Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 13

Κεφάλαιον ΙΓʹ

Περὶ αἰτίων.

1a ⟨Ἀετίου⟩

Αἴτιόν ἐστι δι’ ὃ τὸ ἀποτέλεσμα, ἢ δι’ ὃ συμβαίνει τι. ἀρκεῖ γὰρ ὑπογραφικῶς.

Πλάτων τριχῶς τὸ αἴτιον, ὑφ’ οὗ, ἐξ οὗ, πρὸς ὅ· κυριώτατον δ’ ἡγεῖται τὸ ὑφ’ οὗ, τοῦτο δ’ ἦν τὸ ποιοῦν.

1a Πλάτωνος Τιμαίου

Λέγει γοῦν ἐν Τιμαίῳ· “πᾶν δὲ αὖ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεται· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν. Ὅταν οὖν ὁ δημιουργὸς πρὸς τὸ κατὰ ταὐτὰ ἔχον βλέπων ἀεί, τοιούτῳ τινὶ χράμενος παραδείγματι, τὴν ἰδέαν καὶ τὴν δύναμιν ἀπεργάζηται, καλὸν ἐξ ἀνάγκης οὕτως ἀποτελεῖσθαι πᾶν· ὁπόταν δ’ εἰς τὸ γεγονός, γενητῷ παραδείγματι προσχρώμενος, οὐ καλόν.”

1b ⟨Ἀετίου⟩ · 1

Πυθαγόρας τὰ μὲν πρῶτα αἴτια ἀσώματα, τὰ δὲ κατὰ μετοχὴν ἢ κατὰ συμβεβηκὸς τῆς σωματικῆς ὑποστάσεως εἶναι.

1b ⟨Ἀετίου⟩ · 2

Ἀριστοτέλης ἔφησε δηλοῦν ἕκαστον χρώμενον σχήμασι τῆς ἑρμηνείας τοιούτοις, τό τε ἐξ οὗ λέγοντα ⟨τὴν ὕλην⟩, καὶ τὸ ὑφ’ οὗ τὸ ποιοῦν, τὸ δὲ καθ’ ὃ τὸ εἶδος, τὸ δὲ δι’ ὃ τὸ τέλος.

1c ⟨Ἀρείου Διδύμου⟩ · 1

Ζήνωνος. Αἴτιον δ’ ὁ Ζήνων φησὶν εἶναι δι’ ὅ· οὗ δὲ αἴτιον συμβεβηκός· καὶ τὸ μὲν αἴτιον σῶμα, οὗ δὲ αἴτιον κατηγόρημα· ἀδύνατον δ’ εἶναι τὸ μὲν αἴτιον παρεῖναι, οὗ δέ ἐστιν αἴτιον μὴ ὑπάρχειν.

1c ⟨Ἀρείου Διδύμου⟩ · 2

Τὸ δὲ λεγόμενον τοιαύτην ἔχει δύναμιν· αἴτιόν ἐστι δι’ ὃ γίνεται τι, οἷον διὰ τὴν φρόνησιν γίνεται τὸ φρονεῖν καὶ διὰ τὴν ψυχὴν γίνεται τὸ ζῆν καὶ διὰ τὴν σωφροσύνην γίνεται τὸ σωφρονεῖν. ἀδύνατον γὰρ εἶναι σωφροσύνης περί τινα οὔσης μὴ σωφρονεῖν, ἢ ψυχῆς μὴ ζῆν, ἢ φρονήσεως μὴ φρονεῖν.

1c ⟨Ἀρείου Διδύμου⟩ · 3

Χρυσίππου. Χρύσιππος αἴτιον εἶναι λέγει δι’ ὅ. Καὶ τὸ μὲν αἴτιον ὂν καὶ σῶμα, ⟨οὗ δὲ αἴτιον μήτε ὂν μήτε σῶμα·⟩ καὶ αἴτιον μὲν ὅτι, οὗ δὲ αἴτιον διά τι. Αἰτίαν δ’ εἶναι λόγον αἰτίου, ἢ λόγον τὸν περὶ τοῦ αἰτίου ὡς αἰτίου.

1c ⟨Ἀρείου Διδύμου⟩ · 4

Ποσειδωνίου. Ποσειδώνιος δὲ οὕτως· αἴτιον δ’ ἐστί τινος, δι’ ὃ ἐκεῖνο, ἢ τὸ πρῶτον ποιοῦν, ἢ τὸ ἀρχηγὸν ποιήσεως. καὶ τὸ μὲν αἴτιον ὂν καὶ σῶμα, οὗ δὲ αἴτιον οὔτε ὂν οὔτε σῶμα, ἀλλὰ συμβεβηκὸς καὶ κατηγόρημα.

1d ⟨Ἀετίου⟩

Θαλῆς καὶ οἱ ἐφεξῆς τὸ πρῶτον αἴτιον ἀκίνητον ἀπεφήναντο.

⟨Οἱ⟩ Στωικοὶ τὸ πρῶτον αἴτιον ὡρίσαντο κινητόν.

Οἱ Περιπατητικοὶ τῶν αἰτίων εἶναι τὰ μὲν αἰσθητά, τὰ δὲ νοητά.

2 Ὀκέλλου · 1

Ὄκελλος ἔφησεν εἶναι αἴτιον δι’ ὃ γίγνεταί τι. λέγει γὰρ ἐν τῷ Περὶ νόμου οὕτως·

Συνέχει γὰρ τὰ μὲν σκάνεα τῶν ζῴων ⟨ζωά⟩, ταύτας δ’ αἴτιον ψυχά· τὸν δὲ κόσμον ἁρμονία, ταύτας δ’ αἴτιος ὁ θεός· τὼς δ’ οἴκως καὶ τὰς πόλιας ὁμόνοια, ταύτας δ’ αἴτιος νόμος.

2 Ὀκέλλου · 2

Τίς ὦν αἰτία ἦν φύσις, τὸν μὲν κόσμον ἁρμόχθαι διὰ παντὸς καὶ μηδέποκ’ ἐς ἀκοσμίαν ἐκβαίνειν, τὰς δὲ πόλιας καὶ τὼς οἴκως ὀλιγοχρονίως ἦμεν; Ὅσα μὲν ὦν γεννατὰ καὶ θνατὰ τὰν φύσιν, ἐξ ἇς συνέστακεν ὕλας, τὰν αὐτὰν αἰτίαν ἔχει τᾶς διαλύσιος· συνέστακε γὰρ ἐκ μεταβαλλοίσας καὶ ἀειπαθέος. Ἁ γὰρ τῶν γεννωμένων ἀπογέννασις σωτηρία τᾶς γενετείρας ὕλας.

2 Ὀκέλλου · 3

Τὸ δὲ ἀεικίνητον κυβερνῇ, τὸ δ’ ἀειπαθὲς κυβερνῆται· καὶ τὸ μὲν πρότερον τᾷ δυνάμι, τὸ δὲ ὕστερον· καὶ τὸ μὲν θεῖον καὶ λόγον ἔχον καὶ ἔμφρον, τὸ δὲ γεννατὸν καὶ ἄλογον [τὸ μεταβάλλον].

Contents

Sign in to save your reading →