Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 28

Κεφάλαιον ΚΗʹ

Περὶ κομητῶν καὶ διαϊττόντων καὶ τῶν τοιούτων.

1a ⟨Ἀετίου⟩ · 1

Τῶν Πυθαγορείων τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν κομήτην τῶν οὐκ αἰεὶ μὲν φαινομένων, διὰ δέ τινος διωρισμένου χρόνου περιοδικῶς ἀνατελλόντων· ἄλλοι δὲ ἀνάκλασιν τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον παραπλησίαν ταῖς κατοπτρικαῖς ἐμφάσεσιν.

1a ⟨Ἀετίου⟩ · 2

Ἀναξαγόρας καὶ Δημόκριτος σύνοδον ἀστέρων δυοῖν ἢ καὶ πλειόνων κατὰ συναυγασμόν.

1a ⟨Ἀετίου⟩ · 3

Ἀριστοτέλης τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως διάπυρον σύστασιν.

1a · 4

* * κομήτας δὲ ὅταν ἐπὶ πλέον ἐξαφθῇ καὶ πρὸς πλείονα διαμένῃ χρόνον, τοῦ μὲν ἀστέρος φαινομένου κάτωθεν, τῆς δὲ κόμης ἄνωθεν ἐπιλαμπούσης· πωγωνίας δὲ ὅταν ἔμπαλιν ὁ μὲν ἀστὴρ ἄνωθεν θεωρῆται, ἡ δὲ κόμη κάτωθεν, παρεχομένη τῷ σχήματι πώγωνος ἔμφασιν.

1a ⟨Ἀετίου⟩ · 5

Στράτων ἄστρου φῶς περιληφθὲν νέφει πυκνῷ, καθάπερ ἐπὶ τῶν λαμπτήρων γίνεται.

1a ⟨Ἀετίου⟩ · 6

Ἡρακλείδης ὁ Ποντικὸς νέφος μετάρσιον ὑπὸ μεταρσίου φωτὸς καταυγαζόμενον. Ὁμοίως δ᾽ αἰτιολογεῖ πωγωνίαν, δοκίδας, κίονα καὶ τὰ τούτοις συγγενῆ, καθάπερ ἀμέλει πάντες οἱ Περιπατητικοὶ παρὰ τοὺς τοῦ νέφους ταῦτα γίνεσθαι σχηματισμούς.

1a ⟨Ἀετίου⟩ · 7

Ἐπιγένης πνεύματος ἀναφορὰν γεωμιγοῦς πεπυρωμένου.

Βόηθος ἀέρος ἀνημμένου φαντασίαν.

Διογένης ἀστέρας εἶναι τοὺς κομήτας.

1a ⟨Ἀετίου⟩ · 8

Ἀναξαγόρας τοὺς καλουμένους διάττοντας ἀπὸ τοῦ αἰθέρος σπινθήρων δίκην καταφέρεσθαι, διὸ καὶ παραυτίκα σβέννυσθαι.

Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου βίαιον ἔμπτωσιν πολλάκις σπινθηρίζειν.

1a ⟨Ἀετίου⟩ · 9

Ξενοφάνης πάντα τὰ τοιαῦτα νεφῶν πεπυρωμένων συστήματα ἢ κινήματα.

1b · 1

Χαλδαίοις μὲν δὴ λόγος περὶ κομητῶν ὧδε γιγνώσκειν, ὅτι εἰσί τινες καὶ ἄλλοι ἔξω τῶν φαινομένων πλανητῶν ἀστέρες, οἳ τέως μὲν ἀφανεῖς εἰσιν, ὅτι ἐπὶ πολὺ ἄνω που ἀφ᾽ ἡμῶν φέρονται, ἤδη δὲ καὶ ταπεινωθέντες ὤφθησαν οὕτως ὡς ξένοι ἐνεχθέντες εἰς τὰ ὅλα· καὶ τούτους κομήτας καλεῖν φίλον τοῖς οὐ γιγνώσκουσιν, ὅτι καὶ αὐτοὶ ἐκ τῶν πολλῶν ἀστέρων εἰσίν. ἀφανίζεσθαι δὲ δοκοῦσιν, ἐπειδὰν ἀνενεχθῶσιν εἰς τὴν σφῶν χώραν, δύντες εἰς τὸ βάθος τοῦ αἰθέρος, ὥσπερ εἰς τὸν τοῦ πελάγους βυθὸν οἱ ἰχθῦς.

