Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 18

Κεφάλαιον ΙΗʹ

Περὶ κενοῦ καὶ τόπου ⟨καὶ χώρας⟩.

1a ⟨Ἀετίου⟩ · 1

Οἱ ἀπὸ Θάλεω φυσικοὶ πάντες τὸ κενὸν ὡς ὄντως κενὸν ἀπέγνωσαν.

1a ⟨Ἀετίου⟩ · Ἐμπεδοκλῆς

Ἐμπεδοκλῆς.

Οὐδέ τι τοῦ παντὸς κενὸν πέλει οὐδὲ περιττόν.

1a ⟨Ἀετίου⟩ · 3

Δημόκριτος καὶ ἕτεροι, Λεύκιππος, Μητρόδωρος, Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει.

1b ⟨Ἀετίου⟩

Στράτων ἐξωτέρω μὲν ἔφη τοῦ κόσμου μὴ εἶναι κενόν, ἐνδοτέρω δὲ δυνατὸν γενέσθαι. Τόπον δὲ εἶναι τὸ μεταξὺ διάστημα τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου.

1c ⟨Ἀετίου⟩ · 1

Ἀριστοτέλης ἐν τετάρτῳ Φυσικῆς ἀκροάσεως γράφει· “εἶναι δέ φασιν οἱ Πυθαγόρειοι κενὸν καὶ ἐπεισιέναι αὐτὸ τῷ οὐρανῷ ἐκ τοῦ ἀπείρου πνεύματος ὡς ἀναπνέοντι.” Ἐν δὲ τῷ Περὶ τῆς Πυθαγόρου φιλοσοφίας πρώτῳ γράφει, τὸν μὲν οὐρανὸν εἶναι ἕνα, ἐπεισάγεσθαι δὲ ἐκ τοῦ ἀπείρου χρόνον τε καὶ πνοὴν καὶ τὸ κενόν, ὃ διορίζει ἑκάστων τὰς χώρας ἀεί.

1c ⟨Ἀετίου⟩ · 2

Καὶ ἐν ἄλλοις λέγει, τόπον εἶναι τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον, ἢ ἐν ᾧ μένει τε καὶ κινεῖται τὰ σώματα, πλήρη μέν, ὅταν πανταχόθεν περιέχῃ τὸ σῶμα, κενὸν δέ, ὅταν μηδὲν ἔχῃ τὸ παράπαν ἐν ἑαυτῷ.

1c ⟨Ἀετίου⟩ · 3

Τόπον μὲν οὖν ἀναγκαῖον ὑπάρχειν καὶ σῶμα, κενὸν δὲ οὐδαμῶς, εἰ μὴ μόνον πρὸς νόησιν· ἀναιρετικὴν γὰρ εἶναι τὴν κατ’ ἐνδελέχειαν αὐτοῦ φύσιν τῆς τε τῶν ὄντων συμπαθείας καὶ τῆς τῶν σωμάτων ἀλληλουχίας· τὰς δὲ κινήσεις γίνεσθαι τὰς κατὰ τόπον [κατὰ τὸ πρότερον] ἀντιπερισταμένων ἀλλήλοις τῶν σωμάτων. Ἄπειρον δὲ οὐθὲν ἀπολείπει οὔτε κατὰ τὸ πλῆθος οὔτε κατὰ τὸ μέγεθος.

1d ⟨Ἀετίου⟩

Ζήνων καὶ οἱ ἀπ’ αὐτοῦ ἐντὸς μὲν τοῦ κόσμου μηδὲν εἶναι κενόν, ἔξω δ’ αὐτοῦ ἄπειρον. Διαφέρειν δὲ κενόν, τόπον, χώραν· καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν δὲ τόπον τὸ ἐπεχόμενον ὑπὸ σώματος, τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐπεχόμενον.

1e Θαλῆς

Θαλῆς ἐρωτηθείς, Τί τὸ μέγιστον; ἔφησε, Τόπος· τἄλλα μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει.

