Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον ΚΘʹ
I.29.heading · Wachsmuth pp. 231
Περὶ βροντῶν ἀστραπῶν κεραυνῶν πρηστήρων τυφώνων.
1 ⟨Ἀετίου⟩ · 1
I.29.1.1 · Wachsmuth pp. 231
Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ταῦτ᾽ εἶπε συμβαίνειν· ὅταν γὰρ περιληφθὲν νέφει παχεῖ βιασάμενον ἐκπέσῃ τῇ λεπτομερείᾳ καὶ κουφότητι, τόθ᾽ ἡ μὲν ῥῆξις τὸν ψόφον, ἡ δὲ διαστολὴ παρὰ τὴν μελανείαν τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ.
1 ⟨Ἀετίου⟩ · 2
I.29.1.2 · Wachsmuth pp. 231
Ἀναξιμένης ταὐτὰ τούτῳ παρατιθεὶς τὸ ἐπὶ τῆς θαλάσσης, ἥτις σχιζομένη ταῖς κώπαις παραστίλβει.
1 ⟨Ἀετίου⟩ · 3
I.29.1.3 · Wachsmuth pp. 231-232
Μητρόδωρος, ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν συνθραύσει τὸν κτύπον ἀποτελεῖ, τῇ δὲ πληγῇ καὶ τῷ σχισμῷ διαυγάζει, τῇ δ᾽ ὀξύτητι τῆς φορᾶς, προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα, κεραυνοβολεῖ· τοῦ δὲ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν.
1 ⟨Ἀετίου⟩ · 4
I.29.1.4 · Wachsmuth pp. 232
Ἀναξαγόρας, ὅταν ⟨τὸ⟩ θερμὸν εἰς τὸ ψυχρὸν ἐμπέσῃ, (τοῦτο δ᾽ ἐστὶν αἰθέριον μέρος εἰς ἀερῶδες,) τῷ μὲν ψόφῳ βροντὴν ἀποτελεῖ, τῷ δὲ παρὰ τὴν μελανείαν τοῦ νέφους χρώματι τὴν ἀστραπήν· τῷ δὲ πλήθει καὶ μεγέθει τοῦ φωτὸς τὸν κεραυνόν· τῷ δὲ πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα· τῷ δὲ νεφελομιγεῖ τὸν πρηστῆρα.
1 ⟨Ἀετίου⟩ · 5
I.29.1.5 · Wachsmuth pp. 232
Ἀρχέλαος ταὐτὸ λέγει παρατιθεὶς τὸ τῶν διαπύρων λίθων καθιεμένων εἰς ψυχρὸν ὕδωρ πάθος.
Ξενοφάνης ἀστραπὰς γίνεσθαι λαμπρυνομένων τῶν νεφῶν κατὰ τὴν κίνησιν.
1 ⟨Ἀετίου⟩ · 6
I.29.1.6 · Wachsmuth pp. 232
Ἐμπεδοκλῆς ἔμπτωσιν φωτὸς εἰς νέφος ἐξείργοντος τὸν ἀνθεστῶτα ἀέρα, οὗ τὴν μὲν σβέσιν καὶ τὴν θραῦσιν κτύπον ἀπεργάζεσθαι, τὴν δὲ λάμψιν ἀστραπήν· κεραυνὸν δὲ τὸν τῆς ἀστραπῆς τόνον.
1 ⟨Ἀετίου⟩ · 7
I.29.1.7 · Wachsmuth pp. 232
Διογένης ἔμπτωσιν πυρὸς εἰς νέφος ὑγρόν, βροντὴν μὲν τῇ σβέσει ποιοῦν, τῇ δὲ λαμπηδόνι τὴν ἀστραπήν. συναιτιᾶται δὲ καὶ τὸ πνεῦμα.
1 ⟨Ἀετίου⟩ · 8
I.29.1.8 · Wachsmuth pp. 232
Ἡράκλειτος βροντὴν μὲν κατὰ συστροφὰς ἀνέμων καὶ νεφῶν καὶ ἐμπτώσεις πνευμάτων εἰς τὰ νέφη, ἀστραπὰς δὲ κατὰ τὰς τῶν ἀναθυμιωμένων ἐξάψεις, πρηστῆρας δὲ κατὰ νεφῶν ἐμπρήσεις καὶ σβέσεις.
