Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 14

Κεφάλαιον ΙΔʹ

Περὶ σωμάτων καὶ περὶ τῆς τούτων τομῆς καὶ περὶ ἐλαχίστου.

1a ⟨Ἀετίου⟩ · 1

Σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει, βάθει, μήκει· ἢ ὄγκος ἀντίτυπος, ὅσον ἐφ’ αὑτῷ.

1a ⟨Ἀετίου⟩ · 2

Πλάτων μήτε βαρὺ μήτε κοῦφον εἶναί τι φύσει ἐν τῷ οἰκείῳ τόπῳ ὑπάρχον, ἐν δὲ τῷ ἀλλοτρίῳ γενόμενον τότε νεῦσιν ἴσχειν, ἐκ δὲ τῆς νεύσεως ῥοπὴν ἤτοι πρὸς βαρύτητα ἢ κουφότητα.

1a ⟨Ἀετίου⟩ · 3

Ἀριστοτέλης βαρύτατον μὲν εἶναι τὴν γῆν, κουφότατον δὲ τὸ πῦρ, ἀέρα δὲ καὶ ὕδωρ ἄλλοτ’ ἄλλως.

1b ⟨Ἀετίου· περὶ Ἀριστοτέλους⟩

Καὶ δυνάμει μὲν εἰς ἄπειρον τέμνεσθαι, ἐντελεχείᾳ δὲ μηδαμῶς.

1c ⟨Ἀρείου Διδύμου⟩ · 1

Τῶν δὲ ἁπλῶν σωμάτων εἶναι τὰς ποιότητας ἁπλᾶς· διαιρεῖσθαι δὲ εἰς ἄπειρον τὰ μεγέθη καὶ τὰ μέγεθος ἔχοντα, ταῦτα δὲ καὶ συνεχῆ καλεῖσθαι· μεγέθη δ’ εἶναι μῆκος, πλάτος, βάθος· τὰ δ’ ἔχοντα μέγεθος ἓξ ὑπάρχειν, σῶμα, τόπον, ἐπιφάνειαν, γραμμήν, κίνησιν, χρόνον.

1c ⟨Ἀρείου Διδύμου⟩ · 2

ἐπιφάνειαν δ’ εἶναι σώματος πέρας δυσὶν ὁριζομένην διαστάσεσι· γραμμὴν δὲ τὸ τῆς ἐπιφανείας πέρας κατὰ μίαν διάστασιν. σῶμα δὴ τοίνυν ἐστὶ ⟨τὸ⟩ τὰς τρεῖς ἔχον διαστάσεις. ἐπεὶ δὲ καὶ περὶ τὸν τόπον εἰσὶν αὗται, προσθετέον τό τε μετ’ ἀντερείσεως καὶ τὸ μὴ δεχόμενον ἕτερον εἰς τὸν αὐτὸν τόπον [σῶμα]· πληρωτικὸν γὰρ εἶναι τοῦ τόπου τὸ σῶμα, καθάπερ καὶ τὸν τόπον τοῦ σώματος δεκτικόν.

1c ⟨Ἀρείου Διδύμου⟩ · 3

ποιεῖν δὲ καὶ πάσχειν τὰ σώματα ταῖς ἀσωμάτοις δυνάμεσι· κατὰ γὰρ τὰς ἐν ταύταις διαφορὰς ἀποτελεῖσθαι τάς τε τῶν δραστικῶν καὶ τὰς τῶν παθητικῶν φύσεις.

1d ⟨Ἀετίου· περὶ Ἀριστοτέλους⟩

Μηδὲν δὲ πῦρ κυκλοτερῶς φύσει κινεῖσθαι, μόνον δὲ τὸ πέμπτον σῶμα.

1e ⟨Ἀετίου⟩

Χρύσιππος ἔφασκε τὰ σώματα εἰς ἄπειρον τέμνεσθαι καὶ τὰ τοῖς σώμασι προσεοικότα, οἷον ἐπιφάνειαν, γραμμήν, τόπον, κενόν, χρόνον· εἰς ἄπειρόν τε τούτων τεμνομένων οὔτε σῶμα ἐξ ἀπείρων σωμάτων συνέστηκεν οὔτ’ ἐπιφάνεια οὔτε γραμμὴ οὔτε τόπος ⟨οὔτε κενὸν οὔτε χρόνος⟩.