2 Ἑρμοῦ · 1

Ἑρμοῦ ἐκ τῶν πρὸς Ἀσκληπιόν.

⟨ἙΡΜ.⟩ Πᾶν τὸ κινούμενον, ὦ Ἀσκληπιέ, οὐκ ἔν τινι κινεῖται καὶ ὑπό τινος;

⟨ἈΣΚ.⟩ Μάλιστα.

⟨ἙΡΜ.⟩ Οὐκ ἀνάγκη δὲ μεῖζον εἶναι ⟨τὸ⟩ ἐν ᾧ κινεῖται ⟨ἢ⟩ τὸ κινούμενον;

⟨ἈΣΚ.⟩ Ἀνάγκη.

⟨ἙΡΜ.⟩ Ἰσχυρότερον ἄρα τὸ κινοῦν τοῦ κινουμένου;

⟨ἈΣΚ.⟩ Ἰσχυρότερον γάρ.

2 Ἑρμοῦ · 2

⟨ἙΡΜ.⟩ Ἐναντίαν δὲ ἔχειν φύσιν ἀνάγκη τὸ ἐν ᾧ κινεῖται τῇ τοῦ κινουμένου;

⟨ἈΣΚ.⟩ Καὶ πάνυ.

⟨ἙΡΜ.⟩ Μέγας οὖν οὗτος ⟨ὁ⟩ κόσμος, οὗ μεῖζον οὐκ ἔστι σῶμα;

⟨ἈΣΚ.⟩ Ὡμολόγηται.

⟨ἙΡΜ.⟩ Καὶ στιβαρός; πεπλήρωται γὰρ ἄλλων σωμάτων μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα ἐστὶ σώματα;

⟨ἈΣΚ.⟩ Οὕτως ἔχει.

⟨ἙΡΜ.⟩ Σῶμα δὲ ὁ κόσμος;

⟨ἈΣΚ.⟩ Σῶμα.

⟨ἙΡΜ.⟩ Καὶ κινούμενον;

⟨ἈΣΚ.⟩ Μάλιστα.

2 Ἑρμοῦ · 3

⟨ἙΡΜ.⟩ Πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται καὶ ποταπὸν τὴν φύσιν; Οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχῃ τὴν κίνησιν;

⟨ἈΣΚ.⟩ Παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε.

⟨ἙΡΜ.⟩ Ποταπῆς δὲ φύσεως; τῆς ἐναντίας ἄρα, ὦ Ἀσκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον;

⟨ἈΣΚ.⟩ Ὡμολόγηται.

2 Ἑρμοῦ · 4

⟨ἙΡΜ.⟩ Ἀσώματος οὖν ὁ τόπος, τὸ δὲ ἀσώματον ἢ ⟨τὸ⟩ θεῖόν ἐστιν ἢ ὁ θεός. Τὸ δὲ θεῖον λέγω νῦν οὐ τὸ γενητόν, ἀλλὰ τὸ ἀγένητον.

3 Ἐν ταὐτῷ · 1

Ἐν ταὐτῷ.

⟨ἙΡΜ.⟩ Οὐδὲ ἓν τῶν ὄντων ἐστὶ κενὸν τῷ τῆς ὑπάρξεως λόγῳ· τὸ δὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆς ὑπάρξεως ἦν· τὸ γὰρ ὑπάρχον κενὸν οὐδέποτε γενέσθαι δύναται.

⟨ἈΣΚ.⟩ Οὐκ ἔστιν οὖν κενά τινα, ὦ Τρισμέγιστε, οἷον κάδος καὶ κέραμος καὶ ληνὸς καὶ τὰ ἄλλα τὰ παραπλήσια;

3 Ἐν ταὐτῷ · 2

⟨ἙΡΜ.⟩ Φεῦ τῆς πολλῆς πλάνης, ⟨ὦ⟩ Ἀσκληπιέ· τὰ μᾶλλον πληρέστατα καὶ μεστότατα, ταῦτα κενὰ ἡγῇ εἶναι;

⟨ἈΣΚ.⟩ Πῶς λέγεις, ὦ Τρισμέγιστε;

⟨ἙΡΜ.⟩ Οὐ σῶμά ἐστιν ὁ ἀήρ;

⟨ἈΣΚ.⟩ Σῶμα.

