Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 12

Κεφάλαιον ΙΒʹ

Περὶ ἰδεῶν.

1a ⟨Ἀετίου⟩ · 1

Ἰδέα ἐστὶν οὐσία ἀσώματος, αἰτία τῶν οἷα ἐστὶν αὐτὴ καὶ παράδειγμα τῆς τῶν κατὰ φύσιν ἐχόντων αἰσθητῶν ὑποστάσεως, αὐτὴ μὲν ὑφεστῶσα καθ’ ἑαυτὴν [ἐν], εἰκονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη τῆς τούτων διατάξεως, πατρὸς ἐπέχουσα τοῖς αἰσθητοῖς τάξιν.

1a ⟨Ἀετίου⟩ · 2

Πυθαγόρας τὰ λεγόμενα εἴδη καὶ τὰς ἰδέας ἐν τοῖς ἀριθμοῖς καὶ ταῖς ἁρμονίαις αὐτῶν καὶ τοῖς καλουμένοις γεωμετρικοῖς ἐτίθετο ἀχώριστα τῶν σωμάτων.

1b ⟨Ἀρείου Διδύμου⟩ · 1

Ἀριστοτέλους. Ταύτας δὲ τὰς ἀρχὰς ποτέ μὲν εἶναι φησιν Ἀριστοτέλης δύο, τήν τε ὕλην καὶ τὸ εἶδος, ὃ καὶ μορφὴν καλεῖ καὶ ἐντελέχειαν καὶ τὸ τί ἦν εἶναι καὶ οὐσίαν τὴν κατὰ τὸν λόγον καὶ ἐνέργειαν· οὕτως αὐτῷ πλούσιόν τε καὶ πολυώνυμόν ἐστι τὸ εἶδος.

Τοσοῦτο μὲν οὖν διαφέρειν τὸ εἶδος τῆς μορφῆς, ὅτι τὸ μέν ἐστι διῆκον διὰ βάθους, ἡ δ’ ἐπιπολαῖος· καὶ ἡ μὲν παραπλήσιος λευκότητι ⟨τῇ⟩ κατὰ τὴν ζωγραφίαν, τὸ δὲ τῇ περὶ τὴν τοῦ γάλακτος οὐσίαν· ταὐτὸν δὲ εἶδος λέγεται, καθ’ ὅσον τὸ μὲν εἰδοποιεῖ, τὸ δὲ διαμορφοῖ τὴν ὕλην.

1b ⟨Ἀρείου Διδύμου⟩ · 2

Ἐντελέχειαν ⟨δ’⟩ αὐτὸ προσεῖπεν ἤτοι διὰ τὸ ἐνδελεχῶς ὑπάρχειν, ἢ ὅτι τῶν μετεχόντων αὐτοῦ ἕκαστον παρέχεται τέλειον· ὁ γὰρ χαλκὸς ἀνδριὰς οὐδέπω, πλὴν ὅτι μὴ δυνάμει, διαπλασθεὶς δὲ καὶ τὴν πρόσφορον λαβὼν μορφὴν ἐντελεχείᾳ λέγεται· τότε γὰρ ἀπείληφε τὸ τέλος.

1b ⟨Ἀρείου Διδύμου⟩ · 3

Τὸ δὲ τί ἦν εἶναι προσηγόρευσε παρὰ τὸ τῶν ὄντων ἐπιφέρειν ἑκάστῳ τὴν τοῦ εἶναι δύναμιν· οὐσίαν δὲ τὴν κατὰ τὸν λόγον, ὅτι διαλλάττει τῆς κατὰ τὴν ὕλην, ὡς ἀνδριὰς χαλκοῦ καὶ Θηρίκλειον ἀργύρου καὶ τῶν ἀγαλμάτων ὁτιοῦν λίθου· τὸ γὰρ ᾧ περιττεύει ταῦτα τῆς ὕλης, ἐξ ἧς δεδημιούργηται, τοῦτ’ ἐστὶν ἡ κατὰ τὸν λόγον οὐσία. Ἐνέργειαν δὲ ἐκάλεσεν, ὅτι τῶν ὄντων οὐθὲν ἂν ἐνεργεῖν ἠδύνατο μὴ πρότερον εἰδοποιηθέν.

2a ⟨Ἀρείου Διδύμου⟩ · 1

⟨Πλάτωνος.⟩ Περὶ δὲ τῶν ἰδεῶν ὡδὶ διεξῄρχετο, τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ μέρος ὡρισμένα τινὰ παραδείγματα φάμενος εἶναι τὰς ἰδέας, ἀφ’ ὧν τὰς ἐπιστήμας γίγνεσθαι καὶ τοὺς ὅρους· παρὰ πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι καὶ παρὰ πάντας ἵππους ἵππον καὶ κοινῶς παρὰ τὰ ζῷα ζῷον ἀγένητον καὶ ἄφθαρτον· ὃν τρόπον δὲ σφραγῖδος μιᾶς ἐκμαγεῖα γίγνεσθαι πολλὰ καὶ συχνὰς εἰκόνας ἑνὸς ἀνδρός, οὕτω καὶ μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων φύσεις παμπληθεῖς, τῆς μὲν ἀνθρώπων ἀνθρώπους ἅπαντας, ⟨τῆς δὲ ἵππων ἵππους ἅπαντας⟩, καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν.

2a ⟨Ἀρείου Διδύμου⟩ · 2

Εἶναι δὲ τὴν ἰδέαν ἀΐδιον οὐσίαν, αἰτίαν καὶ ἀρχὴν τοῦ ἕκαστον εἶναι τοιοῦτον οἵα ἐστὶν αὐτή. Καθάπερ οὖν τὰς κατὰ μέρος ὥσπερ ἀρχέτυπα τῶν αἰσθητῶν προηγείσθαι συμβέβηκε σωμάτων, οὕτως τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν καλλίστην καὶ τελειοτάτην οὐσίαν ὑπάρχειν ⟨τούδε παράδειγμα τοῦ κόσμου⟩.

2b Πλάτωνος Παρμενίδου

Λέγει γοῦν καὶ ἐν τῷ Παρμενίδῃ· “Ἀλλ’, ὦ Παρμενίδη, μάλιστα ἔμοιγε καταφαίνεται ὧδε ἔχειν· τὰ μὲν εἴδη ταῦτα ὥσπερ παραδείγματα ἑστάναι ἐν τῇ φύσει, τὰ δὲ ἄλλα τούτοις ἐοικέναι καὶ εἶναι ὁμοιώματα· καὶ ἡ μέθεξις αὕτη τοῖς ἄλλοις γίγνεσθαι τῶν εἰδῶν οὐκ ἄλλη τις ἢ εἰκασθῆναι αὐτοῖς.”

3 ⟨Ἀρείου Διδύμου⟩ · 1

Ζήνωνος ⟨καὶ τῶν ἀπ’ αὐτοῦ⟩. Τὰ ἐννοήματά φασι μήτε τινὰ εἶναι μήτε ποιά, ὡσανεὶ δὲ τινὰ καὶ ὡσανεὶ ποιὰ φαντάσματα ψυχῆς· ταῦτα δὲ ὑπὸ τῶν ἀρχαίων ἰδέας προσαγορεύεσθαι. Τῶν γὰρ κατὰ τὰ ἐννοήματα ὑποπιπτόντων εἶναι τὰς ἰδέας, οἷον ἀνθρώπων, ἵππων, κοινότερον εἰπεῖν πάντων τῶν ζῴων καὶ τῶν ἄλλων ὁπόσων λέγουσιν ἰδέας εἶναι.

3 ⟨Ἀρείου Διδύμου⟩ · 2

Ταύτας δὲ οἱ Στωικοὶ φιλόσοφοί φασιν ἀνυπάρκτους εἶναι καὶ τῶν μὲν ἐννοημάτων μετέχειν ἡμᾶς, τῶν δὲ πτώσεων, ἃς δὴ προσηγορίας καλοῦσι, τυγχάνειν.

Contents

Sign in to save your reading →