Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 20

Κεφάλαιον Κʹ

Περὶ γενέσεως καὶ φθορᾶς.

1a ⟨Ἀετίου⟩

Παρμενίδης καὶ Μέλισσος ἀνῄρουν γένεσιν καὶ φθορὰν διὰ τὸ νομίζειν τὸ πᾶν ἀκίνητον.

1b Ἡράκλειτος

Ἡράκλειτος φησιν, ὅτι πάντα χωρεῖ καὶ οὐδὲν μένει· καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει ὡς δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης.

1c ⟨Ἀετίου⟩

Πλάτων φθαρτὸν μὲν τὸν κόσμον, ὅσον ἐπὶ τῇ φύσει, αἰσθητὸν γὰρ εἶναι, διότι καὶ σωματικόν, οὐ μὴν φθαρησόμενόν γε προνοίᾳ καὶ συνοχῇ θεοῦ.

1d ⟨Ἀετίου⟩ · 1

Ἐμπεδοκλῆς, Ἀναξαγόρας, Δημόκριτος, Ἐπίκουρος καὶ πάντες, ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι, συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως. Οὐ γὰρ κατὰ τὸ ποιὸν ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ ταύτας γίνεσθαι.

1d ⟨Ἀετίου⟩ · 2

Πυθαγόρας καὶ πάντες, ὅσοι παθητὴν τὴν ὕλην ὑποτίθενται, κυρίως γενέσεις καὶ φθορὰς γίνεσθαι· ἐκ γὰρ ἀλλοιώσεως τῶν στοιχείων καὶ τροπῆς καὶ ἀναλύσεως [γενέσεως καὶ φθορᾶς] παράθεσιν καὶ μῖξιν, κρᾶσίν τε καὶ σύγχυσιν γίνεσθαι.

1e ⟨Ἀρείου Διδύμου⟩ · 1

Ζήνωνι καὶ Κλεάνθει καὶ Χρυσίππῳ ἀρέσκει τὴν οὐσίαν μεταβάλλειν οἷον εἰς σπέρμα τὸ πῦρ, καὶ πάλιν ἐκ τούτου τοιαύτην ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἵα πρότερον ἦν.

1e ⟨Ἀρείου Διδύμου⟩ · 2

Παναίτιος πιθανωτέραν εἶναι νομίζει καὶ μᾶλλον ἀρέσκουσαν αὐτῷ τὴν ἀϊδιότητα τοῦ κόσμου ἢ τὴν τῶν ὅλων εἰς πῦρ μεταβολήν.

1f ⟨Ἀετίου⟩ · 1

Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην μέρος τοῦ κόσμου παθητικὸν ἀπεφαίνετο, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται.

Ξενοφάνης, Παρμενίδης, Μέλισσος ἀγένητον καὶ ἀΐδιον καὶ ἄφθαρτον τὸν κόσμον.

1f ⟨Ἀετίου⟩ · 2

[Καὶ] οἱ φάμενοι δὲ τὴν διακόσμησιν αἰώνιον ὑπάρχειν περιοδευτικοὺς εἶναι φασι χρόνους, καθ’ οὓς κατὰ ταὐτὰ καὶ ὡσαύτως γίγνεσθαι πάντα καὶ τὴν αὐτὴν διασῴζεσθαι τοῦ κόσμου διάταξίν τε καὶ διακόσμησιν.

1f ⟨Ἀετίου⟩ · 3

Ἀναξίμανδρος, Ἀναξιμένης, Ἀναξαγόρας, Ἀρχέλαος, Διογένης, Λεύκιππος φθαρτὸν τὸν κόσμον.

Καὶ οἱ Στωικοὶ φθαρτὸν τὸν κόσμον, κατ’ ἐκπύρωσιν δέ.

Ἐμπεδοκλῆς τὸν κόσμον ⟨γίνεσθαι καὶ⟩ φθείρεσθαι κατὰ τὴν ἀντεπικράτειαν τοῦ νείκους καὶ τῆς φιλίας.

1f ⟨Ἀετίου⟩ · 4

Δημόκριτος φθείρεσθαι τὸν κόσμον τοῦ μείζονος τὸν μικρότερον νικῶντος.

Ἐπίκουρος πλείστοις τρόποις τὸν κόσμον φθείρεσθαι· καὶ γὰρ ὡς ζῷον καὶ ὡς φυτὸν καὶ πολλαχῶς.

1g ⟨Ἀετίου⟩

Φιλόλαος διττὴν εἶναι τὴν φθορὰν τοῦ κόσμου, τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δὲ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος.

2 Φιλολάου Περὶ ψυχᾶς · 1

Φιλολάου Πυθαγορείου ἐκ τοῦ Περὶ ψυχᾶς.

