9 Ἐν ταὐτῷ · 4
I.19.9.4 · Wachsmuth pp. 169
Τί δέ; ἡ τῶν σωμάτων ἕξις οὐχ ὑπὸ ἡσυχίας μὲν καὶ ἀργίας διόλλυται, ὑπὸ γυμνασίων δὲ καὶ κινήσεως ἐπὶ τὸ πολὺ σῴζεται;
Ναί.
Ἡ δ’ ἐν τῇ ψυχῇ ἕξις οὐχ ὑπὸ μαθήσεως μὲν καὶ μελέτης, κινήσεων ὄντων, κτᾶται μαθήματα καὶ σῴζεται καὶ γίγνεται βελτίων, ὑπὸ δ’ ἡσυχίας, ἀμελετησίας τε καὶ ἀμαθίας οὔσης οὔτε τι μανθάνει ἅ τε ἂν μάθῃ ἐπιλανθάνεται;
Καὶ μάλα.
Τὸ μὲν ἄρα ἀγαθὸν κίνησις κατά τε ψυχὴν καὶ κατὰ τὸ σῶμα, τὸ δὲ τοὐναντίον;
Ἔοικεν.
9 Ἐν ταὐτῷ · 5
I.19.9.5 · Wachsmuth pp. 169
Ἔτι οὖν σοι λέγω νηνεμίας τε καὶ γαλήνας καὶ ὅσα τοιαῦτα, ὅτι αἱ μὲν ἡσυχίαι σήπουσι καὶ ἀπόλλυσι, τὰ δ’ ἕτερα σῴζει· καὶ ἐπὶ τούτοις τὸν κολοφῶνα ἀναγκάζω προβιβάζων, τὴν χρυσῆν σειρὰν ὡς οὐδὲν ἄλλο ἢ τὸν ἥλιον Ὅμηρος λέγει, καὶ δηλοῖ ὅτι ἕως μὲν ἂν ἡ περιφορὰ ᾖ κινουμένη καὶ ὁ ἥλιος, πάντα ἐστὶ καὶ σῴζεται ἐν θεοῖς τε καὶ ἀνθρώποις, εἰ δὲ σταίη τοῦτο ὥσπερ δοθέν, πάντα χρήματ’ ἂν διαφθαρείη καὶ γένοιτ’ ἂν τὸ λεγόμενον [τὰ] ἄνω κάτω πάντα;