Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 30

Κεφάλαιον Λʹ

Περὶ ἴριδος περὶ ἅλω καὶ παρηλίου καὶ ῥάβδων.

1 ⟨Ἀετίου⟩ · 1

Τῶν μεταρσίων παθῶν τὰ μὲν καθ᾽ ὑπόστασιν γίνεται, οἷον ὄμβρος, χάλαζα, τὰ δὲ κατ᾽ ἔμφασιν, ἰδίαν οὐκ ἔχοντα ὑπόστασιν· αὐτίκα γοῦν πλεόντων ἡμῶν ἡ ἤπειρος κινεῖσθαι δοκεῖ. Ἔστιν οὖν κατ᾽ ἔμφασιν ἡ ἶρις.

1 ⟨Ἀετίου⟩ · 2

Πλάτων φησὶ Θαύμαντος αὐτὴν γεναλογῆσαι τοὺς ἀνθρώπους διὰ τὸ θαυμάσαι ταύτην. Ὅμηρος·

Ἠύτε πορφυρέην νεφέλην θνητοῖσι τανίσσει.

Καὶ ἐμυθεύσαντό τινες αὐτὴν ταύρου κεφαλὴν ἔχουσαν ἀναρροφεῖν τοὺς ποταμούς.

1 ⟨Ἀετίου⟩ · 3

Πῶς οὖν γίγνεται; Ὁρῶμεν δὴ κατὰ γραμμάς, ἢ κατ᾽ εὐθείας ἢ κατὰ καμπύλας ἢ κατὰ ἀνακλωμένας, γραμμὰς δὴ λόγῳ θεωρητὰς καὶ ἀσωμάτους.

1 ⟨Ἀετίου⟩ · 4

Κατὰ μὲν οὖν εὐθείας ὁρῶμεν τὰ ἐν ἀέρι καὶ τὰ διὰ τῶν λίθων τῶν διαυγῶν καὶ κεράτων, λεπτομερῆ γὰρ ταῦτα πάντα. ⟨Κατὰ⟩ καμπύλας δὲ γραμμὰς καθ᾽ ὕδατος βλέπομεν· κάμπτεται γὰρ ἡ ὄψις βίᾳ διὰ τὴν πυκνοτέραν τοῦ ὕδατος ὕλην· διὸ καὶ τὴν κώπην ἐν τῇ θαλάσσῃ μακρόθεν καμπτομένην βλέπομεν.

1 ⟨Ἀετίου⟩ · 5

Τρίτος τρόπος τοῦ βλέπειν τὰ ἀνακλώμενα, ὡς τὰ κατοπτρικά. Ἔστιν οὖν τὸ τῆς ἴριδος πάθος τοιοῦτον. δεῖ γὰρ ἐπινοῆσαι τὴν ὑγρὰν ἀναθυμίασιν εἰς νέφος μεταβάλλουσαν, εἶτα ἐκ τούτου κατὰ βραχὺ εἰς μικρὰς ῥανίδας νοτιζούσας. Ὅταν οὖν ὁ ἥλιος γένηται ἐν δυσμαῖς, ἀνάγκη πᾶσα ἶριν ἄντικρυς ἡλίου φαίνεσθαι· τότε γὰρ ἡ ὄψις προσπεσοῦσα ταῖς ῥανίσιν ἀνακλᾶται, ὥστε γίγνεσθαι τὴν ἶριν.

1 ⟨Ἀετίου⟩ · 6

Εἰσὶ δὲ αἱ ῥανίδες οὐ σχήματος μορφαί, ἀλλὰ χρώματος. Καὶ ἔχει τὸ μὲν πρῶτον φοινικοῦν, τὸ δὲ δεύτερον ἁλουργὲς καὶ πορφυροῦν, τὸ δὲ τρίτον κυανοῦν καὶ πράσινον.

1 ⟨Ἀετίου⟩ · 7

Μήποτε τὸ φοινίκινον, ὅτι ἡ λαμπρότης τοῦ ἡλίου προσπεσοῦσα καὶ ἡ λαμπηδὼν ἀκραιφνὴς ἀνακλωμένη ἐρυθρὸν ποιεῖ καὶ φοινίκειον χρῶμα· τὸ δεύτερον μέρος ἐπιθολούμενον καὶ ἐκκαιόμενον μᾶλλον τῆς λαμπηδόνος διὰ τὰς ῥανίδας, ἁλουργές ⟨ἄνεσις γὰρ τοῦ ἐρυθροῦ τοῦτο· ἔτι δὲ πάλιν ἐπιθολούμενον⟩ τὸ δροσίζον εἰς πράσινον μεταβάλλει.

