Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 27

Κεφάλαιον ΚΖʹ

Περὶ γάλακτος.

1 ⟨Ἀετίου⟩

Κύκλος ἐστὶ νεφελοειδής, ἐν μὲν τῷ ἀέρι διὰ παντὸς φαινόμενος, διὰ δὲ τὴν λευκόχροιαν ὀνομαζόμενος γαλαξίας.

2 ⟨Ἀετίου⟩ · 1

Τῶν Πυθαγορείων οἱ μὲν ἔφασαν ἀστέρος εἶναι διάκαυσιν, ἐκπεσόντος μὲν ἀπὸ τῆς ἰδίας ἕδρας, δι᾽ οὗ δὲ περιέδραμε χωρίον κυκλοτερῶς αὐτὸ περιφλέξαντος ἐπὶ τοῦ κατὰ Φαέθοντα ἐμπρησμοῦ· οἱ δὲ τὸν ἡλιακὸν ταύτῃ φασὶ κατ᾽ ἀρχὰς γεγονέναι δρόμον.

2 ⟨Ἀετίου⟩ · 2

Τινὲς δὲ κατοπτρικὴν εἶναι φαντασίαν τοῦ ἡλίου τὰς αὐγὰς πρὸς τὸν οὐρανὸν ἀνακλῶντος, ὅπερ κἀπὶ τῆς ἴριδος ἐπὶ τῶν νεφῶν συμβαίνει.

3 ⟨Ἀετίου⟩

Μητρόδωρος διὰ τὴν πάροδον τοῦ ἡλίου, τοῦτον γὰρ εἶναι τὸν ἡλιακὸν κύκλον.

4 ⟨Ἀετίου⟩

Παρμενίδης τὸ τοῦ πυκνοῦ καὶ τὸ τοῦ ἀραιοῦ μίγμα γαλακτοειδὲς ἀποτελέσαι χρῶμα.

5 ⟨Ἀετίου⟩

Ἀναξαγόρας τὴν σκιὰν τῆς γῆς κατὰ τόδε τὸ μέρος ἵστασθαι τοῦ οὐρανοῦ, ὅταν ὑπὸ τὴν γῆν ὁ ἥλιος γενόμενος μὴ πάντα περιφωτίζῃ.

6 ⟨Ἀετίου⟩

⟨Δημόκριτος⟩ πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων ἀλλήλοις διὰ τὴν πύκνωσιν συναυγασμόν.

7 ⟨Ἀετίου⟩ · 1

Ἀριστοτέλης ἀναθυμιάσεως ξηρᾶς ἔξαψιν πολλῆς τε καὶ συνεχοῦς.

7 ⟨Ἀρείου Διδύμου⟩ · 2

Τὸν γὰρ κύκλον ἐν ᾧ δοκεῖ θεωρεῖσθαι μέγιστον ὄντα, πλήρη τῶν μεγίστων ὑπάρχειν καὶ λαμπροτάτων ἄστρων καὶ ἔτι τῶν σποράδων καλουμένων, ὥστε διὰ ταῦτα συνεχῶς πλείστην περὶ τοῦτον ἀθροίζεσθαι τὸν τόπον τὴν ἀπὸ τῆς γῆς ἀναθυμίασιν καὶ ποιεῖν τὴν τοῦ γάλακτος φαντασίαν.

8 ⟨Ἀετίου⟩

Ποσειδώνιος πυρὸς σύστασιν, ἄστρου μὲν μανωτέραν, αὐγῆς δὲ πυκνοτέραν.

Contents

Sign in to save your reading →