Λεύκιππος πυρὸς ἐναποληφθέντος νέφεσι παχυτάτοις ἔκπτωσιν ἰσχυρὰν βροντὴν ἀποτελεῖν ἀποφαίνεται.
1 ⟨Ἀετίου⟩ · 9
I.29.1.9 · Wachsmuth pp. 232-233
Δημόκριτος βροντὴν μὲν ἐκ συγκρίματος ἀνωμάλου, τὸ περιειληφὸς αὐτὸ νέφος πρὸς τὴν κάτω φορὰν ἐκβιαζομένου· ἀστραπὴν δὲ σύγκρουσιν νεφῶν, ὑφ᾽ ἧς τὰ γεννητικὰ τοῦ πυρὸς διὰ τῶν πολυκένων ἀραιωμάτων ταῖς παρατρίψεσιν εἰς τὸ αὐτὸ συναλιζόμενα διηθεῖται·
1 ⟨Ἀετίου⟩ · 10
I.29.1.10 · Wachsmuth pp. 233
κεραυνὸν δὲ ὅταν ἐκ καθαρωτέρων καὶ λεπτοτέρων, ὁμαλωτέρων τε καὶ πυκναρμόνων, καθάπερ αὐτὸς γράφει, γεννητικῶν τοῦ πυρὸς ἡ φορὰ βιάσηται· πρηστῆρα δ᾽, ὅταν πολυκενώτερα συγκρίματα πυρὸς ἐν πολυκένοις κατασχεθέντα χώραις καὶ περιοχαῖς ὑμένων ἰδίων σωματοποιούμενα τῷ πολυμιγεῖ τὴν ἐπὶ τὸ βάρος ὁρμὴν λάβῃ.
1 ⟨Ἀετίου⟩ · 11
I.29.1.11 · Wachsmuth pp. 233
Χρύσιππος ἀστραπὴν ἔξαψιν νεφῶν ἐκτριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος, βροντὴν δ᾽ εἶναι τὸν τούτων ψόφον· ἅμα δὲ γίνεσθαι ἐν τῷ ἀέρι βροντήν τε καὶ ἀστραπήν, πρότερον δὲ τῆς ἀστραπῆς ἀντιλαμβάνεσθαι ἡμᾶς διὰ τὸ τῆς ἀκοῆς ὀξυτέραν εἶναι τὴν ὅρασιν·
1 ⟨Ἀετίου⟩ · 12
I.29.1.12 · Wachsmuth pp. 233
ὅταν δ᾽ ἡ τοῦ πνεύματος φορὰ σφοδροτέρα γένηται καὶ πυρώδης, κεραυνὸν ἀποτελεῖσθαι, ὅταν δὲ ἄθρουν ἐκπέσῃ τὸ πνεῦμα καὶ ἧττον πεπυρωμένον, πρηστῆρα γίγνεσθαι, ὅταν δ᾽ ἔτι ἧττον ᾖ πεπυρωμένον τὸ πνεῦμα, τυφῶνα.
1 ⟨Ἀετίου⟩ · 13
I.29.1.13 · Wachsmuth pp. 233
Ἀριστοτέλης ἐξ ἀναθυμιάσεως καὶ τὰ τοιαῦτα γίνεσθαι τῆς ξηρᾶς. Ὅταν οὖν ἐντύχῃ μὲν τῇ ὑγρᾷ, παραβιάζηται δὲ τὴν ἔξοδον, τῇ μὲν παρατρίψει καὶ τῇ ῥήξει τὸν ψόφον, τῇ δ᾽ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπὴν παρίστησι.