1b · 2

Οἱ δὲ ὑπ᾽ ἀνέμων ἢ θυέλλης ἀναφέρεσθαί τινα γεώδη ἐς τὸν ἄνω ἀέρα ἐδόξασαν καὶ ταῦτα ἐκπυρωθέντα καὶ εἰς τὴν δίνην ἐμπεσόντα τοῦ αἰθέρος ξυμπερινοστεῖν τῷ παντὶ ἐπὶ χρόνον, ἔπειτα ἀπαναλωθέντα πρὸς τοῦ πυρὸς ἀφανῆ καθίστασθαι, καὶ τοὺς κομήτας δὴ καλουμένους ἀστέρας ταῦτα εἶναι.

1b · 3

Δημοκρίτου δὲ ὁ λόγος λεγόμενός ἐστιν, ὡς κατ᾽ ἀντίλαμψιν τῶν πλανωμένων ἀστέρων πρὸς ἀλλήλους τε καὶ τοὺς ἀπλανεῖς οἱ κομῆται ξυνίστασθαι δοκοῦσι, καθάπερ πλειόνων κατόπτρων ἀντιλαμπόντων σφίσιν ἤδη τινὰ ὤφθη ἀστεροειδῆ φαντάσματα.

2 Ἀρριανοῦ · 1

Ἀρριανός φησιν· “Ὅσα δὲ μένει ἐπὶ χρόνον τὰ μέν πως ξυμπεριφερόμενα τῷ οὐρανῷ, τὰ δὲ ἤδη τινὰ κατ᾽ ἰδίαν πλάνην πλανώμενα, οὗτοί εἰσιν οἱ κομῆται ἀστέρες καὶ λαμπάδες καὶ πωγωνίαι καὶ πίθοι καὶ δοκίδες, καθ᾽ ὁμοιότητα ἑκάστῃ ἰδέᾳ τῆς ἐπωνυμίας λαχόντα.”

2 Ἀρριανοῦ · 2

* * “Τεκμήριον δὲ ὅτι μὴ παραυτίκα διαφθείρεται, ὡς εἴ γε ἐν τῷ ἀέρι ξυνίσταντο, ταχεῖα ἂν ἐγίγνετο αὐτοῖς ἐν τῷ ψυχρῷ ἡ σβέσις. Ὅτι δὲ πρόσκαιρά ἐστιν, ἡ φθορὰ αὐτῶν ἐδήλωσε,

2 Ἀρριανοῦ · 3

καὶ ὅτι πρὸς ἄρκτοις μᾶλλόν τι ἢ ἄλλῃ χώρᾳ ξυνίσταται τοῦ οὐρανοῦ καὶ τοῦτο ἐπ᾽ αὐτὸν φέρει, ἔνθα παχύς τε ὁ ἀὴρ [καὶ] μᾶλλον καὶ ξύστασις οὐ ῥᾳδία, φορηθῆναι πρὸς τὴν οὖ.

2 Ἀρριανοῦ · 4

Φέρονταί τε ἀτάκτως οἱ πολλοὶ τῶν κομητῶν, ἐπινεμόμενοι, ἐμοὶ δοκεῖν, τὴν ἄνω ἀναφερομένην τροφὴν καὶ ταύτῃ ἐφομαρτοῦντες.

