Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 15

Κεφάλαιον ΙΕʹ

Περὶ σχημάτων.

1 Ὁμήρου

Τόσσον ἔνερθ’ Ἀΐδεω ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης.

2a ⟨Ἀνωνύμου ποιητοῦ⟩

Ἀλλ’ ὅγε πάντοθεν ἶσος ⟨ἐὼν⟩ καὶ πάμπαν ἀπείρων.

2b ⟨Ἐμπεδοκλέους⟩

σφαῖρος κυκλοτερής, μονίῃ περιηγέϊ γαίων.

3a Ἐπιγραφή

Πορφυρίου.

3b ⟨Ἀετίου⟩

Σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος.

4 Πλάτωνος

Πλάτων ἔφησε σφαιροειδῆ τὸν κόσμον ὑπάρχειν. Λέγει γὰρ οὕτως ἐν τῷ Τιμαίῳ· “Σχῆμα δ’ ἔδωκεν αὐτῷ τὸ πρέπον καὶ τὸ συγγενές· τῷ δὲ πάντα ζῷα ἐν αὑτῷ περιέχειν μέλλοντι ζῴῳ πρέπον ἂν εἴη σχῆμα τὸ περιειληφὸς ἐν αὑτῷ πάνθ’ ὁπόσα σχήματα. Διὸ καὶ σφαιροειδές, ἐκ μέσου πάντῃ πρὸς τὰς τελευτὰς ἴσον ἀπέχον, κυκλοτερὲς αὐτὸ ἐτορνεύσατο, πάντων τελεώτατον ὁμοιότατόν τε αὐτὸ ἑαυτῷ σχημάτων, νομίσας μυρίῳ κάλλιον ὅμοιον ἀνομοίου.”

5 Ἐν ταὐτῷ · 1

Τοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος, ὅσα μὲν ἀφιστῶτα ἴσον τοῦ μέσου γέγονεν ἔσχατα, ὁμοίως αὐτὰ χρὴ ἔσχατα προσπεφυκέναι, τὸ δὲ μέσον τὰ αὐτὰ μέτρα τῶν ἐσχάτων ἀφεστηκὸς ἐν τῷ καταντικρὺ νομίζειν δεῖ πάντων εἶναι· τοῦ δὴ κόσμου ταύτῃ πεφυκότος τί τῶν εἰρημένων ἄνω τις ἢ κάτω τιθέμενος [οὐ] οὐκ ἐν δίκῃ δόξει τὸ μηδὲν προσῆκον ὄνομα λέγειν;

5 Ἐν ταὐτῷ · 2

Ὁ μὲν γὰρ μέσος ἐν αὐτῷ τόπος οὔτε κάτω πεφυκὼς οὔτε ἄνω λέγεσθαι δίκαιος, ἀλλ’ αὐτὸ ἐν μέσῳ· ὁ δὲ πέριξ οὔτε δὴ μέσος, οὔτε ἔχων διάφορον αὑτοῦ μέρος ἕτερον θατέρου μᾶλλον πρὸς τὸ μέσον ἤ τι τῶν καταντικρύ. τοῦ δὲ ὁμοίως πάντῃ πεφυκότος ποῖά τις ἐπιφέρων ὀνόματα αὐτῷ ἐναντία καὶ πῇ καλῶς ἂν ἡγοῖτο λέγειν;

5 Ἐν ταὐτῷ · 3

εἰ γάρ τι καὶ στερεὸν εἴη κατὰ μέσον τοῦ παντὸς ἰσοπαλές, εἰς οὐδὲν ἄν τί ποτε τῶν ἐσχάτων ἐνεχθείη διὰ τὴν πάντῃ ὁμοιότητα αὐτῶν· ἀλλ’ εἰ καὶ περὶ ταὐτὸ πορεύοιτό τις ἐν κύκλῳ, πολλάκις ἂν στὰς ἀντίπους ταὐτὸν αὐτοῦ κάτω καὶ ἄνω προσείποι· τὸ μὲν γὰρ ὅλον, καθάπερ εἴρηται νῦν δή, σφαιροειδὲς ὂν τόπον τινὰ κάτω, τὸν δὲ ἄνω λέγειν ἔχειν οὐκ ἔμφρονος.

