Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον Αʹ
I.1.heading · Wachsmuth pp. 23
Ὅτι θεὸς δημιουργὸς τῶν ὄντων καὶ διέπει τὸ ὅλον τῷ τῆς προνοίας λόγῳ καὶ ποίας οὐσίας ὑπάρχει.
1 Θεοδέκτου
I.1.1 · Wachsmuth pp. 23
Ἀπὸ τῶν θεῶν ἀρχὴν δὲ ποιεῖσθαι πρέπον.
2 Εὐριπίδου
I.1.2 · Wachsmuth pp. 23
Ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
3 Ἀράτου
I.1.3 · Wachsmuth pp. 23
Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ’ ἄνδρες ἐῶμεν ἄρρητον, μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες, πάντῃ δὲ Διὸς κεχρήμεθα πάντες. τοῦ γὰρ καὶ γένος ἐσμέν, ὁ δ’ ἤπιος ἀνθρώποισι δεξιὰ σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργον ἐγείρει μιμνήσκων βιότοιο, λέγει δ’ ὅτε βῶλος ἀρίστη βουσί τε καὶ μακέλῃσι, λέγει δ’ ὅτε δεξιαὶ ὧραι καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.
4 ⟨Ὁμήρου⟩
I.1.4 · Wachsmuth pp. 23
Ζεὺς δ’ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε ὅππως κεν ἐθέλῃσιν, ὁ γὰρ κάρτιστος ἁπάντων.
5 ⟨Ἀδεσπότου τραγικοῦ⟩
I.1.5 · Wachsmuth pp. 24
Ὁ γὰρ θεὸς μέγιστος ἀνθρώποις νόμος.
6 ⟨Ἀδεσπότου ἐλεγειακοῦ⟩
I.1.6 · Wachsmuth pp. 24
Ζεὺς πάντων αὐτὸς φάρμακα μοῦνος ἔχει.
7 ⟨Ὁμήρου⟩
I.1.7 · Wachsmuth pp. 24
Ζεὺς δ’ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν ἑκάστῳ.
8 ⟨Ὁμήρου⟩
I.1.8 · Wachsmuth pp. 24
Ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
9 ⟨Ἀδεσπότου ποιητοῦ⟩
I.1.9 · Wachsmuth pp. 24
Ζεὺς ὁ καὶ ζωῆς καὶ θανάτου πείρατα νωμῶν.
10 Σιμωνίδου
I.1.10 · Wachsmuth pp. 24
Οὔτις ἄνευ θεῶν ἀρετὰν λάβεν, οὐ πόλις, οὐ ⟨βροτός⟩.
11 Μενάνδρου
I.1.11 · Wachsmuth pp. 25
Ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται.
12 Κλεάνθους (αʹ)
I.1.12a · Wachsmuth pp. 25
Κύδιστ’ ἀθανάτων, πολυώνυμε, παγκρατὲς αἰεί, Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν, χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν. ἐκ σοῦ γὰρ γένος ἐσμέν, † ἤχου μίμημα λαχόντες μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτ’ ἐπὶ γαῖαν· τῷ σε καθυμνήσω καὶ σὸν κράτος αἰὲν ἀείδω. σοὶ δὴ πᾶς ὅδε κόσμος, ἑλισσόμενος περὶ γαῖαν, πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται· τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν ἀμφήκη, πυρόεντ’, αἰειζώοντα κεραυνόν· τοῦ γὰρ ὑπὸ πληγῆς φύσεως πάντ’ ἐρρίγα⟨σιν⟩·
12 Κλεάνθους (βʹ)
I.1.12b · Wachsmuth pp. 25-26
ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων φοιτᾷ, μιγνύμενος μεγάλοις μικροῖς τε φάεσσι … ὡς τόσσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός, οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον, οὔτε κατ’ αἰθέριον θεῖον πόλον οὔτ’ ἐνὶ πόντῳ, πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέρῃσιν ἀνοίαις· ἀλλὰ σὺ καὶ τὰ περισσὰ ⟨τ’⟩ ἐπίστασαι ἄρτια θεῖναι. καὶ κοσμεῖν τἄκοσμα καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, ὥσθ’ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα, ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι, δύσμοροι, οἵ τ’ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες οὔτ’ ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν, ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν.
