Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 19

Κεφάλαιον ΙΘʹ

Περὶ κινήσεως.

1 ⟨Ἀετίου⟩ · Πυθαγόρας

Πυθαγόρου. Κίνησίς ἐστι διαφορότης ἢ ἑτερότης ἐν ὕλῃ, ᾗ ἐστιν ὕλη. Οὗτος πάσης κινήσεως κοινὸς ὅρος.

1 ⟨Ἀετίου⟩ · 2

Δημόκριτος ἓν γένος κινήσεως τὸ κατὰ παλμὸν ἀπεφαίνετο. Ἐπίκουρος δύο εἴδη κινήσεως, τὸ κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλισιν. Εἰσὶ δέ τινες, οἳ καὶ τέταρτον εἶδος εἰσάγουσι, τὸ κατ’ οὐσίαν, ὅπερ ἐστὶ τὸ κατὰ γένεσιν. Ἄλλοι δὲ καὶ τὴν διανοητικὴν προστιθέασι, μέχρι γὰρ τῶν πέντε προὔβησαν.

1 ⟨Ἀετίου⟩ · 3

Διόδωρος ὁ Κρόνος κεκινῆσθαι μέν τι, κινεῖσθαι δὲ μηδέν.

Ἡράκλειτος ἠρεμίαν μὲν καὶ στάσιν ἐκ τῶν ὅλων ἀνῄρει, κίνησιν δὲ τοῖς πᾶσιν ἀπεδίδου.

1 ⟨Ἀετίου⟩ · 4

Ἡρόφιλος κινήσεως τὴν μὲν λόγῳ θεωρητήν, τὴν δὲ αἰσθητήν.

Ἀσκληπιάδης πᾶσαν κίνησιν αἰσθητὴν ἀπεφήνατο.

1 ⟨Ἀετίου⟩ · Ἀριστοτέλης

Ἀριστοτέλης τὴν κίνησιν ἐνέργειαν εἶναι τοῦ δυνάμει κινητοῦ ᾗ κινητόν. Τῶν δὲ κινήσεων τὰς μὲν εἶναι κατὰ τὸ ποσόν, τὰς δὲ κατὰ τὸ ποιόν, τὰς δὲ κατὰ τόπον. Κατὰ μὲν τὸ ποσὸν αὔξησιν καὶ μείωσιν, ἐν προσθέσει τινὶ θεωρουμένην καὶ ἀφαιρέσει· κατὰ δὲ τὸ ποιὸν ἀλλοίωσιν καὶ μεταβολήν, ὡς τὴν ἐκ θερμοῦ εἰς ψυχρόν, ἐκ γλυκέος εἰς πικρόν· κατὰ δὲ τόπον, ἣν ἰδιώτερον φορὰν ὠνόμασε, καθ’ ὃν ἐξ οὗ εἰς ὃ μεταβαίνει τὰ κινούμενα.

1 ⟨Ἀετίου⟩ · 6

Ταύτης δὲ τρεῖς εἶναι διαφοράς, ὧν δύο μὲν ἁπλᾶς, τήν τε κατ’ εὐθεῖαν καὶ τὴν ἐν κύκλῳ, μίαν δὲ μικτήν· ⟨κατ’⟩ εὐθεῖαν μὲν τὴν ἄνω καὶ κάτω κατά τε κουφότητα καὶ βαρύτητα τῶν σωμάτων, ἐν κύκλῳ δὲ τὴν περιφερῆ, μικτὴν δὲ τὴν κατ’ ἔγκλισιν· τῆς δὲ κατὰ τόπον κινήσεως τὴν μὲν ἀπὸ τοῦ μέσου γίνεσθαι, τὴν δὲ ἐπὶ τὸ μέσον, τὴν δὲ περὶ τὸ μέσον· πυρὸς μὲν οὖν καὶ ἀέρος ἀπὸ τοῦ μέσου, γῆς καὶ ὕδατος ἐπὶ τὸ μέσον, τοῦ πέμπτου [ὅλου] περὶ τὸ μέσον. Τούτοις δὲ πληροῦσθαι τὸν ὅλον κόσμον.

