Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον ΚΔʹ
I.24.heading · Wachsmuth pp. 201
Περὶ οὐσίας ἄστρων καὶ σχημάτων, κινήσεώς τε καὶ ἐπισημασίας.
1a ⟨Ἀετίου⟩
I.24.1a · Wachsmuth pp. 201
Θαλῆς γεώδη μέν, ἔμπυρα δὲ τὰ ἄστρα.
1b ⟨Ἀετίου⟩
I.24.1b · Wachsmuth pp. 202
Ἐμπεδοκλῆς πύρινα ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων [ἐξανέλαμψεν ἤτοι] ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν.
Καὶ τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι.
1c ⟨Ἀετίου⟩
I.24.1c · Wachsmuth pp. 202
Ἀναξαγόρας τὸν περικείμενον αἰθέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐσίαν, τῇ δὲ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἀπὸ τῆς γῆς ⟨καὶ⟩ καταφλέξαντα τούτους ἠστερωκέναι.
Ἀπ᾽ ἀνατολῶν δὲ ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας.
1d ⟨Ἀετίου⟩ · 1
I.24.1d.1 · Wachsmuth pp. 202
Διογένης κισηροειδῆ τὰ ἄστρα, διαπνοίας δὲ αὐτὰ νομίζει τοῦ κόσμου, εἶναι δὲ διάπυρα.
1d ⟨Ἀετίου⟩ · 2
I.24.1d.2 · Wachsmuth pp. 202
Συμπεριφέρεσθαι δὲ τοῖς φανεροῖς ἄστροις ἀφανεῖς λίθους καὶ παρ᾽ αὐτὸ τοῦτ᾽ ἀνωνύμους, πίπτοντας δὲ πολλάκις ἐπὶ τῆς γῆς σβέννυσθαι, καθάπερ τὸν ἐν Αἰγὸς ποταμοῖς πυρωδῶς κατενεχθέντα ἀστέρα πέτρινον.
1e ⟨Ἀετίου⟩
I.24.1e · Wachsmuth pp. 202
Δημόκριτος πέτρους.
Καὶ πρῶτα μὲν τὰ ἀπλανῆ, μετὰ δὲ ταῦτα τοὺς πλανήτας.
1f ⟨Ἀετίου⟩
I.24.1f · Wachsmuth pp. 202
Ἀρχέλαος μύδρους ἔφησεν εἶναι τοὺς ἀστέρας, διαπύρους δέ.
1g ⟨Ἀετίου⟩
I.24.1g · Wachsmuth pp. 202-203
Ἀναξίμανδρος πιλήματα ἀέρος τροχοειδῆ, πυρὸς ἔμπλεα, κατά τι μέρος ἀπὸ στομίων ἐκπνέοντα φλόγας.
Καὶ ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι, μετ᾽ αὐτὸν δὲ τὴν σελήνην· ὑπὸ δὲ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλανήτας.
1h ⟨Ἀετίου⟩
I.24.1h · Wachsmuth pp. 203
Μητρόδωρος ὁμοίως περὶ σχήματος τῶν ἀστέρων καὶ αὐτὸς ἀπεφήνατο.
1i ⟨Ἀετίου⟩
I.24.1i · Wachsmuth pp. 203
Παρμενίδης καὶ Ἡράκλειτος πιλήματα πυρὸς τὰ ἄστρα.
Τρέφεσθαι δὲ τοὺς ἀστέρας ἐκ τῆς ἀπὸ γῆς ἀναθυμιάσεως.
1k ⟨Ἀετίου⟩ · 1
I.24.1k.1 · Wachsmuth pp. 203
Ἀναξιμένης πυρίνην μὲν τὴν φύσιν τῶν ἄστρων, περιέχειν δέ τινα καὶ γεώδη σώματα συμπεριφερόμενα τούτοις ἀόρατα.
Ἥλων δὲ δίκην καταπεπηγέναι τὰ ἄστρα τῷ κρυσταλλοειδεῖ.
1k ⟨Ἀετίου⟩ · 2
I.24.1k.2 · Wachsmuth pp. 203
Τὰς δὲ ἐπισημασίας γίγνεσθαι διὰ τὸν ἥλιον μόνον.
Οὐχ ὑπὸ τὴν γῆν δὲ ἀλλὰ περὶ αὐτὴν στρέφεσθαι τοὺς ἀστέρας.
1l ⟨Ἀετίου⟩ · 1
I.24.1l.1 · Wachsmuth pp. 203
Πλάτων ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων στοιχείων.
Κοινῶς δὲ τὸν κόσμον ὅλον καὶ τὰ ἄστρα ἐξ αὑτοῦ τρέφεσθαι.