12 Κλεάνθους (γʹ)
I.1.12c · Wachsmuth pp. 26-27
αὐτοὶ δ’ αὖθ’ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπ’ ἄλλο, οἳ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες, οἳ δ’ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ, ἄλλοι δ’ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα … ἐπ’ ἄλλοθεν ἄλλα φέρονται, σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι. ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀρχικέραυνε, ἀνθρώπους ⟨μὲν⟩ ῥύου ἀπειροσύνης ἀπὸ λυγρῆς, ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς, ὄφρ’ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ, ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε θνητὸν ἐόντ’, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον, οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.
13a ⟨Ἀδεσπότου τραγικοῦ⟩
I.1.13a · Wachsmuth pp. 27
Θεοῦ θέλοντος εὖ τὰ πάντα γίγνεται.
13b ⟨Ἀδεσπότου τραγικοῦ⟩
I.1.13b · Wachsmuth pp. 27
Τί δ’ οὐ γένοιτ’ ἂν θεοῦ ⟨γ’⟩ ἐφιέντος τύχῃ;
13c ⟨Σοφοκλέους⟩
I.1.13c · Wachsmuth pp. 27
Ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κωδύρεται.
13d ⟨Ἀδεσπότου ποιητοῦ⟩
I.1.13d · Wachsmuth pp. 27
Γεννᾷ τὸ θεῖον εὐτυχῆ δωρήματα.
13e ⟨Ἀδεσπότου τραγικοῦ⟩
I.1.13e · Wachsmuth pp. 27
Ζεύς ἐσθ’ ὁ πέμπων τὴν ἐφήμερον τροφήν.
13f ⟨Ἀδεσπότου τραγικοῦ⟩
I.1.13f · Wachsmuth pp. 27
Ἄνευ θεοῦ γὰρ οὐδὲ εἷς ἀνὴρ σθένει.
13g ⟨Ἀδεσπότου τραγικοῦ⟩
I.1.13g · Wachsmuth pp. 27
Θείᾳ προνοίᾳ πάντ’ ἐγέννησεν φύσις.
13h ⟨Ἀδεσπότου ποιητοῦ⟩
I.1.13h · Wachsmuth pp. 27
Θεὸς μόνος πέφυκεν ἐν βροτοῖς μέγας.
14 ⟨Ὁμήρου⟩
I.1.14 · Wachsmuth pp. 27
Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοί τ’ ἐλθόντες ἐπιστρωφῶσι πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
15 ⟨Ὁμήρου⟩
I.1.15 · Wachsmuth pp. 28
Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε.
16 ⟨Ἀδεσπότου ποιητοῦ⟩
I.1.16 · Wachsmuth pp. 28
Πάντῃ πάρεστι καὶ βλέπει πάντῃ θεός.
17 ⟨Εὐριπίδου⟩
I.1.17 · Wachsmuth pp. 28
Θεοῦ γὰρ οὐδεὶς χωρὶς εὐτυχεῖ βροτῶν, οὐδ’ εἰς τὸ μεῖζον ἦλθε, τὰς θνητῶν δ’ ἐγὼ χαίρειν κελεύω θεῶν ἄτερ προμηθίας.
18 ⟨Ἀρχιλόχου⟩
I.1.18 · Wachsmuth pp. 28
Τοῖος ἀνθρώποισι θυμός, Γλαῦκε, Λεπτίνεω πάι, γίνεται θνητοῖς, ὁκοίην Ζεὺς ἐφ’ ἡμέρην ἄγῃ.
19 ⟨Εὐριπίδου Θυέστῃ⟩
I.1.19 · Wachsmuth pp. 28
Θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.
20 ⟨Ἀδεσπότου τραγικοῦ⟩
I.1.20 · Wachsmuth pp. 28
Θνητοῖσιν ἀνθρώποισι καταφυγὴ θεοί.
21 ⟨Ἀδεσπότου τραγικοῦ⟩
I.1.21 · Wachsmuth pp. 28-29
Καὶ τἀμπλακήματ’ ἔρχεται θεὸς μέτα, ὅθεν λαβόντες οἱ κακῶς πεπραγότες ἱκετηρίαν ἀπῆλθον ἐκ δυσπραξίας.