2 Ἑρμοῦ · 1

Ἑρμοῦ ἐκ τοῦ πρὸς Ἀσκληπιόν.

⟨ἙΡΜ.⟩ Πᾶν τὸ κινούμενον οὐκ ἐν κινουμένῳ κινεῖται, ἀλλ’ ἐν ἑστῶτι· καὶ τὸ κινοῦν δὴ ἕστηκεν, ἀδυνατοῦν συγκινεῖσθαι.

⟨ἈΣΚ.⟩ Πῶς οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε συγκινεῖται τοῖς κινουμένοις; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμένας κινεῖσθαι ὑπὸ τῆς ἀπλανοῦς σφαίρας.

2 Ἑρμοῦ · 2

⟨ἙΡΜ.⟩ Οὐκ ἔστιν αὕτη, ὦ Ἀσκληπιέ, συγκίνησις, ἀλλ’ ἀντικίνησις· οὐ γὰρ ὁμοίως κινοῦνται, ἀλλ’ ἐναντίως ἀλλήλαις. Ἡ δὲ ἐναντίωσις τὴν ἀντέρεισιν τῆς κινήσεως ἑστῶσαν ἔχει· ἡ γὰρ ἀντιτυπία στάσις φορᾶς. Διὸ καὶ αἱ πλανώμεναι σφαῖραι ἐναντίως κινούμεναι ἀλλήλαις ὑπὸ τῆς ἀπλανοῦς, τῇ ἐναντίᾳ ὑπαντήσει περὶ τὴν ἐναντιότητα ἑστῶσαν αὐτὴν ὑπ’ αὐτῆς κινοῦνται.

2 Ἑρμοῦ · 3

Τὰς γὰρ ἄρκτους ταύτας, ἃς ὁρᾷς μήτε δυνούσας μήτε ἀνατελλούσας, περὶ δὲ τὸ αὐτὸ στρεφομένας, οἴει κινεῖσθαι ἢ ἑστάναι;

⟨ἈΣΚ.⟩ Κινεῖσθαι, ὦ Τρισμέγιστε.

⟨ἙΡΜ.⟩ Κίνησιν ποίαν, ὦ Ἀσκληπιέ;

⟨ἈΣΚ.⟩ Τὴν περὶ τὸ αὐτὸ ἀναστρεφομένην.

⟨ἙΡΜ.⟩ Ἡ δὲ περιφορὰ ἡ περὶ τὸ αὐτὸ κίνησίς ἐστιν ὑπὸ στάσεως κατεχομένη· τὸ γὰρ περὶ αὐτὸ κωλύει τὸ ὑπὲρ αὐτό, οὕτω καὶ ἡ ἐναντία φορὰ ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη.

2 Ἑρμοῦ · 4

Παράδειγμα δέ σοι ἐπίγειον τοῖς ὀφθαλμοῖς ἐμπῖπτον φράσω· τὰ ἐπίγεια ζῷα, οἷον τὸν ἄνθρωπον λέγω, νηχόμενα θεώρησον· φερομένου γὰρ τοῦ ὕδατος ἡ ἀντιτυπία τῶν ποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῷ ἀνθρώπῳ τοῦ μὴ συγκατενεχθῆναι τῷ ὕδατι.

⟨ἈΣΚ.⟩ Σαφὲς τὸ παράδειγμα, ὦ Τρισμέγιστε.

2 Ἑρμοῦ · 5

⟨ἙΡΜ.⟩ Πᾶσα οὖν κίνησις ἐν στάσει καὶ ὑπὸ στάσεως κινεῖται. Ἡ οὖν κίνησις τοῦ κόσμου καὶ παντὸς ζῴου ὑλικοῦ οὐχ ὑπὸ τῶν κατεκτὸς [τοῦ κόσμου] συμβαίνει γίνεσθαι, ἀλλ’ ὑπὸ τῶν ἐντὸς [εἰς τὸ κατεκτός], τῶν νοητῶν, ψυχῆς ἢ πνεύματος ἢ ἄλλου τινὸς ἀσωμάτου. Σῶμα γὰρ ⟨σῶμα⟩ ἔμψυχον οὐ κινεῖ, ἀλλ’ οὐδὲ τὸ σύνολον σῶμα κἂν ᾖ ἄψυχον.

2 Ἑρμοῦ · 6

⟨ἈΣΚ.⟩ Πῶς τοῦτο λέγεις, ὦ Τρισμέγιστε; Τὰ οὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ⟨ἄλλα⟩ πάντα ἄψυχα οὐ σώματά ἐστι ⟨τὰ κινοῦντα⟩;

⟨ἙΡΜ.⟩ Οὐδαμῶς, ⟨ὦ⟩ Ἀσκληπιέ. Τὸ γὰρ ἔνδον τοῦ σώματος, τοῦ κινοῦντος, τὸ ἔμψυχον, οὐ σῶμα ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν καὶ τὸ τοῦ βαστάζοντος καὶ τὸ τοῦ βασταζομένου. διόπερ ἄψυχον οὐκ ἄψυχον κινήσει. ὁρᾷς γοῦν καταβαρυνομένην τὴν ψυχήν, ὅταν ⟨μόνη⟩ δύο σώματα φέρῃ.

3 ⟨Ἀρείου Διδύμου⟩ · 1

Χρυσίππου. Κίνησιν δέ φησιν εἶναι ὁ Χρύσιππος μεταβολὴν κατὰ τόπον ἢ ὅλῳ ἢ μέρει, ἢ μεταλλαγὴν ἐκ τόπου ἢ καθ’ ὅλον ἢ κατὰ μέρος. Καὶ ἄλλως· κίνησιν μεταλλαγὴν κατὰ τόπον ἢ σχῆμα· φορὰν δὲ μετέωρον κίνησιν ὀξεῖαν, μονὴν δὲ τὸ μὲν οἷον ἀκινησίαν σώματος, τὸ δ’ οἷον σώματος σχέσιν κατὰ ταὐτὰ καὶ ὡσαύτως νῦν τε καὶ πρότερον.

3 ⟨Ἀρείου Διδύμου⟩ · 2

Πολλαχῶς δὲ λέγεσθαι τὴν κίνησιν καὶ τὴν μονήν, διὸ καὶ πολλοὺς καθ’ ἕκαστον σημαινόμενον ἀποδίδοσθαι ὅρους. Τὰς δὲ πρώτας κινήσεις εἶναι δύο, τήν τε εὐθεῖαν καὶ τὴν καμπύλην· διὰ τούτων δὲ πολλαχῶς μιγνυμένων γίνεσθαι πολλὰς κινήσεις καὶ διαφερούσας.

4 ⟨Ἀρείου Διδύμου⟩ · Ζήνων

Ζήνωνος. Τῶν ἐν τῷ κόσμῳ πάντων τῶν κατ’ ἰδίαν ἕξιν συνεστώτων τὰ μέρη τὴν φορὰν ἔχειν εἰς τὸ τοῦ ὅλου μέσον, ὁμοίως δὲ καὶ αὐτοῦ τοῦ κόσμου· διόπερ ὀρθῶς λέγεσθαι πάντα τὰ μέρη τοῦ κόσμου ἐπὶ τὸ μέσον τοῦ κόσμου τὴν φορὰν ἔχειν, μάλιστα δὲ τὰ βάρος ἔχοντα· ταὐτὸν δ’ αἴτιον εἶναι καὶ τῆς τοῦ κόσμου μονῆς ἐν ἀπείρῳ κενῷ, καὶ τῆς γῆς παραπλησίως ἐν τῷ κόσμῳ περὶ τὸ τούτου κέντρον καθιδρυμένης ἰσοκρατῶς.

4 ⟨Ἀρείου Διδύμου⟩ · 2

Οὐ πάντως δὲ σῶμα βάρος ἔχειν, ἀλλ’ ἀβαρῆ εἶναι ἀέρα καὶ πῦρ· τείνεσθαι δὲ καὶ ταῦτά πως ἐπὶ τὸ τῆς ὅλης σφαίρας τοῦ κόσμου μέσον, τὴν δὲ σύστασιν πρὸς τὴν περιφέρειαν αὐτοῦ ποιεῖσθαι· φύσει γὰρ ἀνώφοιτα ταῦτ’ εἶναι διὰ τὸ μηδενὸς μετέχειν βάρους.

4 ⟨Ἀρείου Διδύμου⟩ · 3

Παραπλησίως δὲ τούτοις οὐδ’ αὐτόν φασι τὸν κόσμον βάρος ἔχειν διὰ τὸ τὴν ὅλην αὐτοῦ σύστασιν ἔκ τε τῶν βάρος ἐχόντων στοιχείων εἶναι καὶ ἐκ τῶν ἀβαρῶν. Τὴν δ’ ὅλην γῆν καθ’ ἑαυτὴν μὲν ἔχειν ἀρέσκει βάρος· παρὰ δὲ τὴν θέσιν διὰ τὸ τὴν μέσην ἔχειν χώραν (πρὸς δὲ τὸ μέσον εἶναι τὴν φορὰν τοῖς τοιούτοις σώμασιν) ἐπὶ τοῦ τόπου τούτου μένειν.

5 ⟨Ἀρείου Διδύμου⟩ · 1

Ἀπολλοδώρου. Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ τέχνῃ κίνησιν εἶναι μεταβολὴν κατὰ τόπον ἢ σχῆμα ἢ ὅλῳ ἢ [τοῖς] μέρεσι· σχέσιν δὲ συνοχὴν κατὰ τόπον ἢ σχῆμα καὶ τὸ ἴσχεσθαι τοιοῦτο· γένη δὲ κινήσεως εἶναι πρῶτα δύο, τήν τε κατ’ εὐθεῖαν καὶ τὴν ἐγκύκλιον. Τούτων δὲ εἴδη γίνεσθαι πλείονα.

5 ⟨Ἀρείου Διδύμου⟩ · 2

Περὶ τὸ αὐτὸ δὲ κινήσεις γίνεσθαι πολλὰς καὶ ἐν τῷ αὐτῷ τόπῳ, οἷον περιπατεῖν καὶ τρέχειν μὴ ἐκβαίνοντα τὸν αὐτὸν τόπον, καὶ ἅμα κινεῖσθαι τήν τε ἐπ’ εὐθεῖαν καὶ τὴν εἰς τὰ πλάγια καὶ τὴν ἔμπροσθεν καὶ τὴν ὄπισθεν καὶ τὴν εἰς δεξιὰν καὶ ἀριστερὰν καὶ ἐγκύκλιον, καὶ ταχέως ἅμα καὶ βραδέως, καθάπερ ἐπὶ τῶν πλεόντων καὶ τῶν ὁμοίως τούτοις διακειμένων συντυγχάνειν.

5 ⟨Ἀρείου Διδύμου⟩ · 3

Ὥσπερ δὲ παντὸς σώματος ἐλέγομεν μέρος εἶναι σῶμα καὶ πάσης ἐπιφανείας ἐπιφάνειαν καὶ πάσης γραμμῆς γραμμὴν καὶ παντὸς τόπου τόπον καὶ παντὸς χρόνου χρόνον, οὕτως καὶ πάσης κινήσεως κίνησιν εἶναι ῥητέον καὶ πάσης σχέσεως σχέσιν κατὰ τὴν αὐτὴν ἀναλογίαν.

6 Πλάτωνος ἐκ τῶν Παρμενίδου

Ὅτι κινούμενόν γε ἢ φέροιτο ἢ ἀλλοιοῖτο ἄν, αὗται γὰρ μόναι κινήσεις;

Ναί.

7 Τοῦ αὐτοῦ ἐκ τοῦ Τιμαίου

Ὥστε τὸ μὲν ὅλον κινεῖσθαι ζῷον, ἀτάκτως μὴν ὅπῃ τύχοι προϊέναι καὶ ἀλόγως, τὰς ἓξ ἁπάσας κινήσεις ἔχον· εἴς τε γὰρ τὸ πρόσθεν καὶ ὄπισθεν καὶ πάλιν εἰς δεξιὰ καὶ ἀριστερά, κάτω τε καὶ ἄνω καὶ πάντῃ κατὰ τοὺς ἓξ τόπους πλανώμενα.

8 Τοῦ αὐτοῦ ἐκ τοῦ Θεαιτήτου

Καί μοι λέγε· ἆρα κινεῖσθαι καλεῖς, ὅταν τι χώραν ἐκ χώρας μεταβάλλῃ, ἢ καὶ ἐν τῷ αὐτῷ στρέφηται;

Ἔγωγε.

Τοῦτο μὲν τοίνυν ἓν ἔστω εἶδος· ὅταν δὲ ᾖ μὲν ἐν τῷ αὐτῷ, γηράσκῃ δέ, ἢ μέλαν ἐκ λευκοῦ ἢ σκληρὸν ἐκ μαλακοῦ γίγνηται, ἤ τινα ἄλλην ἀλλοίωσιν ἀλλοιῶται, ἆρα οὐκ ἄξιον ἕτερον εἶδος κινήσεως φάναι;

Ἀναγκαῖον μὲν οὖν.

Δύο δὴ λέγω τούτω εἴδη κινήσεως, ἀλλοίωσιν, τὴν δὲ περιφοράν.

9 Ἐν ταὐτῷ · 1

Ἐγὼ ἐρῶ καὶ μάλα οὐ φαῦλον λόγον· ὡς ἄρα ἓν μὲν αὐτὸ καθ’ ἑαυτὸ οὐδέν ἐστιν, οὐδ’ ἄν τι προσείποις ὀρθῶς οὐδ’ ὁποιονοῦν τι, ἀλλ’ ἐὰν ὡς μέγα προσαγορεύῃς τι, καὶ μικρὸν φανεῖται, καὶ ἐὰν βαρύ τι, κοῦφον, ξύμπαντά τε οὕτως, ὡς μηδενὸς ὄντος ἑνὸς μήτε τινὸς μήτε ὁποιουοῦν· ἐκ δὲ δὴ φορᾶς τε καὶ κινήσεως καὶ κράσεως πρὸς ἄλληλα γίγνεται πάντα, ἃ δή φαμεν εἶναι, οὐκ ὀρθῶς προσαγορεύοντες· ἔστι μὲν γὰρ οὐδέποτε οὐδέν, ἀεὶ δὲ γίγνεται.

9 Ἐν ταὐτῷ · 2

Καὶ περὶ τούτου πάντες ἑξῆς οἱ σοφοὶ πλὴν Παρμενίδου ξυμφέρονται, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος, ⟨ὃς⟩ εἰπών,

Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν

πάντα εἴρηκεν ἔκγονα ῥοῆς τε καὶ κινήσεως. Τίς οὖν ἂν ἔτι πρός γε τοσοῦτον στρατόπεδον καὶ στρατηγὸν Ὅμηρον δύναιτο ἀμφισβητήσας μὴ καταγέλαστος γενέσθαι;

Οὐ ῥᾴδιον, ὦ Σώκρατες.

9 Ἐν ταὐτῷ · 3

Οὐ γάρ, ὦ Θεαίτητε. ἐπεὶ καὶ τάδε τῷ λόγῳ σημεῖα ἱκανά, ὅτι τὸ μὲν εἶναι δοκοῦν καὶ τὸ γίγνεσθαι κίνησις παρέχει, τὸ δὲ μὴ εἶναι καὶ ἀπόλλυσθαι ἡσυχία· τὸ γὰρ θερμόν τε καὶ πῦρ, ὃ δὴ καὶ τἄλλα γεννᾷ καὶ ἐπιτροπεύει, αὐτὸ γεννᾶται ἐκ φορᾶς καὶ τρίψεως· τοῦτο δ’ ἡ κίνησις. Καὶ μὴν τό γε τῶν ζῴων γένος ἐκ τῶν αὐτῶν τούτων φύεται.

Πῶς δ’ οὔ;

Contents

Sign in to save your reading →