Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 26

Κεφάλαιον ΚϚʹ

Περὶ σελήνης οὐσίας καὶ μεγέθους καὶ σχήματος ⟨φωτισμῶν τε καὶ περὶ ἐκλείψεως καὶ ἐμφάσεως καὶ περὶ ἀποστημάτων καὶ σημείων⟩.

1a ⟨Ἀετίου⟩ · 1

Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλάσιον τῆς γῆς, ὅμοιον ἁρματείῳ ⟨τροχῷ⟩, κοίλην ἔχοντα τὴν ἁψῖδα καὶ πυρὸς πλήρη, καθάπερ τὸν τοῦ ἡλίου, κείμενον λοξόν, ὡς κἀκεῖνον, ἔχοντα μίαν ἐκπνοήν, οἷον πρηστῆρος αὐλόν· ἐκλείπειν δὲ κατὰ τὰς τροπὰς τοῦ τροχοῦ.

1a ⟨Ἀετίου⟩ · 2

Ἀναξιμένης πυρίνην τὴν σελήνην.

1b ⟨Ἀετίου⟩

Παρμενίδης πυρίνην. Ἴσην δὲ τῷ ἡλίῳ, καὶ γὰρ ἀπ᾽ αὐτοῦ φωτίζεται.

1c ⟨Ἀετίου⟩

Ἡράκλειτος σκαφοειδῆ τῷ σχήματι.

1d ⟨Ἀετίου⟩

Ξενοφάνης νέφος εἶναι πεπιλημένον.

1e ⟨Ἀετίου⟩ · 1

Θαλῆς γεώδη τὴν σελήνην ἀπεφήνατο.

Ἀναξαγόρας καὶ Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας.

Διογένης κισηροειδὲς ἄναμμα τὴν σελήνην.

1e ⟨Ἀετίου⟩ · 2

Ἴων σῶμα τῇ μὲν ὑελοειδές, διαυγές, τῇ δὲ ἀφεγγές.

Βήρωσος ἡμιπύρωτον σφαῖραν τὴν σελήνην.

1e ⟨Ἀετίου⟩ · 3

Ἡρακλείδης καὶ Ὄκελλος γῆν ὁμίχλῃ περιεχομένην.

Πυθαγόρας κατοπτροειδὲς σῶμα.

1f ⟨Ἀετίου⟩

Ἐμπεδοκλῆς ἀέρα συνεστραμμένον νεφοειδῆ, πεπηγότα ὑπὸ πυρός, ὥστε σύμμικτον. Δισκοειδῆ δὲ τῷ σχήματι.

Τινὲς δὲ κυλινδροειδῆ.

1g ⟨Ἀετίου⟩

Πλάτων ἐκ πλείονος τοῦ πυρὸς εἶναι τὴν σελήνην.

1h ⟨Ἀετίου⟩

Ἀριστοτέλης σελήνην ἐν μεθορίοις ἀέρος τεταγμένην καὶ τῆς πέμπτης οὐσίας μετέχουσαν ἐν μηνὶ περιέρχεσθαι τὸν ἴδιον κύκλον. Ἐλάττονα δὲ τῆς γῆς εἶναι τῷ μεγέθει.

1i ⟨Ἀρείου Διδύμου⟩ · 1

Ζήνων τὴν σελήνην ἔφησεν ἄστρον νοερὸν καὶ φρόνιμον, πύρινον δὲ πυρὸς τεχνικοῦ.

1i ⟨Ἀρείου Διδύμου⟩ · 2

Κλεάνθης πυροειδῆ τὴν σελήνην, πιλοειδῆ δὲ τῷ σχήματι.

1k ⟨Ἀετίου⟩

Ποσειδώνιος δὲ καὶ οἱ πλεῖστοι τῶν Στωικῶν μικτὴν ἐκ πυρὸς καὶ ἀέρος. Μείζονα δὲ τῆς γῆς, ὡς καὶ τὸν ἥλιον. Σφαιροειδῆ δὲ τῷ σχήματι· σχηματίζεσθαι δὲ αὐτὴν πολλαχῶς, καὶ γὰρ πανσέληνον γινομένην καὶ διχότομον καὶ ἀμφίκυρτον καὶ μηνοειδῆ.

1l ⟨Ἀρείου Διδύμου⟩ · 1

Χρύσιππος τὸ ἀθροισθὲν ἔξαμμα μετὰ τὸν ἥλιον νοερὸν ἐκ τοῦ ἀπὸ τῶν ποτίμων ὑδάτων ἀναθυμιάματος· διὸ καὶ τούτοις τρέφεσθαι. Σφαιροειδῆ δὲ εἶναι.