22 ⟨Ἀδεσπότου τραγικοῦ⟩
I.1.22 · Wachsmuth pp. 29
Νῦν οὐκέτι μοι δίχα θυμός, ἀλλὰ σαφὴς ⟨φάτις ἔσθ’⟩, ὅτι πάντα βροτοῖς Ζεὺς ἐπικάρσια τέμνει, καθελὼν μὲν δοκέοντ’, ἀδόκητον δ’ ἐξαίρων.
23 ⟨Ὀρφέως⟩ (αʹ)
I.1.23a · Wachsmuth pp. 29-30
Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀρχικέραυνος, Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ’ ἐκ πάντα τέτυκται· Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄμβροτος ἔπλετο νύμφη, Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος· Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος· ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων· ἓν ⟨δὲ⟩ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νύξ τε καὶ ἦμαρ· καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής· πάντα γὰρ ἐν Ζηνὸς μεγάλῳ τάδε σώματι κεῖται·
23 ⟨Ὀρφέως⟩ (βʹ)
I.1.23b · Wachsmuth pp. 30
τοῦ δή τοι κεφαλὴ μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται· ταύρεα δ’ ἀμφοτέρωθε δύο χρύσεια κέρατα ἀντολή τε δύσις τε, θεῶν ὁδοὶ οὐρανίων. ὄμματα δ’ ἠέλιος τε καὶ ἀντιόωσα σελήνη· οἶς δέ οἱ ἀψευδὲς βασιλήιον ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κλύει καὶ φράζεται· οὐδέ τίς ἐστιν αὐδὴ οὐδ’ ἐνοπὴ οὐδὲ κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος. ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα·
23 ⟨Ὀρφέως⟩ (γʹ)
I.1.23c · Wachsmuth pp. 30-31
σῶμα δὲ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον, ἄτρομον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται· ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο, τῇς ἐπὶ πάντα ποτᾶθ’, ἱερὴ δέ οἱ ἔπλετο νηδὺς γαῖά τε παμμήτωρ ὀρέων τ’ αἰπεινὰ κάρηνα, μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης καὶ πόντου· πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι, τάρταρά τ’ εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης. πάντα δ’ ἀποκρύψας αὖθις φάος ἐς πολυγηθὲς μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι θέσκελα ῥέζων. …
24 ⟨Ἀδήλου φιλοσόφου⟩
I.1.24 · Wachsmuth pp. 31
Τί πότ’ ἐστὶ θεός; νοῦς. τί δὲ νοῦς ἐστι; φρόνησις. Ζῆνα δὲ σὺ νόμιζε τοῦτον, ὅθεν ἔχομεν ἀεὶ ⟨τὸ⟩ ζῆν.
25 Πορφυρίου ἐκ τοῦ Περὶ ἀγαλμάτων
I.1.25 · Wachsmuth pp. 31
Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν. Ζεὺς δὲ καὶ ⟨ὁ θεός⟩, καθὸ νοῦς ἀφ’ οὗ προφέρεται πάντα, ὅτι δημιουργεῖ τοῖς νοήμασι.
26 Χρυσίππου
I.1.26 · Wachsmuth pp. 31
Ζεὺς μὲν οὖν φαίνεται ὠνομάσθαι ἀπὸ τοῦ πᾶσι δεδωκέναι τὸ ζῆν. Δία δὲ αὐτὸν λέγουσιν, ὅτι πάντων ἐστὶν αἴτιος καὶ δι’ αὐτὸν πάντα.
27 Πλάτωνος ἐκ τοῦ Κρατύλου
I.1.27 · Wachsmuth pp. 31
Οἱ μὲν γὰρ Ζῆνα, οἱ δὲ Δία καλοῦσι· συντιθέμενα δὲ εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, ὃ δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι. οὐ γάρ ἐστιν ἡμῖν καὶ τοῖς ἄλλοις πᾶσιν, ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ ζῆν ἢ ὁ ἄρχων τε καὶ βασιλεὺς τῶν πάντων.