6a ⟨Ἀετίου⟩ · 1

Οἱ ἀπὸ Πυθαγόρου [τὸν κόσμον] σφαιρικὰ τὰ σχήματα τῶν τεττάρων στοιχείων· μόνον δὲ τὸ ἀνώτατον πῦρ κωνοειδές.

6a ⟨Ἀετίου⟩ · 2

Ἀναξαγόρας τὰ ὁμοιομερῆ πολυσχήμονα.

Οἱ ἀπὸ Λευκίππου τὰ ἄτομα πολυσχήμονα.

6a ⟨Ἀετίου⟩ · 3

Κλεάνθης μόνος τῶν Στωικῶν τὸ πῦρ ἀπεφήνατο κωνοειδές.

Ζήνων ἔφασκε τὸ πῦρ κατ’ εὐθεῖαν κινεῖσθαι.

6b ⟨Ἀετίου⟩

Οἱ Στωικοὶ σφαιροειδῆ τὸν κόσμον ἀπεφήναντο.

Λεύκιππος καὶ Δημόκριτος σφαιροειδῆ τὸν κόσμον.

6c ⟨Ἀετίου⟩

Διογένης καὶ Ἀναξαγόρας ἔφασαν, μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὐτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵν’ ἃ μὲν ἀοίκητα γένηται, ἃ δὲ οἰκητὰ μέρη τοῦ κόσμου κατὰ ψύξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν.

6d ⟨Ἀετίου⟩ · 1

Ἐμπεδοκλῆς ἔλεγε μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδ’ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πανταχῶς ἀλλήλων μεταλαμβάνειν.

6d ⟨Ἀετίου⟩ · 2

Τοῦ δὲ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ ἐπικλιθῆναι τὰς ἄρκτους καὶ τὰ μὲν βόρεια ὑψωθῆναι, τὰ δὲ νότια ταπεινωθῆναι, καθὸ καὶ τὸν ὅλον κόσμον.

Καὶ δεξιὰ μὲν αὐτοῦ τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν.

6e ⟨Ἀετίου⟩ · 1

Πυθαγόρας, Πλάτων, Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφ’ ὧν ἡ ἀρχὴ τῆς κινήσεως [διὰ τὰς ἀνατολάς], ἀριστερὰ δὲ τὰ δυτικά.

6e ⟨Ἀετίου⟩ · 2

Οὔθ’ ὕψος δέ φασιν οὔτε βάθος ἔχειν τὸν κόσμον, καθ’ ὃν λόγον ὕψος μὲν λέγεται τὸ κάτωθεν ἄνω διάστημα, βάθος δὲ τὸ ἄνωθεν κάτω. Μηδὲν γὰρ εἶναι τῶν οὕτως διαστημάτων λεγομένων περὶ τὸν κόσμον διὰ τὸ περὶ τὸ ἑαυτοῦ μέσον αὐτὸν συνεστάναι, ἀφ’ οὗ πρὸς ἅπαν ἐστὶ καὶ πρὸς ὃ πανταχόθεν ταὐτό.

7 Φιλολάου Βάκχαι · 1

Ὁ κόσμος εἷς ἐστιν. Ἤρξατο δὲ γίγνεσθαι ἄχρι τοῦ μέσου, καὶ ἀπὸ τοῦ μέσου εἰς τὸ ἄνω διὰ τῶν αὐτῶν τοῖς κάτω ἐστὶ τὰ ἄνω τοῦ μέσου ὑπεναντίως κείμενα τοῖς κάτω.

7 Φιλολάου Βάκχαι · 2

Τοῖς γὰρ κάτω τὸ κατωτάτω μέγα ἐστὶν ὥσπερ τὸ ἀνωτάτω, καὶ τὰ ἄλλα ὡσαύτως. Πρὸς γὰρ τὸ μέσον κατὰ ταὐτά ἐστιν ἑκάτερα, ὅσα μὴ μετενήνεκται.

Contents

Sign in to save your reading →