1l ⟨Ἀετίου⟩ · 2
I.24.1l.2 · Wachsmuth pp. 203-204
Καὶ πρῶτον μετὰ γε τὴν τῶν ἀπλανῶν θέσιν φαίνωνα λεγόμενον τὸν τοῦ Κρόνου, δεύτερον φαέθοντα τὸν τοῦ Διός, τρίτον πυρόεντα τὸν τοῦ Ἄρεος, τέταρτον ἑωσφόρον τὸν τῆς Ἀφροδέτης, πέμπτον στίλβοντα τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἥλιον, ἕβδομον σελήνην.
Τὰς δὲ ἐπισημασίας τάς τε χειμερινὰς καὶ τὰς θερινὰς κατὰ τὰς τῶν ἄστρων ἐπιτολάς τε καὶ δυσμὰς γίνεσθαι.
1m ⟨Ἀετίου καὶ Διδύμου⟩ · 1
I.24.1m.1 · Wachsmuth pp. 204
Ἀριστοτέλης ἐκ τοῦ πέμπτου σώματος γεγενῆσθαι τὰ ἄστρα.
Μὴ δεῖσθαι δὲ τὰ οὐράνια τροφῆς, οὐ γὰρ φθαρτὰ ἀλλ᾽ ἀΐδια εἶναι.
1m ⟨Ἀετίου καὶ Διδύμου⟩ · 2
I.24.1m.2 · Wachsmuth pp. 204
Πάντα δὲ κινεῖσθαι, τὰ μὲν πρὸς ἡμῶν καλούμενα πλανήτας ὑπὸ τὸν ζῳδιακὸν κύκλον, λοξὸν ὄντα καὶ τῶν τροπικῶν ἐφαπτόμενον, τὰ δὲ ἀπλανῆ ἀπὸ τοῦ αἰεὶ φανεροῦ παρήκοντα μέχρι τοῦ ἀφανοῦ· οὐκ ὀλίγα δὲ αὐτῶν τῆς γῆς εἶναι μείζονα.
1n ⟨Ἀετίου⟩ · 1
I.24.1n.1 · Wachsmuth pp. 204
Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων· σβεννυμένους δὲ καθ᾽ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ καθάπερ τοὺς ἄνθρακας. τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις.
1n ⟨Ἀετίου⟩ · 2
I.24.1n.2 · Wachsmuth pp. 204
Τοὺς δὲ ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας, οὓς καὶ Διοσκούρους καλοῦσί τινες, νεφέλια εἶναι, κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα.
1o ⟨Ἀετίου⟩ · 1
I.24.1o.1 · Wachsmuth pp. 204
Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ⟨καὶ⟩ ἀέρα ἐν τῷ ἀπείρῳ αἰθέρι. Ταῦτα δὲ τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς φέρεσθαι, κοσμοποιοῦσι γὰρ ἕκαστον τῶν ἀστέρων.
1o ⟨Ἀετίου⟩ · 2
I.24.1o.2 · Wachsmuth pp. 205
Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου.
2a ⟨Ἀετίου⟩
I.24.2a · Wachsmuth pp. 205
Ξενοκράτης κατὰ μιᾶς ἐπιφανείας οἴεται κεῖσθαι τοὺς ἀστέρας.
Οἱ δὲ ἄλλοι Στωικοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους ἐν ὕψει καὶ βάθει.
2b ⟨Ἀετίου⟩ · 1
I.24.2b.1 · Wachsmuth pp. 205
Τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων φασίν εἶναι τὴν τάξιν τῶν ἀστέρων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον.
2b ⟨Ἀετίου⟩ · 2
I.24.2b.2 · Wachsmuth pp. 205
Ταὐτὸν δὲ πεπονθέναι τῷ ἑωσφόρῳ τὸν στίλβωνα, ἰσοδραμεῖν δὲ αὐτοὺς τῷ ἡλίῳ καὶ συμπεριφέρεσθαι αὐτῷ· καὶ τότε μὲν προανατέλλοντα ἑωσφόρον φαίνεσθαι, τότε δὲ ἐπικαταδυόμενον ἕσπερον καλεῖσθαι.
2b ⟨Ἀετίου⟩ · 3
I.24.2b.3 · Wachsmuth pp. 205
Τοὺς δὲ πλανήτας τοῖς ἀπλανέσιν ἀπὸ δυσμῶν ἐπ᾽ ἀνατολὰς ἀντιφέρεσθαι.
Τούτῳ δὲ συνομολογεῖ καὶ Ἀλκμαίων.
2c ⟨Ἀετίου⟩
I.24.2c · Wachsmuth pp. 205
Ἀριστοτέλης δὲ ὑπὸ τῶν σφαιρῶν, ἐφ᾽ ὧν ἕκαστος ἐμβέβηκε.
Καὶ Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφ᾽ ὧν ἕκαστος βέβηκε, φέρεσθαι.
