Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
Κεφάλαιον ΙΑʹ
I.11.heading · Wachsmuth pp. 130
Περὶ ὕλης.
1 ⟨Ἀετίου⟩
I.11.1 · Wachsmuth pp. 130
Ὕλη ἐστὶ τὸ ὑποκείμενον πάσῃ γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς.
2 Ἑρμοῦ ἐκ τῶν πρὸς Τάτ
I.11.2 · Wachsmuth pp. 131
Καὶ γέγονεν, ὦ τέκνον, ἡ ὕλη καὶ ἦν, ὕλη γὰρ ἀγγεῖον γενέσεως ἐστί, γένεσις δὲ ἐνεργείας τρόπος τοῦ ἀγενήτου καὶ προόντος θεοῦ. Τὸ σπέρμα οὖν τῆς γενέσεως λαμβάνουσα γέγονε καὶ τρεπτὴ ἐγένετο καὶ ἰδέας ἔσχε μορφοποιουμένη· ἐφέστηκε γὰρ αὐτῇ τρεπομένῃ ἡ τεχνιτεύουσα τὰς τῆς τροπῆς ἰδέας. Ἀγενησία οὖν τῆς ὕλης ἀμορφία ἦν, ἡ δὲ γένεσις τὸ ἐνεργεῖσθαι.
3 ⟨Ἀετίου⟩ · 1
I.11.3.1 · Wachsmuth pp. 131
Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου, λέγω δὲ τοὺς μέχρι τῶν Στωικῶν καταβεβηκότας σὺν Ἡρακλείτῳ, τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην δι’ ὅλης τὴν ὕλην ἀπεφήναντο.
Οἱ ἀπὸ Δημοκρίτου ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενόν.
3 ⟨Ἀετίου⟩ · 2
I.11.3.2 · Wachsmuth pp. 131
Πλάτων τὴν ὕλην σωματοειδῆ, ἄμορφον, ἀνείδεον, ἀσχημάτιστον, ἄποιον, ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν καὶ οἷον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γίγνεσθαι.
3 Πλάτωνος Τιμαίου · 1
I.11.3.3 · Wachsmuth pp. 131-132
“Ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τῆς τὰ πάντα δεχομένης σώματα φύσεως· ταὐτὸν ἀεὶ προσρητέον αὐτήν· ἐκ γὰρ τῆς ἑαυτῆς τὸ παράπαν οὐκ ἐξίσταται δυνάμεως. Δέχεται γὰρ ἀεὶ τὰ πάντα καὶ μορφὴν οὐδεμίαν ποτέ οὐδενὶ τῶν εἰσιόντων ὁμοίως εἴληφεν οὐδαμῇ οὐδαμῶς· ἐκμαγεῖον γὰρ φύσει παντὶ κεῖται κινούμενόν τε καὶ διασχηματιζόμενον ὑπὸ τῶν εἰσιόντων. Φαίνεται δὲ δι’ ἐκεῖνα ἄλλοτε ἀλλοῖον.
3 Πλάτωνος Τιμαίου · 2
I.11.3.4 · Wachsmuth pp. 132
Τὰ δ’ εἰσιόντα καὶ ἐξιόντα τῶν ὄντων ἀεὶ μιμήματα, τυπωθέντα ἀπ’ αὐτῶν τρόπον τινὰ δύσφραστον καὶ θαυμαστόν, ὃν εἰσαῦθις μέτιμεν. Ἐν δ’ οὖν τῷ παρόντι διανοηθῆναι ⟨χρὴ⟩ γένη τριττά, τὸ μὲν γιγνόμενον, τὸ δ’ ἐν ᾧ γίγνεται, τὸ δὲ ὅθεν ἀφομοιούμενον φύεται τὸ γιγνόμενον. Καὶ δὴ καὶ προσεικάσαι πρέπον τὸ μὲν δεχόμενον μητρί, τὸ δὲ ὅθεν πατρί, τὴν δὲ μεταξὺ τούτων φύσιν ἐκγόνῳ.”
4 ⟨Ἀρείου Διδύμου⟩ · 1
I.11.4.1 · Wachsmuth pp. 132
Ἀριστοτέλους. Ἐπειδὴ δ’ ἡ μὲν φύσις κατ’ ἐπίνοιαν ἀρχή τις ἐστὶ κινήσεως καὶ στάσεως, οὔτε δὴ κινούμενον ἡ ὕλη κατὰ τὸν ἴδιον λόγον οὔτε τὸ εἶδος. ἡ μὲν γὰρ ἀνείδεος, τὸ δὲ εἶδος ἀεί, καὶ ἡ μὲν οὐ σῶμα, σωματικὴ δέ, τὸ δὲ καθάπαξ ἀσώματον. Οὐ σῶμα δὲ τὴν ὕλην φασίν, οὐ μόνον ὅτι ἐστερῆσθαι δοκεῖ τῶν περὶ σῶμα διαστάσεων, ἀλλ’ ὅτι καὶ πολλῶν ἄλλων ἀπολείπεται κατὰ τὸν ἴδιον λόγον, ἃ τοῖς σώμασιν ὑπάρχει, σχήματος, χρώματος, βαρύτητος, κουφότητος, ὅλως πάσης ποιότητος καὶ ποσότητος.
