς πάντως τὸ ἔργον, οὐχὶ δὲ εἰκῇ κατεσκευασμένον. Ἆρ’ οὖν τούτων μὲν ἕκαστον ἐμφαίνει τὸν τεχνίτην, τὰ δὲ ὁρατὰ καὶ ὅρασις καὶ φῶς οὐκ ἐμφαίνει; Τὸ δ’ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ προθυμία ἡ πρὸς τὴν συνουσίαν ἑκατέρου καὶ ⟨ἡ⟩ δύναμις ἡ χρηστικὴ τοῖς μορίοις τοῖς κατεσκευασμένοις, οὐδὲ ταῦτα ἐμφαίνει τὸν τεχνίτην;

Ἀλλὰ ταῦτα μὲν οὕτω· ἡ δὲ τοιαύτη τῆς διανοίας κατασκευή, καθ’ ἣν οὐχ ἁπλῶς ὑποπίπτοντες τοῖς αἰσθητοῖς τυπούμεθα ὑπ’ αὐτῶν, ἀλλὰ καὶ ἐκλαμβάνομέν τι καὶ ἀφαιροῦμεν καὶ προστίθεμεν ⟨καὶ συντίθεμεν⟩ τάδε τινὰ δι’ αὐτῶν καὶ νὴ Δία μεταβαίνομεν ἀπ’ ἄλλων ἐπ’ ἄλλα τούτοις πως παρακείμενα, οὐδὲ ταῦτα ἱκανὰ κινῆσαί τινας καὶ διατρέψαι πρὸς τὸ μὴ ἀπολιπεῖν τὸν τεχνίτην; ἢ ἐξηγησάσθωσαν ἡμῖν, τί τὸ ποιοῦν ἐστι τούτων ἕκαστον, ἢ πῶς οἷόν τε τὰ οὕτως θαυμαστὰ καὶ τεχνικὰ εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίγνεσθαι.

Contents

Sign in to save your reading →