1 ⟨Ἀετίου⟩ · 14
I.29.1.14 · Wachsmuth pp. 233
Στράτων θερμοῦ ψυχρῷ παρείξαντος, ὅταν ἐκβιασθὲν τύχῃ, τὰ τοιαῦτα γίνεσθαι, βροντὴν μὲν ἀπορρήξει, φάει δ᾽ ἀστραπήν, τάχει δὲ κεραυνόν, πρηστῆρας δὲ καὶ τυφῶνας τῷ πλεονασμῷ τῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν ἐφέλκεται, θερμοτέραν μὲν ὁ πρηστήρ, ταχυτέραν δὲ ὁ τυφών.
1 ⟨Ἀετίου⟩ · 15
I.29.1.15 · Wachsmuth pp. 234
Οἱ Στωικοὶ βροντὴν μὲν προσκρουσμὸν νεφῶν, ἀστραπὴν δὲ ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔκλαμψιν, πρηστῆρα δὲ νωθεστέραν.
1 ⟨Ἀρείου Διδύμου⟩ · 1
I.29.1.16 · Wachsmuth pp. 234
Ἀριστοτέλους. Ἀριστοτέλης τυφῶνας μέν, ὅταν ἐκνεφίας δινούμενος καταφέρηται. Τὸ γὰρ πνεῦμα κωλυόμενον μὲν εἰς ὀρθὸν ἰέναι παρ᾽ ἀντίπνοιαν ἢ ψῦχος ἢ πάχος ἤ τινα ἄλλην αἰτίαν, ἐλαυνόμενον δ᾽ ὑπὸ τοῦ κατόπιν ἐπεισιόντος, ἀναστρέφειν εἰλούμενον ἐν τῷ νέφει κύκλῳ καὶ συγκατάγειν ἐπὶ γῆν ἑαυτῷ τὸ νέφος· εἶθ᾽ ὅτῳ ἂν ἐντύχῃ φερόμενον, σφοδρῶς ἀναρπάζειν καὶ πάλιν ἀπορρίπτειν, τοῦτο γὰρ εἶναι τὸ πάθος οἷον ἐκνεφίαν ἄπεπτον.
1 ⟨Ἀρείου Διδύμου⟩ · 2
I.29.1.17 · Wachsmuth pp. 234
Πρηστῆρας δ᾽, ὅταν βιαίως κατιὸν ἐκπυρωθῇ τὸ πνεῦμα κατὰ τὴν φοράν, συνεμπίπρασθαι γὰρ τὸν ἀέρα ⟨τῇ⟩ πυρώσει χρωματιζόμενον, διὸ καὶ νυκτὸς ἐκλάμπειν· ἀναρπάζειν δὲ καὶ περιτρέπειν ὁμοίως καὶ τούτους, ὥσπερ πυρώδεις ὄντας τυφῶνας.
1 ⟨Ἀρείου Διδύμου⟩ · 3
I.29.1.18 · Wachsmuth pp. 234-235
Κεραυνὸν δ᾽, ὅταν πολὺ καὶ λεπτὸν περιληφθὲν ἐν τοῖς νέφεσι πνεῦμα πυρωθὲν ἐκθλιφθῇ καὶ μετ᾽ ἰσχυρᾶς ἐπὶ γῆν κατασκήψῃ φορᾶς, ἐὰν μὲν ᾖ πάνυ λεπτὸν καὶ διὰ τοῦτ᾽ οὐκ ἐπικαῖον, ἀργῆτα λέγεσθαι κατὰ τοὺς ποιητάς· ἐὰν δ᾽ ἧττον, ἐπικαῖον, ψολόεντα. Τὸν μὲν γὰρ διὰ τὴν λεπτότητα καὶ πρὶν ἐκπυρῶσαι φερόμενον οἴχεσθαι διὰ τάχους, ὡς μηδ᾽ ἐπιμελᾶναί τι τῶν ὑποκειμένων· τὸν δὲ οἷον καὶ βραδύτερον, ἐπιχρῶσαι μὲν ὥσπερ ἀπ᾽ αἰθάλου, παρενεχθῆναι δὲ μηδὲν ἀφανίσαντα.
