Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον ΚΒʹ
I.22.heading · Wachsmuth pp. 195
Περὶ τάξεως τοῦ κόσμου· ⟨εἰ ἓν τὸ πᾶν.⟩
1a ⟨Ἀετίου⟩ · 1
I.22.1a.1 · Wachsmuth pp. 195
Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ, τὴν δὲ ἐκ τοῦ πυκνοῦ· μικτὰς δὲ ἄλλας ⟨ἐκ⟩ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρχειν, ὑφ᾽ ᾧ πυρώδης στεφάνη· καὶ τὸ μεσαίτατον πασῶν περὶ ὃ πάλιν πυρώδης·
1a ⟨Ἀετίου⟩ · 2
I.22.1a.2 · Wachsmuth pp. 195
τῶν δὲ συμμιγῶν τὴν μεσαιτάτην ἁπάσαις αἰτίαν πάσης κινήσεως καὶ γενέσεως ὑπάρχειν, ἥντινα καὶ δαίμονα κυβερνῆτιν καὶ κλῃδοῦχον ἐπονομάζει, δίκην τε καὶ ἀνάγκην.
1a ⟨Ἀετίου⟩ · 3
I.22.1a.3 · Wachsmuth pp. 195
Καὶ τῆς μὲν γῆς ἀπόκρισιν εἶναι τὸν ἀέρα, διὰ τὴν βιαιοτέραν αὐτῆς ἐξατμισθέντα πίλησιν, τοῦ δὲ πυρὸς ἀναπνοὴν τὸν ἥλιον καὶ τὸν γαλαξίαν κύκλον· συμμιγῆ δ᾽ ἐξ ἀμφοῖν εἶναι τὴν σελήνην, τοῦ τ᾽ ἀέρος καὶ τοῦ πυρός. Περιστάντος δ᾽ ἀνωτάτω πάντων τοῦ αἰθέρος ὑπ᾽ αὐτῷ τὸ πυρῶδες ὑποταγῆναι τοῦθ᾽ ὅπερ κεκλήκαμεν οὐρανόν, ὑφ᾽ ᾧ ἤδη τὰ περίγεια.
1b ⟨Ἀετίου⟩
I.22.1b · Wachsmuth pp. 195-196
Ἀριστοτέλης πρῶτον αἰθέρα ἀπαθῆ, πέμπτον τι σῶμα, μεθ᾽ ὃν παθητὰ πῦρ, ἀέρα, ὕδωρ, τελευταίαν δὲ γῆν.
1c ⟨Ἀρείου Διδύμου⟩
I.22.1c · Wachsmuth pp. 196
Περιέχεσθαι δὲ ταῦτα ὑπὸ τοῦ αἰθέρος, ἔνθα τὰ θεῖα διανενεμημένα κατὰ σφαίρας ἵδρυται τῶν λεγομένων ἀπλανῶν τε καὶ πλανωμένων ἀστέρων. Ὅσας δὲ εἶναι τὰς σφαίρας, τοσούτους ὑπάρχειν καὶ τοὺς κινοῦντας θεοὺς ταύτας, ὧν μέγιστον τὸν πάσας περιέχοντα, ζῷον ὄντα λογικὸν καὶ μακάριον, συνεκτικὸν καὶ προνοητικὸν τῶν οὐρανίων. Συνεστάναι δὲ τὰ ἄστρα καὶ τὸν οὐρανὸν ἐκ τοῦ αἰθέρος, τοῦτον δὲ οὔτε βαρὺν οὔτε κοῦφον οὔτε γενητὸν οὔτε φθαρτὸν οὔτε αὐξόμενον οὔτε μειούμενον ἐς ἀεὶ διαμένειν ἄτρεπτον καὶ ἀναλλοίωτον, πεπερασμένον καὶ σφαιροειδῆ καὶ ἔμψυχον, κινούμενον περὶ τὸ μέσον ἐγκυκλίως.
1d ⟨Ἀετίου⟩ · 1
I.22.1d.1 · Wachsmuth pp. 196
Φιλόλαος πῦρ ἐν μέσῳ περὶ τὸ κέντρον, ὅπερ ἑστίαν τοῦ παντὸς καλεῖ καὶ Διὸς οἶκον καὶ μητέρα θεῶν, βωμόν τε καὶ συνοχὴν καὶ μέτρον φύσεως· καὶ πάλιν πῦρ ἕτερον ἀνωτάτω, τὸ περιέχον.
