Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον ΚΕʹ
I.25.heading · Wachsmuth pp. 207
Περὶ οὐσίας ἡλίου καὶ μεγέθους σχήματός τε καὶ τροπῶν καὶ ἐκλείψεως καὶ σημείων καὶ κινήσεως.
1a ⟨Ἀετίου⟩
I.25.1a · Wachsmuth pp. 207
Ξενοφάνης ἐκ νεφῶν πεπυρωμένων εἶναι τὸν ἥλιον. Ἔκλειψιν δὲ γίνεσθαι κατὰ σβέσιν· ἕτερον δὲ πάλιν ταῖς ἀνατολαῖς γίνεσθαι. Παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφ᾽ ὅλον μῆνα καὶ πάλιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι.
1b ⟨Ἀετίου⟩
I.25.1b · Wachsmuth pp. 207-208
Θεόφραστος ἐν τοῖς Φυσικοῖς γέγραφεν, ἐκ πυριδίων μὲν τῶν συναθροιζομένων ⟨ἐκ⟩ τῆς ὑγρᾶς ἀναθυμιάσεως, συναθροιζόντων δὲ τὸν ἥλιον.
1c ⟨Ἀετίου⟩
I.25.1c · Wachsmuth pp. 208
Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείῳ τροχῷ παραπλήσιον, ἔχοντα κοίλην περιφέρειαν, πλήρη πυρός, κατά μέρος ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστῆρος. Καὶ τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ· τὸν δὲ κύκλον ἀφ᾽ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ὑφ᾽ οὗ περιφέρεται εἶναι τοῦ προειρημένου μεγέθους. Γίγνεσθαι δὲ τὴν ἔκλειψιν τοῦ στομίου τῆς τοῦ πυρὸς ἐκπνοῆς ἀποκλειομένου.
1d ⟨Ἀετίου⟩
I.25.1d · Wachsmuth pp. 208
Ἀναξιμένης πύρινον ὑπάρχειν τὸν ἥλιον ἀπεφήνατο. Ὑπὸ πεπυκνωμένου δὲ ἀέρος καὶ ἀντιτύπου ἐξωθούμενα τὰ ἄστρα τὰς τροπὰς ποιεῖσθαι. Πλατὺν δ᾽ εἶναι τῷ σχήματι.
1e ⟨Ἀετίου⟩
I.25.1e · Wachsmuth pp. 208
Παρμενίδης καὶ Μητρόδωρος πύρινον ὑπάρχειν τὸν ἥλιον.
1f ⟨Ἀετίου⟩
I.25.1f · Wachsmuth pp. 208-209
Ἀντιφῶν πῦρ ἐπινεμόμενον μὲν τὸν περὶ τὴν γῆν ὑγρὸν ἀέρα, ἀνατολὰς δὲ καὶ δύσεις ποιούμενον, τῷ τὸν μὲν ἐπικαιόμενον αἰεὶ προλείπειν, τοῦ δ᾽ ὑπονοτιζομένου πάλιν ἀντέχεσθαι.
1g ⟨Ἀετίου⟩
I.25.1g · Wachsmuth pp. 209
Ἡράκλειτος καὶ Ἑκαταῖος ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης εἶναι τὸν ἥλιον. Σκαφοειδῆ δ᾽ εἶναι, ὑπόκυρτον. Γίνεσθαι δὲ τὴν ἔκλειψιν κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίγνεσθαι, τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν. Τὸ δὲ μέγεθος ἔχειν “εὖρος ποδὸς ἀνθρωπείου”.
1h ⟨Ἀετίου⟩
I.25.1h · Wachsmuth pp. 209
Ἀλκμαίων πλατὺν εἶναι τὸν ἥλιον.
1i ⟨Ἀετίου⟩
I.25.1i · Wachsmuth pp. 209
Οἱ Πυθαγόρειοι σφαιροειδῆ τὸν ἥλιον. Ἔκλειψιν δὲ γίγνεσθαι σελήνης αὐτὸν ὑπερχομένης.
