Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 16

Κεφάλαιον ΙϚʹ

Περὶ χρωμάτων.

1 ⟨Ἀετίου⟩ · 1

Χρῶμά ἐστι ποιότης σώματος ὁρατὴ προηγουμένως.

1 ⟨Ἀετίου⟩ · 2

⟨Οἱ⟩ Πυθαγόρειοι χροιὰν ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος, τὰ δὲ γένη τῶν χρωμάτων λευκόν τε καὶ μέλαν, ἐρυθρόν τε καὶ ὠχρόν· τὰς δὲ διαφορὰς τῶν χρωμάτων παρὰ τὰς ⟨ποιὰς⟩ μίξεις τῶν στοιχείων, τὰς δὲ τῶν ζῴων παρὰ τὰς ποικιλίας τῶν τροφῶν καὶ τῶν ἀέρων.

1 ⟨Ἀετίου⟩ · 3

Ἐμπεδοκλῆς χρῶμα εἶναι ἀπεφαίνετο τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον. Τέτταρα δὲ τοῖς στοιχείοις ἰσάριθμα, λευκόν, μέλαν, ἐρυθρόν, ὠχρόν.

1 ⟨Ἀετίου⟩ · 4

Πλάτων φλόγα ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν πρὸς τὴν ὄψιν.

1 ⟨Ἀετίου⟩ · 5

Ἀρίσταρχος Σάμιος μαθηματικός, ἀκουστὴς Στράτωνος, φῶς εἶναι τὸ χρῶμα τοῖς ὑποκειμένοις ἐπιπῖπτον.

1 ⟨Ἀετίου⟩ · 6

Ζήνων ὁ Στωικὸς τὰ χρώματα πρώτους εἶναι σχηματισμοὺς τῆς ὕλης.

1 ⟨Ἀετίου⟩ · 7

Δημόκριτος φύσει μὲν μηδὲν εἶναι χρῶμα, τὰ μὲν γὰρ στοιχεῖα ἄποια, τά τε ναστὰ καὶ τὸ κενόν· τὰ δὲ ἐξ αὐτῶν συγκρίματα κεχρῶσθαι διαταγῇ τε καὶ ῥυθμῷ καὶ προτροπῇ, ὧν ἡ μέν ἐστι τάξις, ὁ δὲ σχῆμα, ἡ δὲ θέσις· παρὰ ταῦτα γὰρ αἱ φαντασίαι. Τούτων δὲ τῶν πρὸς τὴν φαντασίαν χρωμάτων τέτταρες αἱ διαφοραί, λευκοῦ, μέλανος, ἐρυθροῦ, ὠχροῦ.

1 ⟨Ἀετίου⟩ · 8

Ἐπίκουρος καὶ Ἀρίσταρχος τὰ ἐν τῷ σκότῳ σώματα χρόαν οὐκ ἔχειν.

1 ⟨Ἀετίου⟩ · 9

Ἀριστοτέλης πέρας ἐν ὡρισμένῳ διαφανεῖ, διαφανὲν δὲ ὕλην εἶναι διηθημένην καθαρὰν καὶ ἀμιγῆ, τούτου δὲ αὐτοῦ τὸ κινητικὸν χρῶμα ὑπάρχειν· ἐν δὲ τῷ σκότῳ τὰ σώματα χρόαν δυνάμει μὲν ἔχειν, ἐνεργείᾳ δὲ μηδαμῶς· πολὺ δὲ τὸ μεταξὺ τοῦ τε μὴ ἔχειν καὶ μὴ ὁρᾶσθαι.

1 ⟨Ἀετίου⟩ · 10

Οἱ μὲν ἄλλοι τὰ στοιχεῖα κεχρῶσθαι φυσικῶς, οἱ δὲ τὰ ὁμοιομερῆ ποιότητος μετέχειν τὰ πρῶτα, οἱ δὲ τὰ ἄτομα πάντα συλλήβδην ἄχροα, ἐξ ἀποίων δὲ τῶν λόγῳ θεωρητῶν τὰς αἰσθητὰς ὑποφαίνουσι γίγνεσθαι ποιότητας.

2 Πλάτωνος ἐκ τοῦ Τιμαίου · 1

Τέταρτον γὰρ δὴ λοιπὸν ἔτι γένος ἡμῖν αἰσθητικῶν, ὃ διελέσθαι δεῖ συχνὰ ἐν αὑτῷ ποικίλματα κεκτημένον, ἃ ξύμπαντα μὲν χρόας ἐκαλέσαμεν, φλόγα τῶν σωμάτων ἑκάστων ἀπορρέουσαν, ὄψει σύμμετρα μόρια ἔχουσαν πρὸς αἴσθησιν· ὄψεως δ’ ἐν τοῖς πρόσθεν αὐτῶν περὶ τῶν αἰτίων τῆς γενέσεως ὀλίγα ἐρρήθη.

