Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 21

Κεφάλαιον ΚΑʹ

Περὶ κόσμου καὶ εἰ ἔμψυχος καὶ προνοίᾳ διοικούμενος καὶ ποῦ ἔχει τὸ ἡγεμονικὸν καὶ πόθεν τρέφεται.

1 Πλάτωνος · 1

Πλάτων τὸν κόσμον ἔφησε ζῷον ἔμψυχον ἔννουν τε, ὅτι τε ἀφ᾽ ἑαυτοῦ τρέφεται, τὸ δὲ ἡγεμονικὸν τοῦ κόσμου ἐν οὐρανῷ τίθεται. Λέγει γοῦν οὕτως ἐν τῷ Τιμαίῳ·

1 Πλάτωνος · 2

Βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς τε καὶ ἀτάκτως αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον· θέμις δὲ οὔτε ἦν οὔτε ἐστὶ τῷ ἀρίστῳ δρᾶν ἄλλο, πλὴν τὸ κάλλιστον.

1 Πλάτωνος · 3

Λογισάμενος οὖν εὕρισκεν ἐκ τῶν κατὰ φύσιν ὁρατῶν οὐδὲν ἀνόητον τοῦ νοῦν ἔχοντος ὅλον ὅλου κάλλιον ἔσεσθαί ποτε ἔργον, νοῦν δὲ αὖ χωρὶς ψυχῆς ἀδύνατον παραγενέσθαι τῳ. Διὰ δὴ τὸν λογισμὸν τόνδε νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι συνιστὰς τὸ πᾶν συνετεκταίνετο, ὅπως ὅ τι κάλλιστον εἴη κατὰ φύσιν ἄριστόν τε ἔργον ἀπειργασμένος. Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.

2 Ἐν ταὐτῷ

Ἀπῄει τε γὰρ οὐδὲν οὐδὲ προσῄει αὐτῷ ποθέν· οὐδὲ γὰρ ἦν· αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντ᾽ ἐν ἑαυτῷ καὶ ὑφ᾽ ἑαυτοῦ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν.

3a ⟨Ἀετίου⟩

Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου.

Σέλευκος ὁ Ἐρυθραῖος καὶ Ἡρακλείδης ὁ Ποντικὸς ἄπειρον τὸν κόσμον.

Διογένης καὶ Μέλισσος τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι.

3b ⟨Ἀετίου⟩

Οἱ Στωικοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον. Μήτε αὔξεσθαι δὲ μήτε μειοῦσθαι τὸν κόσμον, τοῖς δὲ μέρεσιν ὅτε μὲν παρεκτείνεσθαι πρὸς πλείονα τόπον, ὅτε δὲ συστέλλεσθαι. Ἀπὸ γῆς δὲ ἄρξασθαι τὴν γένεσιν τοῦ κόσμου, καθάπερ ἀπὸ κέντρου, ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.

3c ⟨Ἀετίου⟩

Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον ⟨καὶ⟩ προνοίᾳ διοικούμενον.

Λεύκιππος δὲ καὶ Δημόκριτος καὶ Ἐπίκουρος οὐδέτερα τούτων, φύσει δὲ ἀλόγῳ ἐκ τῶν ἀτόμων συνεστῶτα.

4 ⟨Πλουτάρχου⟩ · 1

Ὅμηρός φησι πεπερασμένον εἶναι τὸν κόσμον, δηλοῦται δὲ διὰ τούτων·

Τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ᾽ ἔμμορε τιμῆς.

Τοῦτο τοίνυν ἑνὶ στίχῳ διαρρήδην ἐδήλωσεν, τὸ γὰρ ἄπειρον οὐκ ἔστιν εἰς μοίρας διελεῖν. Καὶ ἐν τούτοις δὲ τὸ αὐτὸ σημαίνει·

4 ⟨Πλουτάρχου⟩ · 2

Ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ παλλομένων, Ἀΐδης δ᾽ ἔλαχεν ζόφον ἠερόεντα, Ζεὺς δ᾽ ἔλαχ᾽ οὐρανὸν ⟨εὐρὺν⟩ ἐν αἰθέρι καὶ νεφέλῃσι, γαῖα δ᾽ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος,

ὡς τῶν ἐν μέσῳ φύσεων πεποιημένος τὴν νέμησιν, τὰ δὲ ἄκρα καὶ περατοῦντα ἀνέμητα καταλελοιπώς. Καὶ εἶναι τὴν γῆν μὲν κατωτάτω πάντων, τὸν δὲ Ὄλυμπον ἀνωτάτω δεδήλωκεν ἐν τούτῳ·

4 ⟨Πλουτάρχου⟩ · 3

Ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾽ αὐτῇ τε θαλάσσῃ· σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο δησαίμην, τὰ δέ κ᾽ αὖτε μετήορα πάντα γένοιτο.

