Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 20

7 ⟨Ἀρείου Διδύμου⟩ · 2

Τούτων δὲ τὴν κατ’ ἀλλοίωσιν περὶ τὴν οὐσίαν γίνεσθαι, τὰς δ’ ἄλλας τρεῖς περὶ τοὺς ποιοὺς λεγομένους τοὺς ἐπὶ τῆς οὐσίας γινομένους. Ἀκολούθως δὲ τούτοις καὶ τὰς γενέσεις συμβαίνειν. Τὴν γὰρ οὐσίαν οὔτ’ αὔξεσθαι οὔτε μειοῦσθαι κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν, ἀλλὰ μόνον ἀλλοιοῦσθαι, καθάπερ ἐπ’ ἀριθμῶν καὶ μέτρων συμβαίνειν.

7 ⟨Ἀρείου Διδύμου⟩ · 3

Ἐπὶ ⟨δὲ⟩ τῶν ἰδίως ποιῶν, οἷον Δίωνος καὶ Θέωνος, καὶ αὐξήσεις καὶ μειώσεις γίνεσθαι. Διὸ καὶ παραμένειν τὴν ἑκάστου ποιότητα ἀπὸ τῆς γενέσεως μέχρι τῆς ἀναιρέσεως, ⟨ὡς⟩ ἐπὶ τῶν ἀναίρεσιν ἐπιδεχομένων ζῴων καὶ φυτῶν καὶ τῶν τούτοις παραπλησίων.

7 ⟨Ἀρείου Διδύμου⟩ · 4

Ἐπὶ δὲ τῶν ἰδίως ποιῶν φησι δύο εἶναι τὰ δεκτικὰ μόρια, τὸ μέν τι κατὰ τὴν τῆς οὐσίας ὑπόστασιν, τὸ δέ ⟨τι⟩ κατὰ τὴν τοῦ ποιοῦ. Τοῦτο γάρ, ὡς πολλάκις ἐλέγομεν, τὴν αὔξησιν καὶ τὴν μείωσιν ἐπιδέχεσθαι·

7 ⟨Ἀρείου Διδύμου⟩ · 5

μὴ εἶναι δὲ ταὐτὸν τό τε ποιὸν ἰδίως καὶ τὴν οὐσίαν [ὁ] ἐξ ἧς ἐστι τοῦτο, μὴ μέντοι γε μηδ’ ἕτερον, ἀλλὰ μόνον οὐ ταὐτὸν διὰ τὸ καὶ μέρος εἶναι τῆς οὐσίας καὶ τὸν αὐτὸν ἐπέχειν τόπον, τὰ δ’ ἕτερά τινων λεγόμενα δεῖ καὶ τόπῳ κεχωρίσθαι καὶ μηδ’ ἐν μέρει θεωρεῖσθαι.

7 ⟨Ἀρείου Διδύμου⟩ · 6

Τὸ δὲ μὴ εἶναι ταὐτὸ τό τε κατὰ τὸ ἰδίως ποιὸν καὶ τὸ κατὰ τὴν οὐσίαν, δῆλον εἶναί φησιν ὁ Μνήσαρχος· ἀναγκαῖον γὰρ τοῖς αὐτοῖς ταὐτὰ συμβεβηκέναι. Εἰ γάρ τις πλάσας ἵππον, λόγου χάριν, συνθλάσειεν, ἔπειτα κύνα ποιήσειεν, εὐλόγως ἂν ἡμᾶς ἰδόντας εἰπεῖν, ὅτι τοῦτ’ οὐκ ἦν πάλαι, νῦν δ’ ἔστιν· ὥσθ’ ἕτερον εἶναι τὸ ἐπὶ τοῦ ποιοῦ λεγόμενον τόδε καὶ ⟨τὸ⟩ ἐπὶ τῆς οὐσίας.

7 ⟨Ἀρείου Διδύμου⟩ · 7

Καθόλου νομίζειν τοὺς αὐτοὺς ἡμᾶς εἶναι ταῖς οὐσίαις ἀπίθανον εἶναι φαίνεται· πολλάκις γὰρ συμβαίνει τὴν μὲν οὐσίαν ὑπάρχειν πρὸ τῆς γενέσεως, εἰ τύχοι, τῆς Σωκράτους, τὸν δὲ Σωκράτην μηδέπω ὑπάρχειν, καὶ μετὰ τὴν τοῦ Σωκράτους ἀναίρεσιν ὑπομένειν μὲν τὴν οὐσίαν, αὐτὸν δὲ μηκέτ’ εἶναι.