1l ⟨Ἀρείου Διδύμου⟩ · 2

Μῆνα δὲ καλεῖσθαι τὴν τοῦ δρόμου αὐτῆς περίοδον. Μείς δ᾽ ἐστί, φησί, τὸ φαινόμενον τῆς σελήνης πρὸς ἡμᾶς, ἢ σελήνη μέρος ἔχουσα φαινόμενον πρὸς ἡμᾶς.

2 Περὶ φωτισμῶν

Περὶ δὲ φωτισμῶν αὐτῆς.

2 ⟨Ἀετίου⟩ · 1

Ἀναξίμανδρος, Ξενοφάνης, Βήρωσος ἴδιον αὐτὴν ἔχειν φῶς.

Ἀριστοτέλης ἴδιον μέν, ἀραιότερον δέ πως.

Οἱ Στωικοὶ ἀμαυροφανές, ἀεροειδὲς γάρ.

2 ⟨Ἀετίου⟩ · 2

Ἀντιφῶν ἰδιοφεγγῆ μὲν τὴν σελήνην, τὸ δ᾽ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου τὸ ἀσθενέστερον ἀμαυροῦν· ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.

2 ⟨Ἀετίου⟩ · 3

Θαλῆς πρῶτος ἔφη ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι. Πυθαγόρας, Παρμενίδης, Ἐμπεδοκλῆς, Ἀναξαγόρας, Μητρόδωρος ὁμοίως.

2 ⟨Ἀετίου⟩ · 4

Ἡράκλειτος ταὐτὸν πεπονθέναι τήν τε σελήνην καὶ τὸν ἥλιον. Σκαφοειδεῖς δὲ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας, δεχομένους τὰς ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως αὐγάς, φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπροτέρως μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολωτέρῳ καὶ διὰ τοῦτο ἀμαυροτέραν φαίνεσθαι.

3 Περὶ ἐκλείψεως

Περὶ δὲ ἐκλείψεως σελήνης.

3 ⟨Ἀετίου⟩ · 1

Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου.

Βήρωσος κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους.

Ἀλκμαίων, Ἡράκλειτος, Ἀντιφῶν κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν καὶ τὰς περικλίσεις.

3 ⟨Ἀετίου⟩ · 2

Τῶν Πυθαγορείων τινὲς κατὰ τὴν Ἀριστοτέλειον ἱστορίαν καὶ τὴν Φιλίππου τοῦ Ὀπουντίου ἀπόφασιν ἀντιφράξει τότε μὲν τῆς γῆς, τότε δὲ τῆς ἀντίχθονος.

3 ⟨Ἀετίου⟩ · 3

Τῶν δὲ νεωτέρων εἰσί τινες οἷς ἔδοξε κατ᾽ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἕως ⟨ἂν⟩ τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου καθ᾽ ἣν τελείως σβέννυται.

3 ⟨Ἀετίου⟩ · 4

Ξενοφάνης καὶ τὴν μηνιαίαν ἀπόκρυψιν κατὰ σβέσιν.

3 ⟨Ἀετίου⟩ · 5

Θαλῆς, Ἀναξαγόρας, Πλάτων, οἱ Στωικοὶ τοῖς μαθηματικοῖς συμφώνως τὰς μὲν μηνιαίους ἀποκρύψεις συνοδεύουσαν αὐτὴν ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δ᾽ ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ [μὲν] ἀμφοτέρων τῶν ἀστέρων γενομένης, μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης.

3 ⟨Ἀετίου⟩ · 6

Ἀναξαγόρας, ὡς φησι Θεόφραστος, καὶ τῶν ὑποκάτω τῆς σελήνης ἔσθ᾽ ὅτε σωμάτων ἐπιπροσθούντων.

Χρύσιππος ἐκλείπειν τὴν σελήνην τῆς γῆς αὐτῇ ἐπιπροσθούσης καὶ εἰς σκιὰν αὐτῆς ἐμπίπτουσαν.

4 Περὶ ἐμφάσεως

Περὶ δὲ ἐμφάσεως αὐτῆς.

4 ⟨Ἀετίου⟩ · 1

Τῶν Πυθαγορείων τινὲς μέν, ὧν ἐστι Φιλόλαος, τὸ γεωφανὲς αὐτῆς εἶναι διὰ τὸ περιοικεῖσθαι τὴν σελήνην, καθάπερ τὴν παρ᾽ ἡμῖν γῆν, ζῴοις καὶ φυτοῖς μείζοσι καὶ καλλίοσιν. Εἶναι γὰρ πεντεκαιδεκαπλάσια τὰ ἐπ᾽ αὐτῆς ζῷα τῇ δυνάμει, μηδὲν περιττωματικὸν ἀποκρίνοντα, καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει.