4 ⟨Ἀρείου Διδύμου⟩ · 2
I.11.4.2 · Wachsmuth pp. 132
Εἰ γὰρ τούτων μετεῖχε, τῶν ποιῶν ⟨ἂν⟩ ἦν καὶ ποσῶν· οὐ μετειληφυῖα δὲ κατὰ λόγον σῶμα μὲν οὐκ ἂν εἴη, σωματικὴ δὲ διὰ τὸ πάσαις ὥσπερ ἐκμαγεῖον ὑποκεῖσθαι ταῖς ποιότησιν· ὃν τρόπον γὰρ τὸ εἶδος τῆς ὕλης ἀφαιρεθὲν ἀσώματον εἶναι τυγχάνει, οὕτως καὶ τὴν ὕλην τοῦ εἴδους χωρισθέντος οὐ σῶμα. Δεῖν γὰρ ἀμφοῖν τῆς συνόδου πρὸς τὴν τοῦ σώματος ὑπόστασιν.
5a ⟨Ἀρείου Διδύμου⟩ · 1
I.11.5a.1 · Wachsmuth pp. 132-133
Ζήνωνος. Οὐσίαν δὲ εἶναι τὴν τῶν ὄντων πάντων πρώτην ὕλην, ταύτην δὲ πᾶσαν ἀΐδιον καὶ οὔτε πλείω γιγνομένην οὔτε ἐλάττω· τὰ δὲ μέρη ταύτης οὐκ ἀεὶ ταὐτὰ διαμένειν, ἀλλὰ διαιρεῖσθαι καὶ συγχεῖσθαι. Διὰ ταύτης δὲ διαθεῖν τὸν τοῦ παντὸς λόγον, ὃν ἔνιοι εἱμαρμένην καλοῦσιν, οἷον περ καὶ ἐν τῇ γονῇ τὸ σπέρμα.
5a ⟨Ἀρείου Διδύμου⟩ · 2
I.11.5a.2 · Wachsmuth pp. 133
Χρυσίππου Στωικοῦ. Τῶν κατὰ ποιότητα ὑφισταμένων πρώτην ὕλην· ταύτην δὲ ἀΐδιον, οὔτε αὔξησιν οὔτε μείωσιν ὑπομένουσαν, διαίρεσιν δὲ καὶ σύγχυσιν ἐπιδεχομένην κατὰ μέρη, ὥστε φθορὰς γίγνεσθαι ἔκ τινων μερῶν εἴς τινα [οὐ] κατὰ διαίρεσιν, ἅμα κατ’ ἀναλογίαν τῇ συγχύσει τινῶν γιγνομένων ἔκ τινων.
5b ⟨Ἀετίου⟩
I.11.5b · Wachsmuth pp. 133
Οἱ δὲ ὕδωρ λέγοντες ἢ πῦρ ἢ ἀέρα ἢ γῆν τὴν ὕλην οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν, ἀλλὰ σῶμα· οἱ δὲ τἀμερῆ καὶ τὰς ἀτόμους ἄμορφον.
Οἱ Στωικοὶ σῶμα τὴν ὕλην ἀποφαίνονται.
5c ⟨Ἀρείου Διδύμου⟩
I.11.5c · Wachsmuth pp. 133
Ποσειδωνίου. Ἔφησε δὲ ὁ Ποσειδώνιος τὴν τῶν ὅλων οὐσίαν καὶ ὕλην ἄποιον καὶ ἄμορφον εἶναι, καθ’ ὅσον οὐδὲν ἀποτεταγμένον ἴδιον ἔχει σχῆμα οὐδὲ ποιότητα καθ’ αὑτήν, ἀεὶ δ’ ἔν τινι σχήματι καὶ ποιότητι εἶναι. Διαφέρειν δὲ τὴν οὐσίαν τῆς ὕλης, τὴν ⟨αὐτὴν⟩ οὖσαν κατὰ τὴν ὑπόστασιν, ἐπινοίᾳ μόνον.
6 Πλάτωνος ἐκ τοῦ Παρμενίδου
I.11.6 · Wachsmuth pp. 133-134
Ἐπὶ πάντα ἄρα πολλὰ ὄντα ἡ οὐσία νενέμηται καὶ οὐδενὸς ἀποστατεῖ τῶν ὄντων, οὔτε τοῦ σμικροτάτου οὔτε τοῦ μεγίστου; ἢ τοῦτο μὲν καὶ ἄλογον ἐρέσθαι; πῶς γὰρ ἂν ἡ οὐσία γε τῶν ὄντων του ἀποστατοίη;
- Οὐδαμῶς.
- Κατακεκερμάτισται ἄρα ὡς οἷόν τε σμικρότατα καὶ μέγιστα καὶ πανταχῶς ὄντα καὶ μεμέρισται πάντων μάλιστα, καὶ ἐστὶ μέρη ἀπέραντα τῆς οὐσίας.
- Ἔχει οὕτως.