1f ⟨Ἀετίου⟩ · 1

Οἱ Στωικοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν. Κοῦφον γὰρ ὑπάρχει φύσει, ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου, βαρὺ δὲ τὸ εἰς μέσον. Καὶ τὸ μὲν περίγειον φῶς κατ’ εὐθεῖαν, τὸ δ’ αἰθέριον περιφερῶς κινεῖται.

1f ⟨Ἀετίου⟩ · 2

Ἐπίκουρος ἀπερίληπτα εἶναι τὰ ⟨ἄτομα⟩ σώματα. καὶ τὰ πρῶτα δὲ ἁπλᾶ· τά τε ἐξ ἐκείνων συγκρίματα βάρος ἔχειν. Κινεῖσθαι δὲ τὰ ἄτομα τότε μὲν κατὰ στάθμην, τότε δὲ κατὰ παρέγκλισιν· τὰ δὲ ἄνω κινούμενα κατὰ πληγὴν καὶ ἀποπαλμόν.

1f ⟨Ἀετίου⟩ · 3

Δημόκριτος τὰ πρῶτά φησι σώματα (ταῦτα δ’ ἦν τὰ ναστά) βάρος μὲν οὐκ ἔχειν, κινεῖσθαι ⟨δὲ⟩ κατ’ ἀλληλοτυπίαν ἐν τῷ ἀπείρῳ. Δυνατὸν εἶναι κοσμιαίαν ὑπάρχειν ἄτομον.

1g ⟨Ἀετίου⟩

Ὁ δ’ αὐτὸς ἔλεγε περὶ τἀμερῆ ἵστασθαι τὴν τομήν.

1h ⟨Ἀετίου⟩

Στράτων μὲν προσεῖναι τοῖς σώμασι φυσικὸν βάρος, τὰ δὲ κουφότερα τοῖς βαρυτέροις ἐπιπολάζειν, οἷον ἐκπυρηνιζόμενα.

1i ⟨Ἀετίου⟩

Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου παθητὰ ⟨τὰ⟩ σώματα καὶ τμητὰ εἰς ἄπειρον, καὶ πάντα τὰ συνεχῆ, γραμμήν, ἐπιφάνειαν, στερεὸν σῶμα, τόπον, χρόνον.

Ἐπιγραφή

Περὶ ἐλαχίστου.

1k ⟨Ἀετίου⟩ · 1

Ἐμπεδοκλῆς ἔφη πρὸ τῶν τεσσάρων στοιχείων θραύσματα ἐλάχιστα, οἱονεὶ στοιχεῖα πρὸ τῶν στοιχείων ὁμοιομερῆ.

Ἡράκλειτος πρὸ τοῦ ἑνὸς δοκεῖ τισι ψήγματα καταλείπειν.

1k ⟨Ἀετίου⟩ · 2

Ξενοκράτης καὶ Διόδωρος ἀμερῆ τὰ ἐλάχιστα ὡρίζοντο.

Ἡρακλείδης θραύσματα.

1l ⟨Ἀρείου Διδύμου⟩ · 1

Σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει, βάθει, μήκει· ταῦτα δὲ πλεοναχῶς λέγεσθαι, ὅτε μὲν γὰρ μῆκος εἶναι λέγεσθαι τὸ μέγιστον διάστημα τοῦ σώματος, ὅτε δὲ μόνον τὸ κάτωθεν ἄνω· καὶ πλάτος ὅτε ⟨μὲν⟩ τὸ δεύτερον διάστημα, ὅτε δὲ τὸ ἐκ δεξιᾶς καὶ ἐξ εὐωνύμου· καὶ βάθος ὅτε μὲν τὸ εἰς ἑαυτὸ διάστημα, ὅτε δὲ τὸ πρόσω καὶ ὀπίσω·

1l ⟨Ἀρείου Διδύμου⟩ · 2

κατὰ μὲν τὸν πρότερον λόγον οὔτε τῶν σφαιρῶν οὔτε τῶν τετραγώνων καὶ τῶν ὁμοίων οὐδὲν τῶν διαστημάτων τούτων ἐχόντων, κατὰ δὲ τὸν δεύτερον παντὸς σώματος τὰς τρεῖς ἔχοντος διαστάσεις διὰ τὸ κατὰ πᾶσαν θέσιν ὑπὸ τὸν λόγον τοῦτον πίπτειν αὐτό.

2 Παρμενίδου

Πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῇ ἢ τῇ.

Contents

Sign in to save your reading →