Τὴν γὰρ γῆν μετέωρον γενήσεσθαί φησιν ἐξ ἕδρας ἀνασπασθεῖσαν ὡς τὴν κατωτάτω [ὡς τὴν ἀνωτάτω].

5 ⟨Ἀρείου Διδύμου⟩ · 1

Χρυσίππου. Κόσμον δ᾽ εἶναί φησιν ὁ Χρύσιππος σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων· ἢ τὸ ἐκ θεῶν καὶ ἀνθρώπων σύστημα καὶ ἐκ τῶν ἕνεκα τούτων γεγονότων. Λέγεται δ᾽ ἑτέρως κόσμος ὁ θεός, καθ᾽ ὃν ἡ διακόσμησις γίνεται καὶ τελειοῦται.

5 ⟨Ἀρείου Διδύμου⟩ · 2

Τοῦ δὲ κατὰ τὴν διακόσμησιν λεγομένου κόσμου τὸ μὲν εἶναι περιφερόμενον περὶ τὸ μέσον, τὸ δ᾽ ὑπομένον· περιφερόμενον μὲν τὸν αἰθέρα, ὑπομένον δὲ τὴν γῆν καὶ τὰ ἐπ᾽ αὐτῆς ὑγρὰ καὶ τὸν ἀέρα. Τὸ γὰρ τῆς πάσης οὐσίας πυκνότατον ὑπέρεισμα πάντων εἶναι κατὰ φύσιν, ὅνπερ τρόπον ἐν ζῴῳ τὰ ὀστέα, τοῦτο δὲ καλεῖσθαι γῆν.

5 ⟨Ἀρείου Διδύμου⟩ · 3

Περὶ δὲ ταύτην τὸ ὕδωρ περικεχύσθαι σφαιρικῶς, ὁμαλωτέραν τὴν ἰσχὺν διειληχός. Τῆς γὰρ γῆς ἐξοχάς τινας ἐχούσης ἀνωμάλους διὰ τοῦ ὕδατος εἰς ὕψος ἀνηκούσας, ταύτας δὴ νήσους καλεῖσθαι· τούτων δὲ τὰς ἐπὶ πλεῖον διηκούσας ἠπείρους προσηγορεῦσθαι ὑπ᾽ ἀγνοίας τοῦ περιέχεσθαι καὶ ταύτας πελάγεσι μεγάλοις.

5 ⟨Ἀρείου Διδύμου⟩ · 4

Ἀπὸ δὲ τοῦ ὕδατος τὸν ἀέρα ἐξῆφθαι καθάπερ ἐξατμισθέντα, καὶ περικεχύσθαι σφαιρικῶς· ἐκ δὲ τούτου τὸν αἰθέρα ἀραιότατον ὄντα καὶ εἰλικρινέστατον. Τὸν μὲν οὖν κατὰ τὴν διακόσμησιν λεγόμενον κόσμον εἰς ταύτας διακεκρίσθαι τὰς φύσεις· τὸ δὲ περιφερόμενον αὐτῷ ἐγκυκλίως αἰθέρα εἶναι, ἐν ᾧ τὰ ἄστρα καθίδρυται, τά τε ἀπλανῆ καὶ τὰ πλανώμενα, θεῖα τὴν φύσιν ὄντα καὶ ἔμψυχα καὶ διοικούμενα κατὰ τὴν πρόνοιαν.

5 ⟨Ἀρείου Διδύμου⟩ · 5

Τῶν μὲν οὖν ἀπλανῶν ἄστρων ἀκατάληπτον εἶναι τὸ πλῆθος, τὰ δὲ πλανώμενα ἑπτὰ τὸν ἀριθμὸν εἶναι, πάντα δὲ τὰ πλανώμενα ταπεινότερα τῶν ἀπλανῶν. Τετάχθαι δὲ τὰ μὲν ἀπλανῆ ἐπὶ μιᾶς ἐπιφανείας, ὡς καὶ ὁρᾶται· τὰ δὲ πλανώμενα ἐπ᾽ ἄλλης καὶ ἄλλης σφαίρας· περιέχεσθαι δὲ πάσας τὰς τῶν πλανωμένων ὑπὸ τῆς τῶν ἀπλανῶν σφαίρας.