1 ⟨Ἀρείου Διδύμου⟩ · 4
I.29.1.19 · Wachsmuth pp. 235
Διὸ καὶ τὰ μὲν ἀντιτυπήσαντα φλέγεσθαι, τὰ δ᾽ εἰς τὰς ἑαυτῶν ἀραιότητας ὑποδεξάμενα μηδὲν πάσχειν. Ἤδη γοῦν ἀσπίδος πληγείσης τακῆναι μὲν τὸ χάλκωμα, τὸ δὲ ξύλον μηδὲν παθεῖν, φθάσαντος τοῦ πνεύματος διὰ τὴν τῆς ὕλης μανότητα πρὸ τῆς καύσεως διεκδραμεῖν· καὶ δι᾽ ἱματίων ὁμοίως διελθὸν οὐ κατέκαυσεν, ἀλλ᾽ οἷον τρύχος ἐποίησε. Περὶ μὲν οὖν τούτων διετάττετο οὕτως.
2 Ἀρριανοῦ · 1
I.29.2.1 · Wachsmuth pp. 235
Ὅσοι δὲ ξηροὶ ἀτμοί, ῥυέντες μὲν εὐθὺς ἀνέμους εἰργάσαντο, ἐν νέφει δὲ ἀποληφθέντες, ἔπειτα ῥηγνύντες βίᾳ τὸ νέφος βροντάς τε καὶ ἀστραπὰς ἐξέφηναν· ἐκπίπτοντες δ᾽ ἐπὶ μέγα, διάπυροι μὲν κεραυνοί· ἀθρόοι δὲ καὶ ἡμίπυροι πρηστῆρες· ὅσοι δὲ ἔρημοι πυρὸς τυφῶνες· οἱ δὲ ἔτι ἀνειμένοι ἐκνεφίαι· κατασκήψαντες δὲ ἐς γῆν ξύμπαντα ταῦτα σκηπτοὶ κλῄζονται.
2 Ἀρριανοῦ · 2
I.29.2.2 · Wachsmuth pp. 235
Οὐ δι᾽ ἴσου δὲ αἱ κοιλότητες τῶν νεφῶν καὶ ⟨αἱ⟩ ῥήξεις αἱ ἐπ᾽ αὐταῖς βροντὰς ἔχουσιν.
2 Ἀρριανοῦ · 3
I.29.2.3 · Wachsmuth pp. 235
Ἀστραπὴ δὲ ὑπὸ τῇ ῥήξει ἐκτρίβεται καὶ ἐξάπτει τὸ πνεῦμα, ὡς ἐκλάμψαι ἐπὶ μέγα. Καὶ γίγνεται μὲν ἀστραπὴ μετὰ βροντήν, ὀξυτέρα δὲ τοσόνδε, ὅσον ὄψις ἀκοῆς ὀξύτερον· καθότι ἀκοὴ μὲν πελαζούσης τῆς φωνῆς αἰσθάνεται, ὄψις δὲ ἐπὶ τὸ ὁρώμενον αὐτὸ ἐκπέμπεται.
2 Ἀρριανοῦ · 4
I.29.2.4 · Wachsmuth pp. 235-236
Κεραυνὸς δὲ ὅτι πνεῦμά ἐστιν, ἀπὸ τῶνδε τεκμηριῶσαι παρέχει· ῥήγνυσί τε ἐστὶν ἃ τῶν ἐντυχόντων, καὶ * * περιδινηθῆναι οἷά τε καὶ διικνεῖται, ⟨δι᾽⟩ ὧν οὐκ ἄν τι ἄλλο, ὅ τι μὴ πνεῦμα, διέλθοι.
2 Ἀρριανοῦ · 5
I.29.2.5 · Wachsmuth pp. 236
Ὡς δὲ ἔμπυρον πνεῦμά ἐστι, δηλοῖ μὲν τοῦτό γε καὶ ἡ ὄψις ὅτῳ ἐγγὺς κατέσκηψε, πῦρ γὰρ φαίνεται. Ἤδη δὲ καὶ ἀφ᾽ ὧν ἐργάζεται ἐδήλωσε· περιφλέγει γὰρ ἐστὶν ἃ τῶν πελασάντων, τὰ δὲ καὶ ἐξάπτει πάντῃ καὶ ἀπολείπεται ἀπ᾽ αὐτοῦ ἴχνη, οἷα δὴ ἐπὶ πυρὶ ἐκκαύσαντι ἐσβεσμένῳ.