4 ⟨Ἀετίου⟩ · 2

Ἄλλοι δὲ τὴν ἐν τῇ σελήνῃ ἔμφασιν ἀνάκλασιν εἶναι τῆς πέραν τοῦ διακεκαυμένου κύκλου τῆς οἰκουμένης ὑφ᾽ ἡμῶν θαλάττης.

4 ⟨Ἀετίου⟩ · 3

Ἀναξαγόρας ἀνωμαλότητα συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες, τὰ μὲν ἐχούσης ὑψηλά, τὰ δὲ ταπεινά, τὰ δὲ κοῖλα. Καὶ παραμεμίχθαι τῷ πυροειδεῖ τὸ ζοφῶδες, ὧν τὸ πάθος ὑποφαίνει τὸ σκιερόν· ὅθεν ψευδοφανῆ λέγεσθαι τὸν ἀστέρα.

4 ⟨Ἀετίου⟩ · 4

Δημόκριτος ἀποσκίασμά τι τῶν ὑψηλῶν ἐν αὐτῇ μερῶν· ἄγκη γὰρ αὐτὴν ἔχειν καὶ νάπας.

Παρμενίδης διὰ τὸ παραμεμίχθαι τῷ περὶ αὐτὴν πυρώδει τὸ ζοφῶδες, ὅθεν ψευδοφανῆ τὸν ἀστέρα καλεῖ.

4 ⟨Ἀετίου⟩ · 5

Οἱ Στωικοὶ διὰ τὸ ἀερομιγὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.

Ἀριστοτέλης μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα διὰ τὰ πρόσγεια ἀερώματα τοῦ αἰθέρος, ὃν προσαγορεύει σῶμα πέμπτον.

4 ⟨Ἀετίου⟩ · 6

Οἱ ἀπὸ τῶν μαθηματικῶν τὸ ἀνώμαλον συγκριτικὸν αἰτιῶνται. Καθάπερ οὖν τῶν προσαυγαζομένων ὑπὸ τοῦ ἡλίου νεφῶν τὰ μὲν ἀραιότερα μέρη λαμπρότερα φαίνεσθαι, τὰ δὲ πυκνότερα ἀμαυρότερα, οὕτως καὶ τῆς σελήνης ἐοικυίας μὲν νεφελοειδεῖ πιλήματι, προσαυγαζομένης δ᾽ ὑπὸ τοῦ ἡλίου.

4 ⟨Ἀετίου⟩ · 7

Ξενοφάνης τὸν μὲν ἥλιον χρήσιμον εἶναι πρὸς τὴν τοῦ κόσμου καὶ τὴν τῶν ἐν αὐτῷ ζῴων γένεσίν τε καὶ διοίκησιν, τὴν δὲ σελήνην παρέλκειν.

5 Περὶ ἀποστημάτων

Περὶ δὲ τῶν ἀποστημάτων.

5 ⟨Ἀετίου⟩ · 1

Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τῆς σελήνης ἀπὸ ⟨τῆς⟩ γῆς ἤπερ ἀπὸ τοῦ ἡλίου.

Οἱ δὲ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον.

5 ⟨Ἀετίου⟩ · 2

Ἐρατοσθένης τὸν ἥλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας [μυριάδων] τετρακοσίας καὶ στάδια ὀκτάκις μύρια· τὴν δὲ σελήνην ἀπέχειν ἀπὸ τῆς γῆς μυριάδας ἑβδομήκοντα ὀκτὼ σταδίων.

5 ⟨Ἀετίου⟩ · 3

Ἐμπεδοκλῆς τοῦ ὕψους τοῦ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν, ἥτις ἐστὶν ἀφ᾽ ἡμῶν ἀνάτασις, πλείονα εἶναι τὴν κατὰ τὸ πλάτος διάστασιν, κατὰ τοῦτο τοῦ οὐρανοῦ μᾶλλον ἀναπεπταμένου διὰ τὸ ᾠῷ παραπλησίως τὸν κόσμον κεῖσθαι.

5 ⟨Ἀετίου⟩ · 4

Βόηθος δὲ πρὸς τὴν φαντασίαν δέχεται τὸ ἀναπεπταμένον, οὐ κατὰ τὴν ὑπόστασιν.

6 (2) Σημεῖα σελήνης

Σημεῖα σελήνης.

Ἐκ τῶν Ἀράτου Φαινομένων.

6 Ἀράτου · στ. 778-782

Σκέπτεο δὴ πρώτην κεράων ἑκάτερθε σελήνην· ἄλλοτε γάρ τ᾽ ἄλλη μιν ἐπιγράφει ἕσπερος αἴγλη, ἄλλοτε δ᾽ ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην εὐθὺς ἀεξομένην, αἱ μὲν τρίτῃ, αἱ δὲ τετάρτῃ· τάων καὶ περὶ μηνὸς ἐφεσταότος κε πύθοιο.

Contents

Sign in to save your reading →