Φιλόλαος ἄφθαρτον τὸν κόσμον εἶναι. Λέγει γοῦν οὕτως ἐν τῷ Περὶ ψυχᾶς·

Παρὸ καὶ ἄφθαρτος καὶ ἀκαταπόνατος διαμένει τὸν ἄπειρον αἰῶνα· οὔτε γὰρ ἐντοσθεν ἄλλα τις αἰτία δυναμικωτέρα αὐτᾶς εὑρεθήσεται οὔτ’ ἐκτοσθεν, φθεῖραι αὐτὸν δυναμένα· ἀλλ’ ἦς ὅδε ὁ κόσμος ἐξ αἰῶνος καὶ ἐς αἰῶνα διαμένει, εἷς ὑπὸ ἑνὸς τῶ συγγενέος καὶ κρατίστω καὶ ἀνυπερθέτω κυβερνώμενος.

2 Φιλολάου Περὶ ψυχᾶς · 2

Ἔχει δὲ καὶ τὰν ἀρχὰν τᾶς κινάσιός τε καὶ μεταβολᾶς ὁ κόσμος εἷς ἐὼν καὶ συνεχὴς καὶ φύσι διαπνεόμενος καὶ περιαγόμενος ἐξ ἀρχᾶς αἰδίω· καὶ τὸ μὲν ἀμετάβλατον αὐτῷ, τὸ δὲ μεταβάλλον ἐντί· καὶ τὸ μὲν ἀμετάβολον ἀπὸ τᾶς τὸ ὅλον περιεχούσας ψυχᾶς μέχρι ⟨τᾶς⟩ σελάνας περαιοῦται, τὸ δὲ μεταβάλλον ἀπὸ τᾶς σελάνας μέχρι τᾶς γᾶς·

2 Φιλολάου Περὶ ψυχᾶς · 3

ἐπεὶ δέ γα καὶ τὸ κινέον ἐξ αἰῶνος ἐς αἰῶνα περιπολεῖ, τὸ δὲ κινεόμενον ὡς τὸ κινέον ἄγει οὕτω διατίθεται, ἀνάγκα τὸ μὲν ἀεικίνατον τὸ δὲ ἀειπαθὲς εἶμεν· καὶ τὸ μὲν νῶ καὶ ψυχᾶς ἀνάκωμα πᾶν τὸ δὲ γενέσιος καὶ μεταβολᾶς, καὶ τὸ μὲν πρότερον τᾷ δυνάμι καὶ ὑπερέχον τὸ δ’ ὕστερον καὶ καθυπερεχόμενον· τὸ δὲ ἐξ ἀμφοτέρων τούτων, τῶ μὲν ἀεὶ θέοντος θείω τῶ δὲ ἀεὶ μεταβάλλοντος γενατῶ, κόσμος.

2 Φιλολάου Περὶ ψυχᾶς · 4

Διὸ καὶ καλῶς ἔχει λέγεν, κόσμον εἶμεν ἐνέργειαν ἀΐδιον θεῶ τε καὶ γενέσιος κατὰ συνακολουθίαν τᾶς μεταβλατικᾶς φύσιος. Καὶ ὁ μὲν εἷς ἀεὶ διαμένει κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχων, τὰ δὲ καὶ γινόμενα καὶ φθειρόμενα πολλά· καὶ τὰ ἐν φθορᾷ ἐόντα καὶ φύσι καὶ μορφᾷ σῴζεται τᾷ γονᾷ πάλιν τὰν αὐτὰν [μορφὰν] ἀποκαθιστάντα τῷ γεννάσαντι πατρὶ καὶ δαμιοεργῷ.

3 Ὀκέλλου · 1

Ὀκέλλου.

Ὄκελλος ἀΐδιον τὸν κόσμον· ὧδι γὰρ ἐν τοῖς Περὶ τᾶς τῶ παντὸς φύσιος λέγει·

Ἔτι δὲ ⟨τὸ ἄναρχον⟩ καὶ τὸ ἀτελεύτατον καὶ τῶ σχήματος καὶ τᾶς κινάσιος καὶ τῶ χρόνω καὶ τᾶς ὠσίας τοῦτο πιστοῦται, διότι ἀγένητος ὁ κόσμος καὶ ἄφθαρτος. Ἅ τε γὰρ τῶ σχήματος ἰδέα κύκλος, οὗτος δὲ πάντοθεν ἴσος καὶ ὅμοιος, διόπερ ἄναρχος καὶ ἀτελεύτατος· ἅ τε τᾶς κινάσιος κατὰ κύκλον, αὕτα δὲ ἀπαράβατος καὶ ἀδιέξοδος·

3 Ὀκέλλου · 2

ὅ τε χρόνος ἄπειρος, ἐν ᾧπερ ἁ κίνασις, διὰ τὸ μήτε ἀρχὰν εἰληφέναι τὸ κινούμενον μήτε τελευτὰν λαψεῖσθαι· ἅ γε μὰν ὠσία τῶν πραγμάτων ἀνέκβατος καὶ ἀμετάβλατος διὰ τὸ μήτε ἀπὸ τῶ χείρονος ἐπὶ τὸ βέλτιον μήτε ἀπὸ τῶ βέλτιονος ἐπὶ τὸ χεῖρον πεφυκέναι μεταβάλλεν.

