Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 23

Κεφάλαιον ΚΓʹ

Περὶ τῆς οὐρανοῦ οὐσίας καὶ διαιρέσεως.

1 ⟨Ἀετίου⟩ · 1

Ἀναξιμένης καὶ Παρμενίδης τὴν περιφορὰν τὴν ἐξωτάτω τῆς γῆς εἶναι τὸν οὐρανόν.

1 ⟨Ἀετίου⟩ · 2

Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀέρος παγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ τὸ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα.

1 ⟨Ἀετίου⟩ · 3

Ἀναξίμανδρος ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος.

Παρμενίδης, Ἡράκλειτος, Στράτων, Ζήνων πύρινον εἶναι τὸν οὐρανόν.

2 ⟨Ἀετίου καὶ Διδύμου⟩ · 1

Ἀριστοτέλης ἐκ πέμπτου σώματος.

Λέγει γοῦν ἐν τοῖς Περὶ τῆς φυσικῆς ἀκροάσεως καὶ οὐρανοῦ λόγοις οὕτως.

2 ⟨Ἀετίου καὶ Διδύμου⟩ · 2

Συνεστάναι δὲ τὰ ἄστρα καὶ τὸν οὐρανὸν ἐκ τοῦ αἰθέρος· τοῦτον δὲ οὔτε βαρὺν οὔτε κοῦφον οὔτε γενητὸν οὔτε φθαρτὸν οὔτε αὐξόμενον οὔτε μειούμενον ἐς ἀεὶ διαμένειν ἄτρεπτον καὶ ἀναλλοίωτον, πεπερασμένον καὶ σφαιροειδῆ καὶ ἔμψυχον, κινούμενον περὶ τὸ μέσον ἐγκυκλίως.

3 ⟨Ἀετίου⟩ · 1

Θαλῆς, Πυθαγόρας καὶ οἱ ἀπ᾽ αὐτοῦ μεμερίσθαι τὴν τοῦ παντὸς οὐρανοῦ σφαῖραν εἰς κύκλους πέντε, οὕστινας προσαγορεύουσι ζώνας· καλεῖται δ᾽ αὐτῶν ὁ μὲν ἀρκτικός τε καὶ ἀειφανής, ὁ δὲ θερινὸς τροπικός, ὁ δὲ ἰσημερινός, ὁ δὲ χειμερινὸς τροπικός, ὁ δὲ ἀνταρκτικός τε καὶ ἀφανής.

3 ⟨Ἀετίου⟩ · 2

Λοξὸς δὲ [ἐν] τοῖς τρισὶ μέσοις ὁ καλούμενος ζῳδιακὸς ὑποβέβληται, παραψαύων τῶν μέσων τριῶν. Πάντας δ᾽ αὐτοὺς ὁ μεσημβρινὸς πρὸς ὀρθὰς ἀπὸ τῶν ἄρκτων ἐπὶ τὸ ἀντικρὺ τέμνει.

3 ⟨Ἀετίου⟩ · 3

Πυθαγόρας πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου· ἥντινα Οἰνοπίδης ὁ Χῖος ἐπίνοιαν ὡς ἰδίαν σφετερίζεται.

Contents

Sign in to save your reading →