2 Πορφυρίου
I.25.2 · Wachsmuth pp. 209
Πορφυρίου ἐκ τοῦ Περὶ ἀγαλμάτων.
Καθάπερ καὶ ὁ ἥλιος τὸν ἐναντίον τῷ πόλῳ ποιεῖται δρόμον [ὥσπερ δοκεῖ τὸν οὐρανὸν ὁ ἥλιος εἰς τἀναντία περιφέρειν] αὐτὸς ἀπὸ δυσμῶν ἐπὶ τὰς ἀνατολὰς φερόμενος.
3a ⟨Ἀετίου⟩
I.25.3a · Wachsmuth pp. 209
Ἀναξαγόρας μύδρον ἢ πέτρον διάπυρον εἶναι τὸν ἥλιον. Τροπὴν δὲ γίγνεσθαι ἀνταπώσει τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος, ὃν αὐτὸς συνωθῶν ἐκ τῆς πυκνώσεως ἰσχυροποιεῖ.
3b ⟨Ἀετίου⟩
I.25.3b · Wachsmuth pp. 209-210
Θαλῆς γεώδη τὸν ἥλιον. Ἐκλείπειν δὲ αὐτὸν τῆς σελήνης ὑπερχομένης κατὰ κάθετον, οὔσης φύσεως γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθέμενον τῷ δίσκῳ.
3c ⟨Ἀετίου⟩
I.25.3c · Wachsmuth pp. 210
Διογένης κισηροειδῆ τὸν ἥλιον, εἰς ὃν ἀπὸ τοῦ αἰθέρος ἀκτῖνες ἐναποστηρίζονται. Ὑπὸ δὲ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψυχροῦ σβέννυσθαι.
3d ⟨Ἀετίου⟩
I.25.3d · Wachsmuth pp. 210
Φιλόλαος ὁ Πυθαγόρειος ὑαλοειδῆ τὸν ἥλιον, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τό τε φῶς καὶ τὴν ἀλέαν, ὥστε τρόπον τινὰ διττοὺς ἡλίους γίγνεσθαι, τό τε ἐν τῷ οὐρανῷ πυρῶδες καὶ τὸ ἀπ᾽ αὐτοῦ πυροειδὲς κατὰ τὸ ἐσοπτροειδές· εἰ μή τις καὶ τρίτον λέξει, τὴν ἀπὸ τοῦ ἐνόπτρου κατ᾽ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν.
3e ⟨Ἀετίου⟩ · 1
I.25.3e.1 · Wachsmuth pp. 210
Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον, πῦρ ὂν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου, πεπληρωκὸς τὸ ἡμισφαίριον, αἰεὶ κατ᾽ ἀντίκρυ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμένον· τὸν δὲ φαινόμενον, ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ, τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς γῆς κατ᾽ ἀνάκλασιν γιγνομένην εἰς τὸν ἥλιον κρυσταλλοειδῆ, συμπεριελκομένην τῇ κινήσει τοῦ πυρίνου. Ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντι ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον.
3e ⟨Ἀετίου⟩ · 2
I.25.3e.2 · Wachsmuth pp. 210-211
Τροπὴν δὲ γίγνεσθαι ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαίρας κωλυόμενον ἄχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν κύκλων. Ἴσον δὲ τῇ γῇ τὸν κατὰ τὴν ἀνταύγειαν. Ἔκλειψιν δὲ γίνεσθαι σελήνης αὐτὸν ὑπερχομένης.
3f ⟨Ἀετίου⟩
I.25.3f · Wachsmuth pp. 211
Ἐπίκουρος γήινον πύκνωμα τὸν ἥλιόν φησιν εἶναι κισηροειδῶς καὶ σπογγοειδῶς ταῖς κατατρήσεσιν ὑπὸ πυρὸς ἀνημμένον. Τηλικοῦτον δὲ ἡλίκος φαίνεται, ἢ μικρῷ τινι μείζω ἢ ἐλάττω.