1 ⟨Ἀετίου⟩ · 8

Ἔστι δὲ τοῦτο δοκιμάσαι δι᾽ ἔργων· εἰ γάρ τις ἄντικρυ στὰς τοῦ ἡλίου λάβῃ ὕδωρ καὶ πυτίσῃ, αἱ δὲ ῥανίδες ἀνάκλασιν πρὸς τὸν ἥλιον λάβωσιν, εὑρήσει γινομένην ἶριν. Καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο πάσχουσιν, ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν.

2 ⟨Ἀρείου Διδύμου⟩ · 1

Ἀριστοτέλους. Ἅλω δὲ καὶ ἴριδας καὶ παρήλιον καὶ ῥάβδους καὶ τἆλλα τὰ κατὰ τὰς ἐμφάσεις ὑπὸ μὲν τῆς αὐτῆς αἰτίας γίνεσθαι· πάντα γὰρ εἶναι ταῦτα τῆς ὄψεως ἀνάκλασιν, διαφέρειν δὲ τοῖς τρόποις καὶ ἀφ᾽ ὧν καὶ ὡς ἔχειν συμβαίνει τὴν ἀνάκλασιν.

2 ⟨Ἀρείου Διδύμου⟩ · 2

Ἅλω μὲν οὖν καὶ περὶ ἥλιον φαίνεσθαι καὶ περὶ σελήνην καὶ καθόλου περὶ τὰ λαμπρὰ τῶν ἄστρων καὶ οὐθὲν ἧττον ἡμέρας ἢ νυκτὸς καὶ περὶ μεσημβρίαν ἢ δείλην· ἕωθεν δ᾽ ἐλαττονάκις καὶ περὶ δύσιν. Συμβαίνειν δ᾽, ὅταν διὰ τοῦ πέριξ ἀέρος ἀχλυώδους ὄντος ἐπιλάμπηται τὸ φῶς αὐτῶν, ὥσθ᾽ ὅλον ὁρᾶσθαι τὸν κύκλον· περιφανῆ γὰρ εἶναι καὶ σφαιρικὴν κατὰ τὴν ἔμφασιν τὴν ἅλω.

2 ⟨Ἀρείου Διδύμου⟩ · 3

Ταύτης δὲ τὴν μὲν ἐπιμένουσαν ὑετὸν σημαίνειν, τὴν δὲ διασπασθεῖσαν πνεῦμα, τὴν δὲ μαραινομένην εὐδίαν.

2 ⟨Ἀρείου Διδύμου⟩ · 4

Ἶριν δὲ περὶ μόνον ἥλιον καὶ σελήνην συνίστασθαι, γίνεσθαι δὲ καὶ νύκτωρ, ὀλιγάκις δὲ καὶ πάνυ διὰ πολλοῦ. Κύκλον δὲ μηδέποτε φαίνεσθαι τῆς ἴριδος μηδὲ μεῖζον ἡμικυκλίου τμῆμα. Ποικίλην δ᾽ ἔχειν τὴν ἔμφασιν διὰ τὸ κατὰ τὴν τῆς ὄψεως ἀνάκλασιν φοινικοῦν καὶ πράσινον καὶ ἁλουργὸν προσπίπτειν ἀπ᾽ αὐτῆς χρῶμα.

2 ⟨Ἀρείου Διδύμου⟩ · 5

Φοινικοῦν μέν, ὅτι τὸ λαμπρὸν ἐν μέλανι καὶ διὰ μέλανος ὁρώμενον τοιαύτην ἀποτελεῖ χρόαν. τοῖς γοῦν θεωμένοις τὸν ἥλιον δι᾽ ὁμίχλης ἢ διὰ καπνοῦ δοκεῖν ἐρυθρὸν εἶναι· ἢ τὴν ἀπὸ τῶν χλωρῶν ξύλων φλόγα πεφοινιγμένην διὰ τὸ πολὺν αὐτῇ καταμεμῖχθαι καπνόν.

