Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
6 Ἀράτου · στ. 783-787
I.26.6.2 · Wachsmuth pp. 224
Λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα εὔδιός κ᾽ εἴη· λεπτὴ δὲ καὶ εὖ μάλ᾽ ἐρευθὴς πνευματίη· παχίων δὲ καὶ ἀμβλείῃσι κεραίαις τέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσα ἢ νότῳ ἀμβλύνεται ἢ ὕδατος ἐγγὺς ἐόντος.
6 Ἀράτου · στ. 788-795
I.26.6.3 · Wachsmuth pp. 224
Εἰ δέ κ᾽ ἀπ᾽ ἀμφοτέρων κεράων τρίτον ἦμαρ ἄγουσα μήτε τι νευστάζῃ μήθ᾽ ὑπτιόωσα φαείνῃ, ἀλλ᾽ ὀρθὰς ἑκάτερθε περιγνάμπτουσα κεραίας, ἑσπέριοί κ᾽ ἄνεμοι κείνην μετὰ νύκτα φέροιντο. Εἰ δ᾽ αὔτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινοῖ, ἦτ᾽ ἂν χειμῶνος συναγειρομένοιο διδάσκοι. εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύῃ, δειδέχθαι βορέω, ὅτε δ᾽ ὑπτιάῃσι, νότοιο.
6 Ἀράτου · στ. 796-798
I.26.6.4 · Wachsmuth pp. 224
Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσῃ πάντῃ ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη· μείζονι δ᾽ ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο.
6 Ἀράτου · στ. 799-804
I.26.6.5 · Wachsmuth pp. 225
Σκέπτεο δ᾽ ἐς πληθὺν τε καὶ ἀμφότερον διχόωσαν, ἠμὲν ἀεξομένην, ἠδ᾽ ἐς κέρας αὖθις ἰοῦσαν· καί οἱ ἐπὶ χροιῇ τεκμαίρεο μηνὸς ἑκάστου. Πάντῃ μὲν καθαρῇ κε μάλ᾽ εὔδια τεκμήραιο· πάντα δ᾽ ἐρευθομένῃ δοκέειν ἀνέμοιο κέλευθον, ἄλλοθι δ᾽ ἄλλο μελαινομένῃ δοκέειν ὑετοῖο.
6 Ἀράτου · στ. 805-810
I.26.6.6 · Wachsmuth pp. 225
Σήματα δ᾽ οὐ μάλα πᾶσιν ἐπ᾽ ἤμασι πάντα τέτυκται· ἀλλ᾽ ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέλονται μέσφα διχαζομένης, διχάδος γε μὲν ἄχρις ἐπ᾽ αὐτὴν σημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνου ἐς διχάδα φθιμένην· δέχεται μὲν αὐτίκα τετρὰς μηνὸς ἀποιχομένου, ἡ δὲ τριτάτη ἀπιόντος.
6 Ἀράτου · στ. 811-817
I.26.6.7 · Wachsmuth pp. 225
Εἰ δέ κέ μιν περὶ πᾶσαν ἅλωαι κυκλώσωνται ἢ τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μί᾽ οἴη, τῇ μὲν ἰῇ ἀνέμοιο γαληναίης τε δοκεύειν, ῥηγνυμένῃ ἀνέμοιο, μαραινομένῃ δὲ γαλήνης· ταὶ δύο δ᾽ ἂν χειμῶνι περιτροχάοιντο σελήνην· μείζονα δ᾽ ἂν χειμῶνα φέροι τριέλικτος ἁλωή, καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥήγνυτο μᾶλλον.