3 Ὀκέλλου · 3

Ἐπεὶ δ’ ἐν τῷ παντὶ τὸ μὲν γένεσις τὸ δὲ αἰτία γενέσιος, καὶ γένεσις μὲν ὅπου μεταβολὰ καὶ ἔκβασις τῶ ὑποκειμένω, αἰτία δὲ γενέσιος ὅπου ταυτότας καὶ ὑπόστασις τῶ ὑποκειμένω, φανερὸν ὅτι περὶ μὲν τὰν αἰτίαν τὰν γενέσιος τό τε ποιεῖν καὶ ⟨τὸ⟩ κινεῖν ἐστι, περὶ δὲ τὸ δεχόμενον τὰν γένεσιν τό τε πάσχειν καὶ τὸ κινεῖσθαι.

4 ⟨Τοῦ αὐτοῦ⟩

Πράτως γὰρ ὕλα τὸ πανδεχές, κοινὸν γὰρ ὑπόκειται πᾶσιν· ὥστε πρᾶτον μὲν τὸ δυνάμει σῶμα αἰσθητόν, ἀρχά· δεύτερον δὲ αἱ ἐναντιώσεις, οἷον θερμότας καὶ ψυχρότας καὶ ὑγρότας καὶ ξηρότας· τρίτον δὲ πῦρ καὶ ὕδωρ καὶ γᾶ καὶ ἀήρ, ταῦτα γὰρ μεταβάλλοντι ἐς ἄλλαλα, αἱ δὲ ἐναντιώσεις ⟨οὐ⟩ μεταβάλλοντι.

5 ⟨Τοῦ αὐτοῦ⟩ · 1

Παντελὴς δὲ φθορὰ τᾶς περὶ τὰν γᾶν διακοσμάσιος οὔτε γέγονεν οὔτε ἐσεῖταί ποκα. Διὸ καὶ τοῖς λέγοντεσσι τὰν τᾶς Ἑλλανικᾶς ἱστορίας ἀρχὰν ἀπὸ Ἰνάχω ἦμεν τῶ Ἀργείου ποθεκτέον οὕτως, ὡς οὐκ ἀπό τινος ἀρχᾶς πράτας ἀλλὰ τᾶς γενομένας μεταβολᾶς κατ’ αὐτόν.

5 ⟨Τοῦ αὐτοῦ⟩ · 2

Πολλάκις γὰρ ἤδη καὶ γέγονε καὶ ἐσεῖται βάρβαρος ἁ Ἑλλάς, οὐχ ὑπ’ ἀνθρώπων μόνον γινομένα μετανάστατος, ἀλλὰ καὶ ὑπ’ αὐτᾶς τᾶς φύσιος, οὔτε μείζονος οὔτε μείονος αὐτᾶς γινομένας, ἀλλὰ καινοτέρας ἀεὶ καὶ ποθ’ ἁμὲ ἀρχὰς λαμβανοίσας.

5 ⟨Τοῦ αὐτοῦ⟩ · 3

Περὶ μὲν οὖν τῶ ὅλω καὶ παντός, ἔτι δὲ γενέσιος καὶ φθοράσιος τᾶς ἐν αὐτῷ γινομένας, ὥς τ’ ἔχει ὥς θ’ ἕξει τὸν ἅπαντα αἰῶνα, τᾶς μὲν ἀεικινάτω φύσιος ἐάσας τᾶς δ’ ἀειπαθέος, ⟨καὶ⟩ τᾶς μὲν ἀεὶ κυβερνώσας τᾶς δὲ κυβερνωμένας, ἱκανῶς εἴρηταί μοι διὰ τούτων.

6 Ἀρισταίου · 1

Ἀρισταίου.

Ἀρισταῖος ἔφησεν ἄφθαρτον εἶναι τὸν κόσμον, λέγει γοῦν ἐν τῷ Περὶ ἁρμονίας οὕτως·

Ἐπεὶ δὲ ⟨ἁ⟩ ἀρχά, ἅτε δὴ οὖσα ἀρχά, πρὸ παντός τέ ἐστι καὶ ἀγένητος καὶ αὐτοτελής, (οὔτε γὰρ αἰ μεθ’ ἁτεροῦ τι ἦς, ὑπάρχοι κα ἔτι πρὸ παντός· οὔτε γενομένα ποκὰ [καὶ] ἔκ τινος [οὔτε γὰρ] ἀγένητός κα εἴη ἔτι, οὐδὲ μὰν ἀρχά τε καὶ αἰτία τῶν γενομένων, [οὔτε γὰρ αὐτοτελής,] ἁτέρου γάρ τινός ποτιδεηθήσεται τῶ σῴζοντος αὐτὰν καὶ κινάσοντος),

6 Ἀρισταίου · 2

δῆλον δή, ὡς αὐτὰ καθ’ αὑτὰν ἀρχὰ ἀγένητός τέ ἐστι καὶ ἀΐδιος καὶ αἰτία γενέσιός τε καὶ κινάσιος, καὶ κινέουσα πάντα αὐτὰ ἐξ αὐτᾶς [φύσις] ἐστὶ καὶ αὐτοτελέα παρεχομένα τἆλλα αὐτὰ ἐξ αὐτᾶς αὐτοτελής ἐστι. Εἰκόνες δὲ καὶ ὁμοιώσεις τᾶς ἀρχᾶς ταύτας καὶ ἐν τοῖς φύσι γινομένοις καὶ ἐν τοῖς κατὰ τέχναν.

6 Ἀρισταίου · 3

Ἐπεὶ δὲ τὸ ἀθάνατον τὸ ἀκάματον, τὸ δὲ ἀκάματον τὸ μὴ κάμνον ⟨κινοῦν⟩, ὁ δὲ θεὸς τοιοῦτος, ⟨ἀεὶ⟩ κινέων γα τὸ ὅλον καὶ τὸ πᾶν, φανερόν, ὡς ἀΐδιος κα εἴη ὁ κόσμος. Αἰ γὰρ ἀρχὰν λαψεῖται διακοσμάσιος, ἔκαμέ ποκα τὸ κινέον αὐτὸν κατ’ ἄμπανσιν διακοσμάσιος. Αἰ δέ γα κάμνοι καὶ ἀμπαύνοιτο τὸ κινέον, φθαρτὸν καὶ γενητὸν ὑπάρχον καὶ αὐτὸ πέρας ἕξει κινάσιος, καὶ τὸ ὅλον δὲ καὶ τὸ πᾶν διακοσμάσιος·

6 Ἀρισταίου · 4

ὥστ’ ἀνάγκα ἤτοι γένεσιν ἀναιρεῖν, ἢ γεννᾶν ἐκ τῶ μὴ ὄντος, ἢ τόνδε τὸν κόσμον καταλείπεται ἀθάνατον καὶ ἀγήρατον εἶμεν. Λέγοιτο δέ κα ἁρμονία φύσιος, ὅτι πάντα κατὰ λόγον φύεται τὸν ταύτας * * ποταλλήλως, ὡς ὁ τεχνίτας ποτὶ τὰν τέχναν, οὕτως θεὸς ποθ’ ἁρμονίαν. Ἅ τε γὰρ τέχνα ἐστὶ λόγος καὶ ἰδέα τῶν γινομένων καὶ ⟨ἁ⟩ φύσις.

6 Ἀρισταίου · 5

Τὸ μὲν ἔργον ἁμαρτάνεται [ἐν] τοῖς τεχνίταις, ὅκκα παραλλάξῃ τὸν τᾶς τέχνας λόγον· τὰ δὲ γινόμενα φύσι φθείρεται, πηρὰ καὶ ἄναρθρα γινόμενα, ὅκκα παραλλάξῃ τὸν τᾶς ἁρμονίας λόγον.

7 ⟨Ἀρείου Διδύμου⟩ · 1

Ποσειδωνίου. Ποσειδώνιος δὲ φθορὰς καὶ γενέσεις τέτταρας εἶναί φησιν ἐκ τῶν ὄντων εἰς τὰ ὄντα γινομένας. Τὴν μὲν γὰρ ἐκ τῶν οὐκ ὄντων καὶ τὴν εἰς οὐκ ὄντα, καθάπερ εἴπομεν πρόσθεν, ἀπέγνωσαν ἀνύπαρκτον οὖσαν. Τῶν δ’ εἰς ὄντα γινομένων μεταβολῶν τὴν μὲν εἶναι κατὰ διαίρεσιν, τὴν δὲ κατ’ ἀλλοίωσιν, τὴν δὲ κατὰ σύγχυσιν, τὴν δ’ ἐξ ὅλων, λεγομένην δὲ κατ’ ἀνάλυσιν.

Contents

Sign in to save your reading →