2 Ἀρριανοῦ · 6
I.29.2.6 · Wachsmuth pp. 236
Ἐκνεφίας δὲ ἄνεμος, ἐπὰν δινούμενος ἐκπέσῃ, νέφους ῥαγέντος, τυφὼν κλῄζεται. Γίγνεται δὲ ἡ δίνη ὧδε· ἐπειδὰν κώλυμα ἐν τῷ νέφει ἐγχριμφθῇ τὸ μὴ οὐκ ἐπ᾽ εὐθὺ ἐκπεσεῖν τὴν πνοήν, ἀναστρέφεταί τε καὶ ἀνειλεῖται ἐς αὑτήν. Εἴργεται δὲ ὑπὸ πάχους νεφέλης ἐπ᾽ εὐθὺ ἐκπεσεῖν ἢ κρύους ἀποστρέψαντος ἢ ἀντιπεσούσης ἄλλης πνοῆς.
2 Ἀρριανοῦ · 7
I.29.2.7 · Wachsmuth pp. 236
Οὕτω τοι καὶ πρὸς ἄλλοτε ἀλλοῖαι θύελλαι ἀναστρέφονταί τε καὶ ἀνειλούμεναι αὖθις ἄνω ἀναφέρονται, ἐπειδὰν δὴ ἐγχρίμψας τόπος τις γῆς ἀνακόψῃ τῆς πνοῆς τὴν ἐπ᾽ εὐθὺ ὁρμήν.
2 Ἀρριανοῦ · 8
I.29.2.8 · Wachsmuth pp. 236
Καὶ δῖναι ἐν τοῖς ποταμοῖς ὕδατος ταὐτὸ τοῦτό εἰσι· φερόμενον γὰρ εὐθείᾳ τὸ ὕδωρ οὔποτ᾽ ἂν δινηθείη· ἀντιπεσόντος δὲ ἄλλοτε ἄλλου πρὸς τὴν φορὰν ἀναστρέφει ἡ ῥοή, ἀναστραφεῖσα δὲ ἐς κύκλον ἐπικάμπτει ὑπὸ τῇ ῥύμῃ, ὅτι μὴ οἵα τε ἐπ᾽ εὐθὺ ἐς τὸ ἔμπαλιν ἐκφέρεσθαι.
2 Ἀρριανοῦ · 9
I.29.2.9 · Wachsmuth pp. 236-237
Οἱ δὲ τυφῶνες καὶ τῆς νεφέλης τὸ πολὺ ἐς τὸ κάτω σὺν ἕλικι ἐπάγουσιν ἅμα σφίσι· καὶ προσπεσόντες τῇ γῇ ἀναρπάζουσιν ὅτῳ ἂν ἐντύχωσιν, ἀντικοπτομένης τῆς ῥύμης, ὡς ξὺν τῇ αὐτῇ ἕλικι ἀναστρέφεσθαι· ὥστε καὶ ναῦς ἤδη ἅμα τῷ φόρτῳ ἐμπεσόντες ἐξῆραν ἐπὶ μέγα ἔξω τῆς θαλάσσης.
2 Ἀρριανοῦ · 10
I.29.2.10 · Wachsmuth pp. 237
Κεραυνῶν δὲ πολλαὶ ἰδέαι τε καὶ ὀνόματά εἰσιν. Οἱ μὲν αὐτῶν ψολόεντες, οἱ δὲ ἀργῆτες κλῄζονται, σκηπτοί τε ὅσοι κατασκήπτουσι, καὶ αἰγίδες ὅσοι ἐν συστροφῇ ἀέρος καταφέρονται, ἕλικες δὲ ὅσοι ἐς ἑλικοειδῆ γραμμὴν διάττουσι.