5 ⟨Ἀρείου Διδύμου⟩ · 6

Τῶν δὲ πλανωμένων ὑψηλοτάτην εἶναι μετὰ τὴν ⟨τῶν⟩ ἀπλανῶν τὴν τοῦ Κρόνου, μετὰ δὲ ταύτην τὴν τοῦ Διός, εἶτα τὴν τοῦ Ἄρεος, ἑξῆς δὲ τὴν τοῦ Ἑρμοῦ καὶ μετ᾽ αὐτὴν τὴν τῆς Ἀφροδίτης, εἶτα τὴν τοῦ ἡλίου, ἐπὶ πάσι δὲ τὴν τῆς σελήνης, πλησιάζουσαν τῷ ἀέρι. Διὸ καὶ ἀερωδεστέραν φαίνεσθαι καὶ μάλιστα διατείνειν τὴν ἀπ᾽ αὐτῆς δύναμιν εἰς τὰ περίγεια.

5 ⟨Ἀρείου Διδύμου⟩ · 7

Ὑπὸ δὲ τὴν σελήνην τὴν τοῦ ὑπ᾽ αὐτοῦ φερομένου ἀέρος, εἶτα τὴν ⟨τοῦ⟩ ὕδατος, τελευταίαν δὲ τὴν τῆς γῆς, περὶ τὸ μέσον σημεῖον τοῦ κόσμου κειμένης, ὃ δὴ τοῦ παντός ἐστι κάτω, ἄνω δὲ τὸ ἀπ᾽ αὐτοῦ εἰς τὸ κύκλῳ πάντῃ.

6a ⟨Ἀετίου⟩

Ἔκφαντος ἐκ μὲν τῶν ἀτόμων συνεστάναι τὸν κόσμον, διοικεῖσθαι δὲ ὑπὸ προνοίας.

6b ⟨Ἀετίου⟩

Ἀριστοτέλης οὔτε ἔμψυχον ὅλον δι᾽ ὅλου οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον. Τὰ μὲν γὰρ οὐράνια πάντων τούτων κοινωνεῖν, σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς, τὰ δὲ περίγεια μηδενὸς αὐτῶν, τῆς δ᾽ εὐταξίας κατὰ συμβεβηκός, οὐ προηγουμένως μετέχειν. Εἰ δὲ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς δεῖται τροφῆς, διὰ τοῦτο καὶ ἀΐδιος.

6c ⟨Ἀετίου⟩ · 1

Πυθαγόρας φησὶ γενητὸν κατ᾽ ἐπίνοιαν τὸν κόσμον, οὐ κατὰ χρόνον. Ὃς καὶ πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. Ἄρξασθαι δὲ τὴν γένεσιν τοῦ κόσμου ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου.

6c ⟨Ἀετίου⟩ · 2

Πέντε δὲ σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου ⟨τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου⟩ τὴν τοῦ παντὸς σφαῖραν.

6d ⟨Ἀετίου⟩

Φιλόλαος ἔφησε τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δὲ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου. Τὸ δὲ ἡγεμονικὸν ἐν τῷ μεσαιτάτῳ πυρί, ὅπερ τρόπεως δίκην προϋπεβάλλετο τῇ τοῦ παντὸς ⟨σφαίρᾳ⟩ ὁ δημιουργὸς θεός.

6e ⟨Ἀετίου⟩

Κλεάνθης ὁ Στωικὸς ἐν ἡλίῳ ἔφησεν εἶναι τὸ ἡγεμονικὸν τοῦ κόσμου.

Ἀρχέδημος τὸ ἡγεμονικὸν τοῦ κόσμου ἐν γῇ ὑπάρχειν ἀπεφήνατο.

6f ⟨Ἀετίου⟩

Ἡράκλειτος οὐ κατὰ χρόνον εἶναι γενητὸν τὸν κόσμον, ἀλλὰ κατ᾽ ἐπίνοιαν.

Ἐπίδικος ὑπὸ φύσεως γεγενῆσθαι τὸν κόσμον.

Ἀρχέλαος ὑπὸ θερμοῦ καὶ ἐμψυχρίας συστῆναι τὸν κόσμον.

7a Φιλολάου Περὶ κόσμω

Ἀνάγκα τὰ ἐόντα εἶμεν πάντα ἢ περαίνοντα ἢ ἄπειρα ἢ περαίνοντά τε καὶ ἄπειρα, ἄπειρα δὲ μόνον οὐ κα εἴη. Ἐπεὶ τοίνυν φαίνεται οὔτ᾽ ἐκ περαινόντων πάντων ἐόντα οὔτ᾽ ἐξ ἀπείρων πάντων, δῆλον τάρα ὅτι ἐκ περαινόντων τε καὶ ἀπείρων ὅ τε κόσμος καὶ τὰ ἐν αὐτῷ συναρμόχθη. Δηλοῖ δὲ καὶ τὰ ἐν τοῖς ἔργοις. Τὰ μὲν γὰρ αὐτῶν ἐκ περαινόντων περαίνοντα, τὰ δ᾽ ἐκ περαινόντων τε καὶ ἀπείρων περαίνοντά τε καὶ οὐ περαίνοντα, τὰ δ᾽ ἐξ ἀπείρων ἄπειρα φαίνεται.