2 Ἀρριανοῦ · 5

Ἡ δὲ ἀρχὴ αὐτῶν ἀστεροειδής ἐστι, καθότι ἐς σφαῖραν ξυνάγεσθαι πέφυκε πᾶν, ὅσον πυροειδές· ἡ δὲ κόμη αὐγοειδής, τῶν μὲν ὥσπερ ἄφετος ἀνειμένη, τῶν δὲ ἐπ᾽ εὐθὺ ἰοῦσα καὶ ἐς τὸ ἄνω μᾶλλόν τι ἀπὸ τοῦ ἀστέρος τεινομένη.

2 Ἀρριανοῦ · 6

Οἱ δὲ πίθοι ὀλιγάκις πεφήνασι, καθότι πλείονος δέονται ξυναγωγῆς πυρός. Ἤδη δὲ καὶ τῶν ἀπλανῶν ἐστὶν οἳ ξὺν κόμῃ ἐφάνησαν, ἐπειδὰν περὶ αὐτοὺς ⟨ἡ τοῦ⟩ ἀέρος ἀναφορὰ πυκνωθεῖσα ξυναφὲς ἐργάσηται τῆς κόμης τὸ εἴδωλον, καθάπερ καὶ ἅλως ξυναφεῖς αὐτοῖς τοῖς ἄστροις φαίνονται.

2 Ἀρριανοῦ · 7

Ἤδη δὲ καὶ πλησίον ἡλίου ξυστάντες κομῆται οἳ μὲν ἔφθησαν ἀφανισθῆναι πρὶν τὴν γένεσιν αὐτῶν καταστῆναι ἐμφανῆ· οἳ δὲ ἐκλείποντος ἡλίου ἐξεφάνησαν, οἳ δὲ καὶ ἐπικαταδύνοντες τῷ ἡλίῳ, πρόσθεν, οἷα δὴ εἰκός, ὑπὸ τῶν αὐγῶν καταλαμπόμενοι, τῷ μὴ ἐμφανεῖς καθίστασθαι.

2 Ἀρριανοῦ · 8

Ὥστε ἐκεῖνος ἂν κρατοίη ὁ λόγος ⟨ὁ⟩ ἀποφαίνων ἀέρος πιλήματα, ἀποθλιβόμενα καὶ ἐμπίπτοντα ἐς τὰ κατωτέρω καὶ τῷ ἀέρι ξυναφῆ τοῦ αἰθέρος, ἐξαφθέντα, ἔστ᾽ ἂν ὑπάρχῃ περὶ αὐτοὺς ἡ τροφή, ξυμμένειν τε καὶ ξυμπερινοστεῖν τῷ αἰθέρι.”

2 Ἀρριανοῦ · 9

Καὶ ταῦτα, ὅπως ἂν τύχῃ, ἀπὸ τῆς ἰδέας ἐπικλήζεσθαι ἕκαστον, κομήτας μέν, ἀφ᾽ ὧν ὥσπερ κόμη ἐς τὰ κύκλῳ ἀπολάμπει αὐγὴ πυρός· πωγωνίας δὲ ἀφ᾽ ὅτων ἐς πώγωνος σχῆμα ἀπήρτηται αὐγὴ ἐς τὸ ἐπιθάτερα· πίθους δὲ ὅσα μεγάλα, κυκλοτερῆ καί τι καὶ βάθους ἐν σφισιν ἐξέφηνε· δοκοὺς δὲ αὖ καὶ λαμπάδας καθ᾽ ὁμοιότητα τοῦ εἴδους ⟨ἐφ᾽ ὅ⟩τῳ ἐπιφημίζονται.

2 Ἀρριανοῦ · 10

“Φαίνεται δὲ τούτων ἕκαστον καὶ ἑσπέριον καὶ ἑῷον, τὰ δὲ καὶ ἀμφιφανῆ φαίνεται. Ἀμφιφανῆ δὲ κλῄζουσιν, ὅσα περὶ πρῶτα τῆς νυκτὸς φανέντα πρὸς δύσει, ἔπειτα ἐν τῇ αὐτῇ νυκτί, πρὶν ἡμέραν ἐπιλαβεῖν, ἔφθη ἀνασχόντα.”

Contents

Sign in to save your reading →