8 Πλάτωνος Τίμαιος · 1

Πλάτωνος ἐν τῷ Τιμαίῳ.

[Ὅτι τὰ στοιχεῖα εἰς ἄλληλα μεταβάλλεται.] Πῶς οὖν δὴ τοῦτο αὐτὸ καὶ πῇ καὶ τί περὶ αὐτῶν εἰκότως διαπορηθέντες ἂν λέγοιμεν; Πρῶτον μὲν ὃ δὴ νῦν ὕδωρ ὠνομάκαμεν πηγνύμενον, ὡς δοκοῦμεν, λίθους καὶ γῆν γιγνόμενον ὁρῶμεν, τηκόμενον δὲ καὶ διακρινόμενον αὖ ταὐτὸν τοῦτο πνεῦμα καὶ ἀέρα, ξυγκαυθέντα δὲ ἀέρα πῦρ, ἀνάπαλιν δὲ πῦρ ξυγκριθὲν καὶ κατασβεσθὲν εἰς ἰδέαν τε ἀπιὸν αὖθις ἀέρος [πῦρ],

8 Πλάτωνος Τίμαιος · 2

καὶ πάλιν ἀέρα ξυνιόντα καὶ πυκνούμενον νέφος καὶ ὁμίχλην, ἐκ δὲ τούτων ἔτι μᾶλλον συμπιλουμένων ῥέον ὕδωρ, ἐξ ὕδατος δὲ γῆν καὶ λίθους αὖθις, κύκλον τε οὕτω διαδιδόντα εἰς ἄλληλα, ὡς φαίνεται, τὴν γένεσιν. Οὕτω δὴ τούτων οὐδέποτε τῶν αὐτῶν ἑκάστων φανταζομένων, ποῖον αὐτῶν ὡς ὂν ὁτιοῦν τοῦτο καὶ οὐκ ἄλλο παγίως διισχυριζόμενος οὐκ αἰσχυνεῖταί τις ἑαυτόν; οὐκ ἔστιν·

8 Πλάτωνος Τίμαιος · 3

ἀλλ’ ἀσφαλέστατα μακρῷ περὶ τούτων τιθεμένους ὧδε λέγειν· ἀεὶ ὃ καθορῶμεν ἄλλοτε ἄλλῃ γιγνόμενον, ὡς πῦρ, μὴ τοῦτο ἀλλὰ τὸ τοιοῦτον ἑκάστοτε προσαγορεύειν πῦρ, μηδὲ ὕδωρ τοῦτο ἀλλὰ τὸ τοιοῦτον ἀεί· μηδὲ ἄλλο ποτέ μηδὲν ὡς τιν’ ἔχον βεβαιότητα, ὅσα δεικνύντες τῷ ῥήματι τῷ ‘τόδε’ καὶ ‘τοῦτο’ προσχρώμενοι δηλοῦν ἡγούμεθά τι· φεύγει γὰρ οὐχ ὑπομένον τὴν τοῦ ‘τόδε’ καὶ ‘τοῦτο’ καὶ τὴν τῷδε καὶ πᾶσαν ὅση μόνιμα ὡς ὄντα αὐτὰ ἐνδείκνυται φάσις.

9a ⟨Ἐν ταὐτῷ⟩

Ὅτι δὲ τὸ πᾶν ἀΐδιον, δηλοῖ σαφῶς· λέγει γοῦν ἐν ⟨τῷ⟩ Τιμαίῳ οὕτως·

Ἔκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς τὸ αὐτὸ αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.

9b ⟨Ἐν ταὐτῷ⟩

Χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵν’ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν ὄν, ὁ δ’ αὖ διὰ τέλους τὸν ἅπαντα ⟨χρόνον⟩ γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος.

10 Ἐν ταὐτῷ · 1

Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἃ δι’ ἐμοῦ γιγνόμενα ἄλυτα ἐμοῦ γε θέλοντος. Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν· τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν θέλειν κακοῦ.

10 Ἐν ταὐτῷ · 2

Διὸ καὶ ὑμεῖς ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστέ, οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε.

Contents

Sign in to save your reading →