7b ⟨Τοῦ αὐτοῦ⟩

Καὶ πάντα γα μὰν τὰ γιγνωσκόμενα ἀριθμὸν ἔχοντι. Οὐ γὰρ οἷόν τε οὐδὲν οὔτε νοηθῆμεν οὔτε γνωσθῆμεν ἄνευ τούτου.

7c ⟨Τοῦ αὐτοῦ⟩

Ὁ γα μὰν ἀριθμὸς ἔχει δύο μὲν ἴδια εἴδεα, περισσὸν καὶ ἄρτιον, τρίτον δὲ ἀπ᾽ ἀμφοτέρων μιχθέντων, ἀρτιοπέρισσον. Ἑκατέρω δὲ τῶ εἴδεος πολλαὶ μορφαί, ὡς ἕκαστον αὐταυτὸ σημαίνει.

7d ⟨Τοῦ αὐτοῦ⟩ · 1

Περὶ δὲ φύσιος καὶ ἁρμονίας ὧδε ἔχει· Ἁ μὲν ἐστὼ τῶν πραγμάτων, ἀΐδιος ἔσσα καὶ αὐτὰ μὰν ἁ φύσις, θεία ἐντὶ καὶ οὐκ ἀνθρωπίναν ἐνδέχεται γνῶσιν, πλὰν γα ἢ ὅτι οὐχ οἷόν τ᾽ ἦς οὐδὲν τῶν ἐόντων καὶ γιγνωσκόμενον ὑφ᾽ ἁμῶν γενέσθαι, μὴ ὑπαρχοίσας τᾶς ἐστοῦς τῶν πραγμάτων ἐξ ὧν συνέστα ὁ κόσμος καὶ τῶν περαινόντων καὶ τῶν ἀπείρων.

7d ⟨Τοῦ αὐτοῦ⟩ · 2

Ἐπεὶ δὲ ταὶ ἀρχαὶ ὑπᾶρχον οὐχ ὁμοῖαι οὐδ᾽ ὁμόφυλοι ἔσσαι, ἤδη ἀδύνατον ἦς κα αὐταῖς κοσμηθῆμεν, αἰ μὴ ἁρμονία ἐπεγένετο, ὡτινιῶν τρόπῳ ἐγένετο. Τὰ μὲν ὦν ὅμοια καὶ ὁμόφυλα ἁρμονίας οὐδὲν ἐπεδέοντο, τὰ δὲ ἀνόμοια μηδὲ ὁμόφυλα μηδὲ ἰσολαχῆ ἀνάγκα τᾷ τοιαύτᾳ ἁρμονίᾳ συγκεκλεῖσθαι, αἰ μέλλοντι ἐν κόσμῳ κατέχεσθαι.

7d ⟨Τοῦ αὐτοῦ⟩ · 3

Ἁρμονίας δὲ μέγεθός ἐντι συλλαβὰ καὶ δι᾽ ὀξειᾶν· τὸ δὲ δι᾽ ὀξειᾶν μεῖζον τᾶς συλλαβᾶς ἐπογδόῳ· ἐντὶ γὰρ ἀπὸ ὑπάτας ἐπὶ μέσαν συλλαβά, ἀπὸ δὲ μέσας ἐπὶ νεάταν δι᾽ ὀξειᾶν, ἀπὸ δὲ νεάτας ἐς τρίταν συλλαβά, ἀπὸ δὲ τρίτας ἐς ὑπάταν δι᾽ ὀξειᾶν· τὸ δ᾽ ἐν μέσῳ μέσας καὶ τρίτας ἐπόγδοον· ἁ δὲ συλλαβὰ ἐπίτριτον, τὸ δὲ δι᾽ ὀξειᾶν ἡμιόλιον, ⟨τὸ⟩ διὰ πασᾶν δὲ διπλόον.

7d ⟨Τοῦ αὐτοῦ⟩ · 4

Οὕτως ἁρμονία πέντε ἐπόγδοα καὶ ⟨δύο⟩ διέσιες, δι᾽ ὀξειᾶν δὲ τρία ἐπόγδοα καὶ δίεσις.

8 ⟨Τοῦ αὐτοῦ⟩

Τὸ πρᾶτον ἁρμοσθέν, τὸ ἕν, ἐν τῷ μέσῳ τᾶς σφαίρας ἑστία καλεῖται.

Contents

Sign in to save your reading →