2 Ἀρριανοῦ · 11
I.29.2.11 · Wachsmuth pp. 237
Καὶ δὴ ὅσοι μὲν μὴ πάντῃ ὀξέως ἐκπεσόντες ὕλῃ ἐνέτυχον καυσίμῳ, ἔκαυσάν τε αὐτὴν ὑπὸ τῇ διατριβῇ καὶ αὐτοὶ κατεσβέσθησαν τῷ ἔργῳ· ὅσοι δὲ ξὺν πολλῷ τῷ τάχει κατέσκηψαν, οὗτοι πρὶν ἐκκαῦσαι διῇξαν ὥστε ἡμίπυρα ἐστὶν ἃ ὑπολελεῖφθαι ἀπ᾽ αὐτῶν· οἱ δὲ καὶ αἰθαλώσαντες μόνον διῆλθον.
2 Ἀρριανοῦ · 12
I.29.2.12 · Wachsmuth pp. 237
Οἱ δὲ ἔτι καὶ τῶνδε ὀξύτεροι οὐδὲ ἓν ἐξεργάσασθαι ἔφθασαν, ἀλλὰ ἀραιᾷ μὲν ὕλῃ εἰ καὶ πάνυ καυσίμῳ ἐντυχόντες διεχώρησαν μόνον· ἀντιτύπῳ δὲ εἰ πελάσειαν ἐνσχεθέντες κατειργάσαντό τε αὐτὴν καὶ διέφθειραν· ὥστε κυτίδος μὲν ξύλου μαλθακοῦ ἁψάμενοι διῇξαν, ἀπαθῆ ἀπολιπόντες· τὸ δὲ χρυσίον ἔτηξαν τὸ ἐνόν, ὅτι ἐσχέθησαν ἐν τῷ χρυσίῳ.
2 Ἀρριανοῦ · 13
I.29.2.13 · Wachsmuth pp. 237-238
Καὶ χιτῶνα ἤδη οὐκ ἔκαυσαν, ἀλλὰ ἐτρύχωσαν μόνον· καὶ διὰ μὲν κεράμου διῆλθον, τὸ δὲ ἐνὸν ἐν αὐτῷ διεφόρησαν. Τούτων ξυμπάντων οἱ μὲν λαμπροὶ ἀργῆτες· ὅσοι δὲ καταιθαλώσαντες τὰ πελάσαντά σφισιν ἐπαύσαντο, οὗτοι δὴ ψολόεντες ἐπὶ τῷ ἔργῳ ἐκλήθησαν.
2 Ἀρριανοῦ · 14
I.29.2.14 · Wachsmuth pp. 238
Καὶ οἱ μὲν εὐθείᾳ κατασκήψαντες εἰς τὸ ἔμπαλιν τῇ αὐτῇ εὐθείᾳ ἀνῇξαν· οἱ δὲ ἐκ πλαγίου ἐμπεσόντες πρὸς ἴσην γωνίαν ἄνω ἀναφέρονται· καὶ οἱ μὲν ἁπλοῖ, οἱ δὲ διπλοῖ κατέσκηψαν.
2 Ἀρριανοῦ · 15
I.29.2.15 · Wachsmuth pp. 238
πλεῖστοι δὲ ἦρος καὶ μετοπώρου καὶ ἅμα βιαιότεροι περί τε πλειάδος καὶ ἀρκτούρου ἐπιτολήν, ὅτι ἐν κινήσει καὶ παθήμασι πολυειδέσιν ὁ ἀὴρ τῇδε τῇ ὥρᾳ ἐστίν, οἷα δὴ οὔτε ὑπὸ κρύει πεπηγὼς οὔτε ὑπὸ τῷ θερινῷ ἡλίῳ ἐκκεκαθαρμένος. Τοιγάρτοι καὶ ἐν χώραις ὅσαι νιφετώδεις καὶ ψυχραὶ καὶ ὅσαι αὖ κεκαυμέναι ὑπὸ ἡλίῳ ⟨εἰ⟩ κατασκήπτουσιν, οἱ κατασκήψαντες ἐν θαύμασιν ἀναφέρονται, καθάπερ ἐν Κελτοῖς καὶ παρ᾽ Αἰγυπτίοις.