Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
9 (5) ⟨Ἀράτου Φαινομένων⟩ · 832-839
I.25.9.2 · Wachsmuth pp. 215
Σκέπτεο δ᾽ εἴ κέ τοι αὐγαὶ ὑπείκωσ᾽ ἠελίοιο αὐτὸν ἐς ἠέλιον (τοῦ γὰρ σκοπιαὶ καὶ ἄρισται), εἴ τί που ⟨ἢ⟩ καὶ ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα, ἢ εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστω σήματα μέλλοντος, τὰ δ᾽ ἐρευθέα πάντ᾽ ἀνέμοιο· εἴ γε μὲν ἀμφοτέρων ἄμυδις κεχρωσμένος εἴη, καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο.
9 (5) ⟨Ἀράτου Φαινομένων⟩ · 840-846
I.25.9.3 · Wachsmuth pp. 215
Εἰ δέ τοι ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο ἀκτῖνες συνίωσι καὶ ἀμφ᾽ ἑνὶ πεπλήθωσιν, ἤ ποτε καὶ νεφέων πεπιεσμένος ἤ ὅγ᾽ ἐς ἠῶ ἔρχηται παρὰ νυκτὸς ἢ ἐξ ἠοῦς ἐπὶ νύκτα, ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα. Μηδ᾽ ὅτε οἱ ὀλίγη νεφέλη πάρος ἀντέλλῃσι, τὴν δὲ μετ᾽ ἀκτίνων κεχρημένος αὐτὸς ἀερθῇ,
9 (5) ⟨Ἀράτου Φαινομένων⟩ · 847-853
I.25.9.4 · Wachsmuth pp. 215-216
ἀμνηστεῖν ὑετοῖο. Πολὺς δ᾽ ὅτε οἱ περὶ κύκλος οἷον τηκομένῳ ἐναλίγκιος εὐρύνηται, πρῶτον ἀνερχομένοιο καὶ ἂψ ἐπὶ μεῖον ἴῃσιν, εὔδιός κε φέροιτο· καὶ εἴ ποτε χείματος ὥρῃ ὠχρήσαι κατιών· ἀτὰρ ὕδατος ἡμερινοῖο γινομένου, κατόπισθε περὶ νέφεα σκοπέεσθαι κὰδ δὴ δυομένου τετραμμένος ἠελίοιο.
9 (5) ⟨Ἀράτου Φαινομένων⟩ · 854-861
I.25.9.5 · Wachsmuth pp. 216
Ἢν μὲν ὑποσκιάῃσι μελαινομένῃ εἰκυῖα ἠέλιον νεφέλη, ταὶ δ᾽ ἀμφί μιν ἔνθα καὶ ἔνθα ἀκτῖνες μεσσηγὺς ἑλισσόμεναι διχόωνται, ἦ τ᾽ ἂν ἔτ᾽ εἰς ἠῶ σκέπαος κεχρημένος εἴης. Εἰ δ᾽ ὁ μὲν ἀνέφελος βάπτοι ῥόον ἑσπερίοιο, ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἀποιχομένοιο πλησίαι ἑστήκωσιν ἐρευθέες, οὔ σε μάλα χρὴ αὔριον οὐδ᾽ ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο·
9 (5) ⟨Ἀράτου Φαινομένων⟩ · 862-868
I.25.9.6 · Wachsmuth pp. 216
ἀλλ᾽ ὁπότ᾽ ἠελίοιο μαραινομένῃσιν ὁμοῖαι ἐξαπίνης ἀκτῖνες ἀπ᾽ οὐρανόθεν τανύωνται, οἷον ἀμαλδύνονται, ὅτε σκιάῃσι κατ᾽ ἰθὺ ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη. οὐδ᾽ ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ φαίνονται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι, ἄρραντοι γίγνονται ἐπ᾽ ἤματι κείνῳ ἄρουραι.
9 (5) ⟨Ἀράτου Φαινομένων⟩ · 869-876
I.25.9.7 · Wachsmuth pp. 216-217
Μηδ᾽ αὔτως, ἔτ᾽ ἐόντι πέρην ὁπότε προταθεῖσαι ἀκτῖνες φαίνονται ἐπίσκιοι ἠῶθι πρό, ὕδατος ἢ ἀνέμοιο κατοισομένου λελαθέσθαι. Ἀλλ᾽ εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντο ἀκτῖνες, μᾶλλόν κεν ἐφ᾽ ὕδατι σημαίνοιεν· εἰ δ᾽ ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν, οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα, ἦ τ᾽ ἂν ἐπερχομένοιο περιδνοφέοιντ᾽ ἀνέμοιο.
9 (5) ⟨Ἀράτου Φαινομένων⟩ · 877-879
I.25.9.8 · Wachsmuth pp. 217
Οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἅλωαι εὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαι μᾶλλον χειμέριαι· δύο δ᾽ ἂν χαλεπώτεραι εἶεν.
9 (5) ⟨Ἀράτου Φαινομένων⟩ · 880-886
I.25.9.9 · Wachsmuth pp. 217
Σκέπτεο δ᾽ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο εἴ πού ⟨οἱ⟩ νεφέων, τὰ παρήλια κικλῄσκονται, ἢ νότου ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτερθεν. μηδ᾽ οὕτω σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν· οὐ γάρ, ὅτ᾽ ἀμφοτέρωθεν ὁμοῦ περὶ μέσσον ἔχωσιν ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο, γίγνεται ἀμβολίη Διόθεν χειμῶνος ἰόντος.
9 (5) ⟨Ἀράτου Φαινομένων⟩ · 887-891
I.25.9.10 · Wachsmuth pp. 217
Εἴ γε μὲν ἐκ βορέαο μί᾽ οἴη φοινίσσοιτο, ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο, ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσ᾽ ὑετοῖο. Ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις· ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.