3g ⟨Ἀετίου⟩
I.25.3g · Wachsmuth pp. 211
Παρμενίδης τὸν ἥλιον καὶ τὴν σελήνην ἐκ τοῦ γαλαξίου κύκλου ἀποκριθῆναι, τὸν μὲν ἀπὸ τοῦ ἀραιοτέρου μίγματος, ὃ δὴ θερμόν, τὴν δὲ ἀπὸ τοῦ πυκνοτέρου, ὅπερ ψυχρόν.
3h ⟨Ἀετίου⟩
I.25.3h · Wachsmuth pp. 211
Δημόκριτος μύδρον ἢ πέτρον διάπυρον. Τροπὴν δὲ γίνεσθαι ἐκ τῆς περιφερούσης αὐτὸν δινήσεως.
3i ⟨Ἀετίου⟩ · 1
I.25.3i.1 · Wachsmuth pp. 211
Κλεάνθης ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης τὸν ἥλιον. Περὶ δὲ τῶν τροπῶν φασι κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς· ὠκεανὸς δ᾽ ἐστὶ * * ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται.
3i ⟨Ἀετίου⟩ · 2
I.25.3i.2 · Wachsmuth pp. 211
Συγκαταφέρεσθαι δὲ τὸν ἥλιον κινούμενον ἕλικα ἐν τῇ σφαίρᾳ, ἀπὸ τοῦ ἰσημερινοῦ ἐπί τε ἄρκτου καὶ νότου, ἅπερ ἐστὶ πέρατα τῆς ἕλικος· ἄλλοι δὲ ἐπ᾽ εὐθείας αὐτὸν κινεῖσθαι τὴν ἕλικα οὐ περὶ σφαῖραν ποιοῦντα, περὶ δὲ κύλινδρον.
3k ⟨Ἀετίου⟩ · 1
I.25.3k.1 · Wachsmuth pp. 212
Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ γῆν κινεῖσθαι περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ τὰς ταύτης ἐγκλίσεις σκιάζεσθαι.
3k ⟨Ἀετίου⟩ · 2
I.25.3k.2 · Wachsmuth pp. 212
Ξενοφάνης πολλοὺς εἶναι ἡλίους καὶ σελήνας κατὰ τὰ κλίματα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας. Κατὰ δέ τινα καιρὸν ἐκπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην ὑφ᾽ ἡμῶν καὶ οὕτως ὡσπερεὶ κενεμβατοῦντα ἔκλειψιν ὑποφαίνειν· ὁ δ᾽ αὐτὸς τὸν ἥλιον εἰς ἄπειρον μὲν προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν.
4 ⟨Ἀρείου Διδύμου ἐπιτομῆς⟩ · 1
I.25.4.1 · Wachsmuth pp. 212
Ἀριστοτέλους. Ἀριστοτέλης ἐκ πέμπτης οὐσίας τὸν ἥλιον. Πυροῦσθαι δὲ τὸν ἀέρα καὶ σφόδρα γίνεσθαι θερμὸν ἀνίσχοντός τε τοῦ ἡλίου καὶ πλησιάζοντος ἡμῖν, οὐ διὰ τὸ πύρινον εἶναι τὴν οὐσίαν, ἀλλὰ διὰ τὴν ὀξύτητα τῆς κινήσεως αὐτοῦ καὶ τὴν πρὸς τὸν ἀέρα παράτριψιν ὑποβεβλημένου αὐτοῦ τῇ φορᾷ καὶ παρακειμένου·
4 ⟨Ἀρείου Διδύμου ἐπιτομῆς⟩ · 2
I.25.4.2 · Wachsmuth pp. 212
οὔτε δὲ τὸν ἥλιον οὔτε τῶν ἄλλων ἄστρων ὁτιοῦν πῦρ εἶναι· σφαιροειδῆ μὲν γὰρ τούτων τὰ σχήματα, πυρὸς δὲ ἐκτός· οὔτε γὰρ τὴν περὶ τὸ μέσον οἰκείαν εἶναι κίνησιν πυρός, ἀλλὰ τὴν ἀπὸ τοῦ μέσου· οὔτε τὴν τῆς αὐξήσεως τῶν ζῴων καὶ φυτῶν δύναμιν, ἀλλὰ τὴν τῆς φθορᾶς· οὐδὲ τὴν καθ᾽ ἑαυτὸ διαμονήν, τὸ γὰρ πῦρ ἀχώριστον εἶναι τῆς ὕλης. Ἐκ πέμπτης ἄρα τινὸς καὶ διαφερούσης τοῦ πυρὸς οὐσίας τόν τε οὐρανὸν ὑπάρχειν καὶ τὰ ἐν αὐτῷ πάντα.