3 Ἐν ταὐτῷ · 3

⟨ἙΡΜ.⟩ Τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντων διήκει τῶν ὄντων καὶ πάντα διῆκον πληροῖ; σῶμα δὲ οὐκ ἐκ τῶν τεσσάρων κεκραμένον συνέστηκε; Μεστὰ οὖν πάντα ἐστίν, ἃ σὺ φῂς κενά, τοῦ ἀέρος, εἰ δὲ τοῦ ἀέρος, καὶ τῶν τεσσάρων σωμάτων· καὶ συμβαίνει ὁ ἐναντίος λόγος ἐκφαίνεσθαι, ὅτι ἃ σὺ φῂς μεστά, ταῦτα πάντα κενά ἐστι τοῦ ἀέρος ἐκείνων ὑπ’ ἄλλων σωμάτων στενοχωρουμένων καὶ μὴ ἐχόντων τόπον δέξασθαι τὸν ἀέρα. Ταῦτα οὖν, ἃ σὺ φῂς ⟨κενά⟩, κοῖλα δεῖ ὀνομάζειν, οὐ κενά· ὑπάρξει γὰρ μεστά ἐστιν ἀέρος καὶ πνεύματος.

3 Ἐν ταὐτῷ · 4

⟨ἈΣΚ.⟩ Ἀναντίρρητος ὁ λόγος, ὦ Τρισμέγιστε. Τὸν οὖν τόπον, ἐν ᾧ κινεῖται τὸ πᾶν, τί εἴπωμεν;

⟨ἙΡΜ.⟩ Ἀσώματον, ⟨ὦ⟩ Ἀσκληπιέ.

⟨ἈΣΚ.⟩ Τὸ οὖν ἀσώματον ⟨τί⟩ ἐστι;

⟨ἙΡΜ.⟩ Νοῦς ⟨καὶ λόγος⟩, ὅλος ἐξ ὅλου ἑαυτὸν ἐμπεριέχων, ἐλεύθερος σώματος παντός, ἀπλανής, ἀπαθής, ἀναφής, αὐτὸς ἐν ἑαυτῷ ἑστώς, συγχωρητικὸς πάντων καὶ σωτήριος τῶν ὄντων, οὗ ὥσπερ ἀκτῖνές εἰσι τὸ ἀγαθόν, ἡ ἀλήθεια, τὸ ἀρχέτυπον φῶς, τὸ ἀρχέτυπον τῆς ψυχῆς.

3 Ἐν ταὐτῷ · 5

⟨ἈΣΚ.⟩ Ὁ οὖν θεὸς τί ἐστιν;

⟨ἙΡΜ.⟩ Ὁ μηδὲ ἓν τούτων ὑπάρχων, ὢν δὲ καὶ τοῦ εἶναι τούτοις αἴτιος καὶ πᾶσι καὶ ἑνὶ ἑκάστῳ τῶν ὄντων πάντων.

4a ⟨Ἀετίου⟩

Ἐπίκουρος ὀνόμασι [πᾶσιν] παραλλάττειν κενόν, τόπον, χώραν.

4b ⟨Ἀετίου⟩ · 1

Οἱ ⟨ἀπὸ⟩ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ.

4b ⟨Ἀετίου⟩ · 2

Οἱ Στωικοὶ εἶναι κενόν, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται ὁ κόσμος, ἄπειρον ὄν.

Ποσειδώνιος ἔφησε τὸ ἐκτὸς τοῦ κόσμου οὐκ ἄπειρον, ἀλλ’ ὅσον αὔταρκες εἰς διάλυσιν.

4c ⟨Ἀετίου καὶ Πλάτωνος⟩ · 1

Πλάτων τόπον εἶναι τὸ μεταληπτικὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μεταφορικῶς τὴν ὕλην, καθάπερ τινὰ τιθήνην καὶ δεξαμενήν. Κενὸν δὲ μὴ εἶναι μήτε ἐκτὸς τοῦ κόσμου, μήτε ἐν τῷ κόσμῳ.

4c Πλάτωνος Τίμαιος · 2

Λέγει γὰρ ἐν τῷ Τιμαίῳ οὕτως· “Τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου σύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ συνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών, τάδε διανοηθείς, πρῶτον μέν, ἵνα ὅλον ὅ τι μάλιστα ζῷον τέλειον ἐκ τελείων τῶν μερῶν εἴη· πρὸς δὲ τούτοις ἓν ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτ’ ἄν.”

4c Πλάτωνος Τίμαιος · 3

“Λεῖον δὲ κύκλῳ πᾶν ἔξωθεν αὐτὸ ἀπηκριβοῦτο πολλῶν χάριν. Ὀμμάτων τε γὰρ ἐπεδεῖτο οὐδέν, ὁρατὸν [τε] γὰρ οὐθὲν ἔξωθεν ὑπελείπετο· οὐδ’ ἀκοῆς, οὐδὲ ⟨γὰρ⟩ ἀκουστόν· πνεῦμά τε οὐκ ἦν περιεστὼς δεόμενον ἀναπνοῆς.”

4d ⟨Ἀρείου Διδύμου⟩ · 1

Χρυσίππου. Τόπον δ’ εἶναι ὁ Χρύσιππος ἀπεφαίνετο τὸ κατεχόμενον δι’ ὅλου ὑπὸ ὄντος ἢ τὸ οἷόν ⟨τε⟩ κατέχεσθαι ὑπὸ ὄντος καὶ δι’ ὅλου κατεχόμενον εἴτε ὑπό τινος ⟨εἴτε⟩ ὑπό τινων.

4d ⟨Ἀρείου Διδύμου⟩ · 2

Ἐὰν δὲ τοῦ οἵου τε κατέχεσθαι ὑπὸ ὄντος τί μὲν κατέχηται, τί δὲ μή, τὸ ὅλον ⟨οὔτε⟩ κενὸν ἔσεσθαι οὔτε τόπον, ἕτερον δέ τι οὐκ ὠνομασμένον· τὸ μὲν γὰρ κενὸν τοῖς κενοῖς ἀγγείοις λέγεσθαι παραπλησίως, τὸν δὲ τόπον τοῖς πλήρεσι· χώραν δὲ πότερον τὸ μεῖζον οἷόν τε κατέχεσθαι ὑπὸ ὄντος καὶ οἷον μεῖζον ἀγγεῖον σώματος, ἢ τὸ χωροῦν μεῖζον σῶμα;

4d ⟨Ἀρείου Διδύμου⟩ · 3

Τὸ μὲν οὖν κενὸν ἄπειρον εἶναι λέγεσθαι· τὸ γὰρ ἐκτὸς τοῦ κόσμου τοιοῦτ’ εἶναι· τὸν δὲ τόπον πεπερασμένον διὰ τὸ μηδὲν σῶμα ἄπειρον εἶναι. Καθάπερ δὲ τὸ σωματικὸν πεπερασμένον εἶναι, οὕτως τὸ ἀσώματον ἄπειρον, ὅ τε γὰρ χρόνος ἄπειρος καὶ τὸ κενόν.

4d ⟨Ἀρείου Διδύμου⟩ · 4

Ὥσπερ γὰρ τὸ μηδὲν οὐδέν ἐστι πέρας, οὕτως οὐδὲ τοῦ μηδενός, οἷόν ἐστι τὸ κενόν. Κατὰ γὰρ τὴν αὑτοῦ ὑπόστασιν ἄπειρόν ἐστι· περατοῦται δ’ αὖ τοῦτο ἐκπληρούμενον· τοῦ δὲ πληροῦντος ἀρθέντος οὐκ ἔστιν αὐτοῦ νοῆσαι πέρας.

Contents

Sign in to save your reading →