2 Πλάτωνος ἐκ τοῦ Τιμαίου · 2

Τῇδε οὖν τῶν χρωμάτων πέρι μάλιστα εἰκὸς πρέποι τ’ ἂν τὸν ἐπιεικῆ λόγον διεξελθεῖν· τὰ φερόμενα ἀπὸ τῶν ἄλλων μόρια ἐμπίπτοντά τε εἰς τὴν ὄψιν τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω, τὰ δὲ ἴσα τοῖς αὐτοῖς τῆς ὄψεως μέρεσιν εἶναι. Τὰ μὲν οὖν ἴσα ἀναίσθητα, ἃ δὴ καὶ διαφανῆ λέγομεν·

2 Πλάτωνος ἐκ τοῦ Τιμαίου · 3

τὰ δὲ μείζω καὶ ἐλάττω, τὰ μὲν συγκρίνοντα, τὰ δὲ διακρίνοντα αὐτήν, τοῖς περὶ τὴν σάρκα θερμοῖς καὶ ψυχροῖς καὶ τοῖς περὶ τὴν γλῶτταν στρυφνοῖς καὶ ὅσα θερμαντικὰ ὄντα δριμέα ἐκαλέσαμεν ἀδελφὰ εἶναι, τά τε λευκὰ καὶ τὰ μέλανα, ἐκείνων παθήματα γεγονότα ἐν ἄλλῳ γένει τὰ αὐτά, φανταζόμενα δὲ ἄλλα διὰ ταύτας τὰς αἰτίας. Οὕτως οὖν αὐτὰ προσρητέον, τὸ μὲν διακριτικὸν τῆς ὄψεως λευκόν, τὸ δ’ ἐναντίον αὐτοῦ μέλαν,

2 Πλάτωνος ἐκ τοῦ Τιμαίου · 4

τὴν δὲ ὀξυτέραν φορὰν καὶ γένους πυρὸς ἑτέρου προσπίπτουσαν καὶ διακρίνουσαν τὴν ὄψιν μέχρι τῶν ὀφθαλμῶν, αὐτάς τε τῶν ὀμμάτων τὰς διεξόδους βίᾳ διωθοῦσαν καὶ τήκουσαν, πῦρ μὲν ἀθρόον καὶ ὕδωρ, ὃ δάκρυον καλοῦμεν, ἐκεῖθεν ἐκχέουσαν, αὐτὴν δὲ οὖσαν πῦρ, ἐξ ἐναντίας ἀπαντῶσαν, καὶ τοῦ μὲν ἐκπηδῶντος πυρὸς οἷον ἀπὸ ἀστραπῆς, τοῦ δὲ εἰσιόντος καὶ περὶ τὸ νοτερὸν κατασβεννυμένου, παντοδαπῶν ἐν τῇ κυκήσει ταύτῃ γιγνομένων χρωμάτων, μαρμαρυγὰς μὲν τὸ πάθος προσείπομεν, τὸ δὲ τοῦτο ἀπεργαζόμενον λαμπρόν τε καὶ στίλβον ἐπωνομάσαμεν.

2 Πλάτωνος ἐκ τοῦ Τιμαίου · 5

Τὸ δὲ τούτων αὖ μεταξὺ πυρὸς γένος, πρὸς μὲν τὸ τῶν ὀμμάτων ὑγρὸν ἀφικνούμενον καὶ κεραννύμενον αὐτῷ, στίλβον δὲ οὔ, τῇ δὲ διὰ τῆς νοτίδος αὐγῇ τοῦ πυρὸς μιγνυμένῃ, χρῶμα ἔναιμον παρασχομένῃ τοὔνομα ἐρυθρὸν λέγομεν. Λαμπρὸν δὲ ἐρυθρῷ λευκῷ τε μιγνύμενον ξανθὸν γέγονε.

2 Πλάτωνος ἐκ τοῦ Τιμαίου · 6

Τὸ δὲ ὅσον μέτρον ὅσοις, οὐδ’ εἴ τις εἰδείη, νοῦν ἔχει τὸ λέγειν, ὧν μήτε τινὰ ἀνάγκην μήτε τὸν εἰκότα λόγον καὶ μετρίως ἄν τις εἰπεῖν εἴη δυνατός·

2 Πλάτωνος ἐκ τοῦ Τιμαίου · 7

ἐρυθρὸν δὲ δὴ μέλανι λευκῷ τε κραθὲν ἁλουργοῦν· ὄρφνινον δὲ ὅταν τούτοις μεμιγμένοις καυθεῖσί τε μᾶλλον συγκραθῇ μέλαν· πυρρὸν δὲ ξανθοῦ τε καὶ φαιοῦ κράσει γίγνεται, φαιὸν δὲ λευκοῦ τε καὶ μέλανος· τὸ δὲ ὠχρὸν λευκοῦ ξανθῷ μιγνυμένου· λαμπρῷ δὲ λευκὸν συνελθὸν καὶ εἰς μέλαν κατακορὲς ἐμπεσὸν κυανοῦν χρῶμα ἀποτελεῖται· κυανοῦ δὲ λευκῷ κεραννυμένου γλαυκόν· πυρροῦ δὲ μέλανι πράσιον.

2 Πλάτωνος ἐκ τοῦ Τιμαίου · 8

Τὰ δ’ ἄλλα ἀπὸ τούτων σχεδὸν δῆλα, αἷς ἂν ἀφομοιούμενα μίξεσι διασῴζοι τὸν εἰκότα μῦθον. Εἰ δέ τις τούτων ἔργῳ σκοπούμενος βάσανον λαμβάνοι, τὸ τῆς ἀνθρωπίνης καὶ θείας φύσεως ἠγνοηκὼς ἂν εἴη διάφορον.

Contents

Sign in to save your reading →