4 ⟨Ἀρείου Διδύμου ἐπιτομῆς⟩ · 3
I.25.4.3 · Wachsmuth pp. 212-213
Καὶ τὸν μὲν ἥλιον ἡμέραν ἀπεργάζεσθαι ὑπὲρ γῆν ἰόντα, νύκτα δὲ χωρήσαντα ὑπὸ γῆν. Καὶ τοῦ μὲν ἑτέρου τῶν τροπικῶν ἐφαψάμενον βραχυτάτην ποιεῖν τὴν ἡμέραν, μακροτάτην δὲ τὴν νύκτα· θατέρου δὲ ἀνάπαλιν· τοῦ δ᾽ ἰσημερινοῦ ἰόντα τε καὶ ἀπιόντα, διαθεῖν δὲ τὸν ἴδιον ⟨ἐν⟩ ἐνιαυτῷ κύκλον.
4 ⟨Ἀρείου Διδύμου ἐπιτομῆς⟩ · 4
I.25.4.4 · Wachsmuth pp. 213
Ἔκλειψιν δὲ τοῦ ἡλίου φαίνεσθαι σελήνης ὑποδραμούσης ὑπὸ τὸν αὐτὸν κύκλον καὶ ταῖς ἡμετέραις ὄψεσιν ἀντιφραττούσης, προσγειοτάτην γὰρ εἶναι τῶν ἄλλων ἄστρων· ὁπότ᾽ οὖν κατὰ διάμετρον ὑπ᾽ αὐτὸν γένοιτο, ταῖς προσπιπτούσαις ἀπ᾽ αὐτοῦ πρὸς τὴν γῆν ἀκτῖσιν ἐπιπροσθεῖν, ὥστε τοσοῦτον τόπον ἀφώτιστον ἀπεργάζεσθαι τῆς γῆς, ὅσον ἂν αὐτῆς ἐπίσχῃ τὸ σκίασμα, παρ᾽ ὃ καὶ μήτε κατὰ πᾶν κλίμα τῆς γῆς μήτε κατὰ τὴν αὐτὴν ὥραν μήτε ἐπὶ πολὺν ἄγαν τόπον διατείνειν τὸ τῆς ἡλιακῆς ἐκλείψεως πάθος.