1d ⟨Ἀετίου⟩ · 2
I.22.1d.2 · Wachsmuth pp. 196
Πρῶτον δ᾽ εἶναι φύσει τὸ μέσον, περὶ δὲ τοῦτο δέκα σώματα θεῖα χορεύειν, οὐρανόν, τοὺς εʹ πλανήτας, μεθ᾽ οὓς ἥλιον, ὑφ᾽ ᾧ σελήνην, ὑφ᾽ ᾗ τὴν γῆν, ὑφ᾽ ᾗ τὴν ἀντίχθονα, μεθ᾽ ἃ σύμπαντα τὸ πῦρ, ἑστίας περὶ τὰ κέντρα τάξιν ἐπέχον.
1d ⟨Ἀετίου⟩ · 3
I.22.1d.3 · Wachsmuth pp. 196-197
Τὸ μὲν οὖν ἀνωτάτω μέρος τοῦ περιέχοντος, ἐν ᾧ τὴν εἰλικρίνειαν εἶναι τῶν στοιχείων, Ὄλυμπον καλεῖ· τὰ δὲ ὑπὸ τὴν τοῦ Ὀλύμπου φοράν, ἐν ᾧ τοὺς πέντε πλανήτας μεθ᾽ ἡλίου καὶ σελήνης τετάχθαι, κόσμον. Τὸ δ᾽ ὑπὸ τούτοις ὑποσέληνόν τε καὶ περίγειον μέρος, ἐν ᾧ τὰ τῆς φιλομεταβόλου γενέσεως, οὐρανόν. Καὶ περὶ μὲν τὰ τεταγμένα τῶν μετεώρων γίνεσθαι τὴν σοφίαν, περὶ δὲ τῶν γινομένων τὴν ἀταξίαν τὴν ἀρετήν, τελείαν μὲν ἐκείνην, ἀτελῆ δὲ ταύτην.
1e ⟨Ἀετίου⟩
I.22.1e · Wachsmuth pp. 197
Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ, διὰ τῶν ἀγκιστροειδῶν ἀτόμων συμπεπλεγμένον.
Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας, ἐνίων δὲ πυκνόν, καὶ τούτων τὰ μέν τινα κινούμενα, τὰ δ᾽ ἀκίνητα.
1f ⟨Ἀετίου καὶ Πλάτωνος⟩ · 1
I.22.1f.1 · Wachsmuth pp. 197
Πλάτων τὸν ὁρατὸν κόσμον γεγονέναι παράδειγμα τοῦ νοητοῦ κόσμου. Τοῦ δὲ ὁρατοῦ προτέραν μὲν τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σωματοειδές, τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύτερον.
1f ⟨Ἀετίου καὶ Πλάτωνος⟩ · 2
I.22.1f.2 · Wachsmuth pp. 197
Λέγει γοῦν ἐν Τιμαίῳ οὕτως· Τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου σύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ συνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολείπων, τάδε διανοηθείς, πρῶτον μὲν ἵνα ὅλον ὅτι μάλιστα ζῷον τέλειον ἐκ τελείων τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτ᾽ ἄν.
2 ⟨Πλουτάρχου⟩ · 1
I.22.2.1 · Wachsmuth pp. 197-198
Ὅμηρος τὸν αἰθέρα τοῦ ἀέρος ὑψηλότερον εἶναί φησιν, εἴρηκε δὲ οὕτως·
Εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἥ τότ᾽ ἐν Ἴδῃ μακροτάτη πεφυυῖα δι᾽ ἠέρος αἰθέρ᾽ ἵκανεν.
2 ⟨Πλουτάρχου⟩ · 2
I.22.2.2 · Wachsmuth pp. 198
Ἐπέκεινα δὲ τοῦ αἰθέρος τὸν οὐρανὸν ὑπάρχειν ἀπεφήνατο· λέγει γὰρ τοιώδε·
Ὣς οἳ μὲν μάρναντο, σιδήρειος δ᾽ ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἷκε δι᾽ αἰθέρος ἀτρυγέτοιο.
2 ⟨Πλουτάρχου⟩ · 3
I.22.2.3 · Wachsmuth pp. 198
Ἐπὶ πᾶσι δὲ τὸν Ὄλυμπον ὑπάρχειν κατ᾽ ἐξοχήν τινα καὶ θειότητα· φησὶ γὰρ οὕτως·
Ἠερίη δ᾽ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
Τὸ γὰρ ἀπωτάτω τῆς γῆς καὶ μήτε τὴν σκιὰν αὐτῆς μήτε τὰς ἀναθυμιάσεις προσδεχόμενον, ὡς ἀειλαμπὲς καὶ ὁλολαμπὲς Ὄλυμπον οἱ παλαιοὶ προσηγόρευσαν.
2 ⟨Πλουτάρχου⟩ · 4
I.22.2.4 · Wachsmuth pp. 198
Τοῦτο δὲ καὶ δι᾽ αὐτῶν δηλοῦται ἐν οἷς φησι τοιώσδε·
Οὔλυμπόνδ᾽, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ἔμμεναι, οὔτ᾽ ἀνέμοισι τινάσσεται οὔτε ποτ᾽ ὄμβρῳ δεύεται, οὐδὲ χιὼν ἐπικίδναται, ἀλλὰ μάλ᾽ αἴθρη πέπταται ἀνέφελος, λευκὴ δ᾽ ἐπιδέδρομεν αἴγλη.
Εἰ ἓν τὸ πᾶν
I.22.subheading · Wachsmuth pp. 198
Εἰ ἓν τὸ πᾶν.
3a ⟨Ἀετίου⟩ · 1
I.22.3a.1 · Wachsmuth pp. 198
Ἐμπεδοκλῆς κόσμον ἕνα· οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον, ἀλλὰ ὀλίγον τι τοῦ παντὸς μέρος· τὸ δὲ λοιπὸν ὕλην.
Οἱ μὲν οὖν ἀπὸ τῆς στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι τὸ σωματικόν.
3a ⟨Ἀετίου⟩ · 2
I.22.3a.2 · Wachsmuth pp. 199
Μητρόδωρος, ὁ καθηγητὴς Ἐπικούρου, φησὶν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γενηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ.
3a ⟨Ἀετίου⟩ · 3
I.22.3a.3 · Wachsmuth pp. 199
Ὅτι δὲ ἄπειρος κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι. Εἰ γὰρ ⟨ὅδε⟩ ὁ κόσμος πεπερασμένος, τὰ δ᾽ αἴτια πάντα ἄπειρα ἐξ ὧν ὅδε ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι. Ὅπου γὰρ ⟨ἀπέραντα⟩ τὰ αἴτια, ἐκεῖ καὶ ⟨τὰ⟩ ἀποτελέσματα. Αἴτια δὲ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα.
3b ⟨Ἀετίου⟩
I.22.3b · Wachsmuth pp. 199
Θαλῆς, Πυθαγόρας, Ἐμπεδοκλῆς, Ἔκφαντος, Παρμενίδης, Μέλισσος, Ἡράκλειτος, Ἀναξαγόρας, Πλάτων, Ἀριστοτέλης, Ζήνων ἕνα τὸν κόσμον.
Ἀναξίμανδρος, Ἀναξιμένης, Ἀρχέλαος, Ξενοφάνης, Διογένης, Λεύκιππος, Δημόκριτος, Ἐπίκουρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περιαγωγήν.
3c ⟨Ἀετίου⟩
I.22.3c · Wachsmuth pp. 199
Τῶν ἀπείρους ἀποφηναμένων τοὺς κόσμους Ἀναξίμανδρος τὸ ἴσον αὐτοὺς ἀπέχειν ἀλλήλων, Ἐπίκουρος ἄνισον εἶναι τὸ μεταξὺ τῶν κόσμων διάστημα.
3d Πλάτωνος · 1
I.22.3d.1 · Wachsmuth pp. 199-200
Πλάτων ἕνα τὸν κόσμον ἀπεφήνατο· λέγει γὰρ ἐν τῷ Τιμαίῳ οὕτως· Πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον; Ἕνα· εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. Τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῷα μεθ᾽ ἑτέρου δεύτερον οὐκ ἄν ποτε εἴη.
3d Πλάτωνος · 2
I.22.3d.2 · Wachsmuth pp. 200
Πάλιν γὰρ ⟨ἂν⟩ ἕτερον εἶναι τὸ περὶ ἐκείνω δέοι ζῷον, οὗ μέρος ἂν εἰήτην ἐκείνω· καὶ οὐκ ἂν ἔτι ἐκείνοιν, ἀλλ᾽ ἐκείνῳ τῷ περιέχοντι τόδ᾽ ἂν ἀφωμοιωμένον λέγοιτο ὀρθότερον.
3d Πλάτωνος · 3
I.22.3d.3 · Wachsmuth pp. 200
Ἵνα οὖν τόδε κατὰ τὴν μόνωσιν ὅμοιον ᾖ τῷ παντελεῖ ζῴῳ, διὰ ταῦτα οὔτε δύο οὔτε ἀπείρους ἐποίησεν ὁ ποιῶν κόσμους, ἀλλ᾽ εἷς ὅδε μονογενὴς οὐρανὸς γεγονὼς ἐστί τε καὶ ἔτ᾽ ἔσται.