2d ⟨Ἀετίου⟩
I.24.2d · Wachsmuth pp. 205
Οἱ μὲν ἄλλοι ⟨Στωικοὶ⟩ σφαιρικοὺς αὐτούς, Κλεάνθης δὲ κωνοειδεῖς.
2e ⟨Ἀετίου⟩
I.24.2e · Wachsmuth pp. 205-206
Παρμενίδης πρῶτον μὲν τάττει τὸν ἑῷον, τὸν αὐτὸν δὲ νομιζόμενον ὑπ᾽ αὐτοῦ καὶ ἕσπερον, ἐν τῷ αἰθέρι· μεθ᾽ ὃν τὸν ἥλιον, ὑφ᾽ ᾧ τοὺς ἐν τῷ πυρώδει ἀστέρας, ὅπερ οὐρανὸν καλεῖ.
3 ⟨Ἀετίου⟩
I.24.3 · Wachsmuth pp. 206
Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι.
Στράτων καὶ αὐτὸς τὰ ἄστρα ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι.
Διότιμος Τύριος, ὁ Δημοκρίτειος, τὴν αὐτὴν τούτοις εἰσηνέγκατο γνώμην.
4 ⟨Ἀετίου⟩
I.24.4 · Wachsmuth pp. 206
Εὔδοξος καὶ Ἄρατος τὰς ἐπισημασίας κατὰ τὰς τῶν ἄστρων ἐπιτολὰς γίνεσθαι. Λέγει γοῦν Ἄρατος ἐν τοῖς Φαινομένοις οὕτως·
Αὐτὸς γὰρ τά γε σήματ᾽ ἐν οὐρανῷ ἐστήριξεν ἄστρα διακρίνας· ἐσκέψατο δ᾽ εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν.
5 ⟨Ἀρείου Διδύμου⟩ · Ποσειδωνίου
I.24.5.1 · Wachsmuth pp. 206
Ἄστρον δὲ εἶναί φησιν ὁ Ποσειδώνιος σῶμα θεῖον ἐξ αἰθέρος συνεστηκός, λαμπρὸν καὶ πυρῶδες, οὐδέποτε στάσιν ἔχον, ἀλλ᾽ αἰεὶ φερόμενον ἐγκυκλίως· ἰδίως δὲ τὸν ἥλιον καὶ τὴν σελήνην ἄστρα λέγεσθαι· διαφέρειν δὲ ἀστέρα ἄστρου· εἰ μὲν γάρ τίς ἐστιν ἀστήρ, καὶ ἄστρον ὀνομασθήσεται δεόντως, οὐ μὴν ἀνάπαλιν.
5 ⟨Ἀρείου Διδύμου⟩ · Χρυσίππου · 1
I.24.5.2 · Wachsmuth pp. 206-207
Ἀνατολὴν δ᾽ εἶναί φησιν ὁ Χρύσιππος ἐν ταῖς Φυσικαῖς τέχναις ὑπεροχὴν ἄστρου ὑπὲρ γῆς, δύσιν δὲ κρύψιν ἄστρου ὑπὸ γῆν. Γίγνεσθαι δ᾽ ἅμα τῶν αὐτῶν ἀνατολὴν καὶ δύσιν πρὸς ἄλλους τε καὶ ἄλλους.
5 ⟨Ἀρείου Διδύμου⟩ · Χρυσίππου · 2
I.24.5.3 · Wachsmuth pp. 207
Ἐπιτολὴν δὲ ⟨τὴν⟩ ἄστρου ἅμα ἡλίῳ ἀνατολήν, δύσιν δὲ τὴν ἅμα ἡλίῳ δύσιν. Διχῶς γὰρ λέγεσθαι δύσιν, τὴν μὲν κατὰ τὴν ἀνατολήν, τὴν δὲ κατὰ τὴν ἐπιτολήν.
5 ⟨Ἀρείου Διδύμου⟩ · Χρυσίππου · 3
I.24.5.4 · Wachsmuth pp. 207
Κυνὸς δ᾽ ἐπιτολὴν ἅμα ἡλίῳ κυνὸς ἀνατολήν, δύσιν δὲ κυνὸς ἅμα ἡλίῳ κυνὸς ἀπόκρυψιν ὑπὸ γῆν. Τὸν δ᾽ ὅμοιον λόγον εἶναι καὶ ἐπὶ τῆς πλειάδος.
5 ⟨Ἀρείου Διδύμου⟩ · Ἀπολλοδώρου
I.24.5.5 · Wachsmuth pp. 207
Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ Περὶ θεῶν Πυθαγόρειαν εἶναι τὴν περὶ τοῦ τὸν αὐτὸν εἶναι φωσφόρον τε καὶ ἕσπερον δόξαν.