2 ⟨Ἀρείου Διδύμου⟩ · 6

κατὰ τοῦτο δὴ καὶ τὴν ἐξωτάτω καὶ μείζονα περιφέρειαν τῆς ἴριδος ἐμφαίνειν τὸ φοινικοῦν· διὰ γὰρ μέλανος τοῦ νέφους ἀνακλωμένην τὴν ὄψιν πρὸς λαμπρότατον ὄντα τὸν ἥλιον ἀντιλαμβάνεσθαι τοιούδε χρώματος. Τὴν δὲ δευτέραν καὶ τρίτην περιφέρειαν διὰ τὴν τῆς ὄψεως ἀσθένειαν τό τε πράσινον καὶ τὸ ἁλουργὲς ἐμφαίνειν.

2 ⟨Ἀρείου Διδύμου⟩ · 7

Τὸ δ᾽ ὅλον εἶναι τὴν ἶριν ἔμφασιν ἡλίου τμήματος ἢ σελήνης ἐν νέφει κοίλῳ καὶ δεδροσισμένῳ κατὰ κύκλου περιφέρειαν ὁρωμένην. Γίνεσθαι δ᾽ ἔστιν ὅτε διπλήν, ὡς τὴν ἑτέραν ἀμαυροτέραν φαίνεσθαι καὶ διὰ παντὸς ἐξ ἐναντίας ἱσταμένην τῇ προτέρᾳ καὶ τῇ θέσει τῶν χρωμάτων ἀντεστραμμένην.

2 ⟨Ἀρείου Διδύμου⟩ · 8

Παρηλίους δὲ καὶ ῥάβδους γίνεσθαι μὲν ἀπὸ τῆς αὐτῆς αἰτίας, οὐδὲ μὴν ὁμοίως ἔχοντος τοῦ νέφους. Ὅταν γὰρ ἀχλυῶδες ᾖ καὶ ὁμαλές, πρὸς δὲ τούτοις ὑδατῶδες καὶ πυκνόν, ὡς ἀπὸ χαλκοῦ κατόπτρου λείου κλωμένην πρὸς τὸν ἥλιον τὴν ὄψιν λευκοῦ ποιεῖν φαντασίαν. παραπλήσιον γὰρ ἡλίῳ κατά τε τὴν χρόαν καὶ τὸ σχῆμα φαίνεσθαι τὸν παρήλιον.

2 ⟨Ἀρείου Διδύμου⟩ · 9

τὴν μὲν γὰρ ὁμαλότητα τοῦ νέφους αἰτίαν εἶναι τοῦ χρώματος, τὴν δ᾽ ἀνάκλασιν τῆς ὄψεως τῆς τοῦ ἡλίου, διὰ τῆς ἀχλυώδους ἐμφάσεως προσπίπτουσαν ἀθρόως πρὸς πεπυκνωμένον, ὥσπερ ἔνοπτρον, οὐδέπω μὲν ὂν ὕδωρ, ἐγγὺς δ᾽ ὑπάρχον τῆς πρὸς ὕδωρ μεταβολῆς.

2 ⟨Ἀρείου Διδύμου⟩ · 10

διὸ καὶ σημεῖον ὕδατος εἶναι τὸν παρήλιον· καὶ μᾶλλον γε τὸν νότιον τοῦ βορείου παρὰ τὸ μᾶλλον μεταβάλλειν εἰς ὕδωρ τὸν νότιον ἀέρα τοῦ πρὸς ἄρκτον.

2 ⟨Ἀρείου Διδύμου⟩ · 11

Γίνεσθαί τε περὶ τε [τὰς] ἀνατολὰς τοῦ ἡλίου καὶ περὶ δύσεις, οὐκ ἄνωθεν, ἀλλ᾽ ἐκ τῶν πλαγίων, καθάπερ καὶ τὰς ῥάβδους. Εἶναι δὲ δὴ τὰς καλουμένας ῥάβδους ἰριοειδεῖς εὐθείας ἐμφάσεις περὶ τὸν ἀέρα συνισταμένας δι᾽ ἀνωμαλίαν τῶν ἐνοπτριζόντων νεφῶν.

Contents

Sign in to save your reading →