5 ⟨Ἀρείου Διδύμου ἐπιτομῆς⟩ · 1
I.25.5.1 · Wachsmuth pp. 213
Ζήνωνος. Ζήνων τὸν ἥλιόν φησι καὶ τὴν σελήνην καὶ τῶν ἄλλων ἄστρων ἕκαστον εἶναι νοερὸν καὶ φρόνιμον, πύρινον πυρὸς τεχνικοῦ. Δύο γὰρ γένη πυρός, τὸ μὲν ἄτεχνον καὶ μεταβάλλον εἰς ἑαυτὸ τὴν τροφήν, τὸ δὲ τεχνικόν, αὐξητικόν τε καὶ τηρητικόν, οἷον ἐν τοῖς φυτοῖς ἐστι καὶ ζῴοις, ὃ δὴ φύσις ἐστὶ καὶ ψυχή· τοιούτου δὴ πυρὸς εἶναι τὴν τῶν ἄστρων οὐσίαν·
5 ⟨Ἀρείου Διδύμου ἐπιτομῆς⟩ · 2
I.25.5.2 · Wachsmuth pp. 213
τὸν δὲ ἥλιον καὶ τὴν σελήνην δύο φορὰς φέρεσθαι, τὴν μὲν ὑπὸ τοῦ κόσμου ἀπ᾽ ἀνατολῆς ἐπ᾽ ἀνατολήν, τὴν δὲ ἐναντίαν τῷ κόσμῳ ζῴδιον ἐκ ζῳδίου μεταβαίνοντας. Τὰς δ᾽ ἐκλείψεις τούτων γίγνεσθαι διαφόρως, ἡλίου μὲν περὶ τὰς συνόδους, σελήνης δὲ περὶ τὰς πανσελήνους. Γίνεσθαι δ᾽ ἐπ᾽ ἀμφοτέρων τὰς ἐκλείψεις καὶ μείζους καὶ ἐλάττους.
5 ⟨Ἀρείου Διδύμου ἐπιτομῆς⟩ · 3
I.25.5.3 · Wachsmuth pp. 214
Χρυσίππου. Χρύσιππος τὸν ἥλιον εἶναι τὸ ἀθροισθὲν ἔξαμμα νοερὸν ἐκ τοῦ τῆς θαλάσσης ἀναθυμιάματος, σφαιροειδῆ δὲ εἶναι τῷ σχήματι.
6 Εὐριπίδης
I.25.6 · Wachsmuth pp. 214
Εὐριπίδης πῦρ εἶναι τὸν ἥλιον. Λέγει γοῦν ἐν Φοινίσσαις
Ἥλιε θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,
ἐν δὲ Φαέθοντι
Θερμὴ δ᾽ ἄνακτος φλὸξ ὑπερτέλλουσα γῆς.
7 ⟨Πλουτάρχου⟩ · 1
I.25.7.1 · Wachsmuth pp. 214
Ὅμηρος μὴ εἶναι πῦρ τὸν ἥλιον, ἀλλὰ φῶς καθαρώτατον. Δείκνυσι δὲ τοῦτο σαφῶς διὰ τῶν ἐπῶν· λέγει γὰρ οὕτως·
Σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον δεινήν, ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
7 ⟨Πλουτάρχου⟩ · 2
I.25.7.2 · Wachsmuth pp. 214
Τί οὖν φαίνεται ποιῶν ἄλλο, ἢ τῇ διαζεύξει μαρτυράμενος, ὅτι πῦρ οὐ νομίζει τὸν ἥλιον, ἀλλ᾽ ἕτερον μὲν πυρός, φαινόμενον δὲ ἐν ταῖς ἀνατολαῖς πυρώδη διὰ τὴν ὑγρότητα καὶ τὴν ἀναθυμίασιν, ᾗ μιγνύμενον ἐρυθραίνεται πᾶν τὸ λαμπρόν;
8 (4) Φιλόλαος
I.25.8 · Wachsmuth pp. 214
Φιλολάου ἐκ Βακχῶν.
9 (5) ⟨Ἀράτου Φαινομένων⟩ · 822-831
I.25.9.1 · Wachsmuth pp. 214-215
Μὴ οἱ ποικίλλοιτο νέον βάλλοντος ἀρούρας κύκλος, ὅτ᾽ εὐδίου κεχρημένος ἤματος εἴης, μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντῃ. Εἰ δ᾽ αὔτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη, δύνοι δ᾽ ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην, καί κεν ἐπερχομένης ἠοῦς ἔθ᾽ ὑπεύδιος εἴη. Ἀλλ᾽ οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλλῃ, οὐδ᾽ ὁπότ᾽ ἀκτίνων αἱ μὲν νότον, αἱ δὲ βορῆα σχιζόμεναι βάλλωσι, τὰ δ᾽ αὖ περὶ μέσσα φαείνῃ· ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο.