Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 21

9 Ἑρμοῦ ἐκ τοῦ πρὸς Τάτ · 1

⟨ΤΑΤ⟩ Ἐπεί μοι ἐν τοῖς ἔμπροσθεν γενικοῖς λόγοις ὑπέσχου δηλῶσαι περὶ τῶν τριάκοντα ἓξ δεκανῶν, νῦν μοι δήλωσον περὶ αὐτῶν καὶ τῆς τούτων ἐνεργείας.

⟨ἙΡΜ.⟩ Οὐδεὶς φθόνος, ὦ Τάτ, καὶ ὁ κυριώτατος πάντων λόγος καὶ κορυφαιότατος οὗτος ἂν εἴη· σὺ δὲ νόει οὕτως. Ἔφαμέν σοι περὶ τοῦ ζωδιακοῦ κύκλου, τοῦ καὶ ζῳοφόρου, καὶ τῶν πέντε πλανητῶν καὶ ἡλίου καὶ σελήνης καὶ τοῦ ἑκάστου τούτων κύκλου.

9 Ἑρμοῦ · 2

⟨ΤΑΤ⟩ Ἔφης γάρ, ὦ Τρισμέγιστε.

⟨ἙΡΜ.⟩ Οὕτως βούλομαί σε νοεῖν καὶ περὶ τῶν τριάκοντα ἓξ δεκανῶν μεμνημένον ἐκείνων, ἵν᾽ εὔγνωστός σοι καὶ ὁ περὶ τούτων λόγος γένηται.

⟨ΤΑΤ⟩ Μέμνημαι, ὦ πάτερ.

⟨ἙΡΜ.⟩ Ἔφαμέν που, ὦ τέκνον, περιεκτικὸν τῶν ἁπάντων εἶναι σῶμα· ἐννόησον οὖν καὶ αὐτὸς ὥσπερ κυκλοειδὲς σχῆμα· καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν.

⟨ΤΑΤ⟩ Τοιοῦτον σχῆμα νοῶ οὕτως ὡς λέγεις, ὦ πάτερ.

9 Ἑρμοῦ · 3

⟨ἙΡΜ.⟩ Ὑπὸ δὲ τὸν κύκλον τοῦ σώματος τούτου τετάχθαι τοὺς τριάκοντα ἓξ δεκανούς, μέσους τοῦ παντὸς κύκλου ⟨καὶ⟩ τοῦ ζωδιακοῦ, διορίζοντας ἀμφοτέρους τοὺς κύκλους, καὶ ὥσπερ ἐκεῖνον μὲν κουφίζοντας τὸν ζωδιακόν, [καθορίζοντας,] συμφερομένους ⟨δὲ⟩ τοῖς πλάνησι, καὶ ἰσοδυναμεῖν τῇ τοῦ παντὸς φορᾷ κατὰ τὸ ἐναλλὰξ τοῖς ⟨θ᾽⟩ ἑπτά·

9 Ἑρμοῦ · 4

καὶ τὸ μὲν περιεκτικὸν ἐπέχειν σῶμα (ἔσχατον γὰρ ἂν ἦν ἐν τῇ φορᾷ, αὐτὸ καθ᾽ αὑτὸ ὄν, τῷ τάχει)· ἐπισπεύδειν δὲ τοὺς ἑπτὰ ἄλλους κύκλους διὰ τὸ βραδυτέραν κίνησιν κινεῖσθαι τοῦ παντὸς κύκλου. Ὥσπερ οὖν ἀνάγκη αὐτοὺς κινεῖσθαι καὶ ⟨τὸν⟩ τοῦ παντός.

9 Ἑρμοῦ · 5

Νοήσωμεν οὖν καὶ [τὰς] τῶν ἑπτὰ καὶ ⟨τοῦ⟩ παντὸς τὸν κύκλον, μᾶλλον δὲ τὰ ἐν κόσμῳ ἅπαντα ὡσπερεὶ φύλακας αὐτοὺς περιΐστασθαι, καὶ συνέχοντας τὰ πάντα καὶ τηροῦντας τὴν τῶν πάντων εὐταξίαν.

⟨ΤΑΤ⟩ Οὕτως γὰρ νοῶ, πάτερ, ἐξ ὧν λέγεις.

9 Ἑρμοῦ · 6

⟨ἙΡΜ.⟩ Ἔτι δὲ νόησον, Τάτ, ὅτι καὶ ἀπαθεῖς εἰσιν, ὧν οἱ ἄλλοι ἀστέρες πάσχουσιν· οὔτε γὰρ ἐπεχόμενοι τὸν δρόμον στηρίζουσιν οὔτε κωλυόμενοι ἀναποδίζουσιν, ἀλλ᾽ οὐδὲ μὴν ὑπὸ τοῦ φωτὸς τοῦ ἡλίου σκέπονται, ἅπερ πάσχουσιν οἱ ἄλλοι ἀστέρες· ἐλεύθεροι δὲ ὄντες ὑπεράνω πάντων ὥσπερ φύλακες ἀκριβεῖς καὶ ἐπίσκοποι τοῦ παντὸς περιέχονται τῷ νυχθημέρῳ τὸ πᾶν.

9 Ἑρμοῦ · 7

⟨ΤΑΤ⟩ Ἆρ᾽ οὖν καὶ οὗτοι, ὦ πάτερ, ἔχουσι πρὸς ἡμᾶς ἐνέργειαν;

⟨ἙΡΜ.⟩ Τὴν μεγίστην, ὦ τέκνον. Εἰ γὰρ ἐκείνοις ἐνεργοῦσι, πῶς οὐ καὶ ἡμῖν; καὶ καθ᾽ ἕνα ἕκαστον καὶ κοινῇ; Οὕτως, ὦ τέκνον, τῶν καθολικῶς πάντων συμβαινόντων τῇ ἐνεργείᾳ ἀπὸ τούτων ἐστίν, οἷον (ὃ λέγω νόησον) βασιλειῶν μετατροπαί, πόλεων ἐπαναστάσεις, λιμοί, λοιμοί, ἀμπώτεις θαλάσσης, γῆς σεισμοί, οὐδὲν τούτων, ὦ τέκνον, χωρὶς τῆς τούτων ἐνεργείας γίνεται.

9 Ἑρμοῦ · 8

Ἔτι τε πρὸς τούτοις νόησον· εἰ γὰρ οὗτοι μὲν ἐπιστατοῦσιν ἐκείνων, ἡμεῖς δὲ καὶ ὑπὸ τοῖς ἑπτά ἐσμεν, οὐ νοεῖς καὶ εἰς ἡμᾶς τινα ἐκείνων φθάνειν ἐνέργειαν, ἤτοι ὑπ᾽ αὐτῶν, ἢ δι᾽ ἐκείνων;

⟨ΤΑΤ⟩ Τίς ⟨δ᾽ ἂν⟩ αὐτοῖς εἴη, ὦ πάτερ, ὁ τοῦ σώματος τύπος;

⟨ἙΡΜ.⟩ Τούτους οὖν καλοῦσιν οἱ πολλοὶ δαίμονας· οὐδὲ γὰρ ἴδιόν τι ἐστὶ γένος τὸ τῶν δαιμόνων οὔτε ἄλλα σώματα ἔχοντες ἐξ ἰδίας τινὸς ὕλης οὔτε ψυχῇ κινούμενοι ὥσπερ ἡμεῖς, ἀλλὰ ἐνέργειαί εἰσι τῶν τριάκοντα ἓξ τούτων θεῶν.

9 Ἑρμοῦ · 9

Ἔτι δὲ πρὸς τούτοις νόησον, ὦ Τάτ, ἐνέργημα τούτων, ὅτι καὶ εἰς τὴν γῆν σπερματίζουσιν ἃς καλοῦσι τάνας, τὰς μὲν σωτηρίους, τὰς δὲ ὀλεθριωτάτας.

9 Ἑρμοῦ · 10

Ἔτι καὶ ἐν οὐρανῷ φερόμενοι ἀστέρες γεννῶσιν αὐτοῖς ὑπολειτουργούς, ⟨οὓς⟩ καὶ ὑπηρέτας καὶ στρατιώτας ἔχουσιν. Οὗτοι δὲ ὑπ᾽ ἐκείνων μιγνύμενοι φέρονται ἐν τῷ αἰθέρι αἰωρούμενοι, τὸν τούτου τόπον ἀναπληροῦντες, ὅπως μηδεὶς ᾖ τόπος ἄνω κενὸς ἀστέρων, συγκοσμοῦντες τὸ πᾶν, ἐνέργειαν ἰδίαν ἔχοντες, ὑποτεταγμένην δὲ ⟨τῇ⟩ τῶν τριάκοντα ἓξ ἐνεργείᾳ· ἐξ ὧν καὶ κατὰ τὰς χώρας φθοραὶ γίνονται τῶν ἄλλων ἐμψύχων ζῴων καὶ ἡ πληθὺς τῶν λυμαινομένων ζῴων τοὺς καρπούς.

9 Ἑρμοῦ · 11

Ὑπὸ δὲ τούτους ἐστὶν ἡ καλουμένη ἄρκτος, κατὰ μέσον τοῦ ζωδιακοῦ, ἐξ ἀστέρων συγκειμένη ἑπτά, ἔχουσα ἀντίζυγον ἑτέραν ὑπὲρ κεφαλῆς. Ταύτης μὲν ἡ ἐνέργεια ἐστὶ καθάπερ ἄξονος, μηδαμοῦ μὲν δυνούσης μηδὲ ἀνατελλούσης, μενούσης δὲ ἐν τῷ αὐτῷ τόπῳ, [τῆς] περὶ ⟨τὸ⟩ αὐτὸ στρεφομένης, ἐνεργούσης δὲ τὴν ⟨τοῦ⟩ ζῳοφόρου κύκλου ⟨περιφοράν⟩, παραδιδοῦσαν τὸ πᾶν τοῦτο ἀπὸ μὲν τῆς νυκτὸς ἡμέρᾳ, ἀπὸ ⟨δ᾽⟩ ἡμέρας νυκτί.

9 Ἑρμοῦ · 12

Μετὰ δὲ ταύτην ἐστὶν ἄλλος χορὸς ἀστέρων, οὓς ἡμεῖς προσηγοριῶν οὐ κατηξιώσαμεν, οἱ δὲ μεθ᾽ ἡμᾶς μιμησάμενοι μὲν καὶ αὐτοὶ προσηγορίας τούτοις θήσονται.

9 Ἑρμοῦ · 13

Κάτωθεν δὲ τῆς σελήνης εἰσὶν ἕτεροι ἀστέρες φθαρτοί, ἀργοί, πρὸς ὀλίγον χρόνον συνιστάμενοι, εἰς τὸν ὑπὲρ γῆς ἀέρα ἐξ αὐτῆς τῆς γῆς ἀναθυμιώμενοι, οὓς καὶ ἡμεῖς ὁρῶμεν διαλυομένους, τὴν φύσιν ὁμοίαν ἔχοντας τοῖς ἀχρήστοις τῶν ἐπὶ γῆς ζῴων, ἐπὶ ἕτερον δὲ οὐδὲν γίνεται ἢ ἵνα μόνον φθαρῇ, οἷον τὸ τῶν μυιῶν γένος καὶ τῶν ψύλλων καὶ τῶν σκωλήκων καὶ τῶν ἄλλων τῶν ὁμοίων·

9 Ἑρμοῦ · 14

καὶ γὰρ ἐκεῖνα, ὦ Τάτ, οὔτε ἡμῖν οὔτε τῷ κόσμῳ χρήσιμά ἐστι, τοὐναντίον δὲ λυπεῖ ἐνοχλοῦντα, παρακολουθήματα ὄντα τῆς φύσεως καὶ κατὰ τὸ περισσὸν τὴν γένεσιν ἔχοντα· τὸν αὐτὸν τρόπον καὶ οἱ ἀπὸ τῆς γῆς ἀναθυμιώμενοι ἀστέρες τὸν μὲν ἄνω τόπον οὐ καταλαμβάνουσιν (ἀδυνατοῦσι γὰρ ὡς κάτωθεν ἀνιόντες), πολὺ δὲ ⟨τὸ⟩ ἐμβριθὲς ἔχοντες, ἑλκόμενοι κάτω ὑπὸ τῆς ἰδίας ὕλης διαχέονται ταχέως καὶ διαλυθέντες πίπτουσι πάλιν εἰς γῆν μηδὲν ⟨ἕτερον⟩ ἐνεργήσαντες, ἢ μόνον ὀχλήσαντες τῷ ὑπὲρ γῆν ἀέρι.

9 Ἑρμοῦ · 15

Ἕτερόν ἐστι γένος, ὦ Τάτ, τὸ τῶν καλουμένων κομητῶν, κατὰ καιρὸν ἐπιφαινομένων καὶ πάλιν μετὰ χρόνον ὀλίγον ἀφανῶν γινομένων, μήτε ἀνατελλόντων μήτε δυνόντων μήτε διαλυομένων, οἵτινες φανεροὶ ἄγγελοι καὶ κήρυκες καθολικῶν ἀποτελεσμάτων γίνονται μελλόντων ἔσεσθαι· οὗτοι δὲ τὸν τόπον ἔχουσιν ὑπὸ τὸν κύκλον τὸν τοῦ ἡλίου.

9 Ἑρμοῦ · 16

Ἐπὰν οὖν μέλλῃ τι τῷ κόσμῳ συμβαίνειν, οὗτοι φαίνονται ⟨καὶ⟩ φανέντες ὀλίγας ἡμέρας, πάλιν ὑπὸ τὸν κύκλον ἐλθόντες τοῦ ἡλίου ἀφανεῖς μένουσιν, ἐν τῷ ἀπηλιώτῃ φανέντες ⟨ἄλλοι⟩, ἄλλοι δὲ ἐν τῷ βορρᾷ, ἄλλοι δὲ ἐν τῷ λιβί, ἄλλοι δὲ ἐν τῷ νότῳ· μάντεις δὲ τούτους προσηγορεύσαμεν. Καὶ ἀστέρων ἥδε φύσις.

9 Ἑρμοῦ · 17

[Ἀστέρες δὲ ἄστρων διαφορὰν ἔχουσιν. Ἀστέρες μὲν γάρ εἰσιν οἱ ἐν τῷ οὐρανῷ αἰωρούμενοι, ἄστρα δὲ τὰ ἐγκείμενα ἐν τῷ σώματι τοῦ οὐρανοῦ, συμφερόμενα δὲ τῷ οὐρανῷ, ἐξ ὧν δώδεκα ζῴδια προσηγορεύσαμεν.]

9 Ἑρμοῦ · 18

Ὁ ταῦτα μὴ ἀγνοήσας ἀκριβῶς δύναται νοῆσαι τὸν θεόν, εἰ δὲ καὶ τολμήσαντα δεῖ εἰπεῖν, καὶ αὐτόπτης γενόμενος θεάσασθαι καὶ θεασάμενος μακάριος γενέσθαι.

⟨ΤΑΤ⟩ Μακάριος ὡς ἀληθῶς, ὦ πάτερ, ὁ τοῦτον θεασάμενος.

9 Ἑρμοῦ · 19

⟨ἙΡΜ.⟩ Ἀλλ᾽ ἀδύνατον, ὦ τέκνον, τὸν ἐν σώματι τούτου εὐτυχῆσαι. Δεῖ δὲ προγυμνάζειν αὑτοῦ τινα τὴν ψυχὴν ἐνθάδε, ἵνα ἐκεῖ γενομένη, ὅπου αὐτὴν ἔξεστι θεάσασθαι, ὁδοῦ μὴ σφαλῇ. Ὅσοι δὲ ἄνθρωποι φιλοσώματοί εἰσιν, οὗτοι οὐκ ἄν ποτε θεάσαιντο τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ ὄψιν. Οἷον γάρ ἐστι κάλλος, ὦ τέκνον, τὸ μήτε σχῆμα μήτε χρῶμα μήτε σῶμα ἔχον.

9 Ἑρμοῦ · 20

⟨ΤΑΤ⟩ Εἴη δ᾽ ἄν τι, ὦ πάτερ, χωρὶς τούτων καλόν;

⟨ἙΡΜ.⟩ Μόνος ὁ θεός, ὦ τέκνον, μᾶλλον δὲ τὸ μεῖζόν τι ὄν, τοῦ θεοῦ τὸ ὄνομα.

Contents

Sign in to save your reading →