Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 10

Κεφάλαιον Ιʹ

Περὶ ἀρχῶν καὶ στοιχείων τοῦ παντός.

1 Ἡσιόδου Θεογονίας

Ἤτοι μὲν πρώτιστα χάος γένετ’, αὐτὰρ ἔπειτα Γαῖ’ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, Τάρταρά τ’ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης.

2 Ὁμήρου

Ὠκεανός θ’ ὅσπερ γένεσις πάντεσσι τέτυκται.

3 Ὀρφέως

Ἓν ⟨δὲ⟩ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ ⟨καὶ⟩ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νύξ τε καὶ ἦμαρ.

4 ⟨Ὁμήρου⟩

Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν.

5 Λίνου ἐκ τῶν Περὶ φύσεως κόσμου

Ὡς κατ’ ἔριν συνάπαντα κυβερνᾶται διὰ παντός· ἐκ παντὸς δὲ τὰ πάντα καὶ ἐκ πάντων τόπαν ἐστί. Πάντα δ’ ἕν ἐστιν, ἕκαστον ὅλου μέρος, ἐν δ’ ἑνὶ πάντα, ἐκ γὰρ ἑνός ποτ’ ἐόντος ὅλου τάδε πάντ’ ἐγένοντο· ἐκ πάντων δέ ποτ’ αὖθις ἓν ἔσσεται ἐν χρόνου αἴσῃ, αἰὲν ἓν ὂν καὶ πολλά· καὶ οὐ κατὰ ταὐτὸν ἀθρῆσαι πολλάκις [δ’] ἔσται ταῦτα· καὶ οὔποτε πεῖρας ἔπεισιν αἰεὶ πείρατ’ ἔχων· πήιον γένος ἔλλαχε ταὐτόν. ὧδε γὰρ ἀθάνατος θάνατος περὶ πάντα καλύπτει θνητὸς ἰὼν καὶ πᾶν θνῄσκει φθαρτόν, τὸ δ’ ὑπάρχον φαντασίαις τ’ ἀλλοιοτρόποις καὶ σχήμασι μορφῆς ἀλλάξει τρόπον, ⟨ὡς⟩ ἀποκρύπτεμεν ὄψιν ἁπάντων, ἄφθορον ἔσσετ’ ἐόν τ’ αἰεί, καθὸ τῇδε τέτυκται.

6 ⟨Πλουτάρχου⟩

Ὅμηρος δὲ σημαίνει τὴν ἀνάλυσιν εἰς τὰ γεννητικὰ στοιχεῖα τοῦ παντὸς λέγων·

Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε.

7 Ἡρακλείτου

Ἐκ πυρὸς γὰρ τὰ πάντα καὶ εἰς πῦρ πάντα τελευτᾷ.

8 Ὀρφεύς

Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο, ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν.

9 Ἡσίοδος Θεογονίᾳ

Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ οὐρανὸν ἀστερόενθ’, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρ’ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.

10 Φιλήμονος

⟨Ὃν⟩ οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν ποιῶν, οὐδ’ αὖ ποιήσων, οὐδὲ πεποιηκὼς πάλαι, οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὗτός εἰμ’ ἐγὼ Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία. Ἐγὼ δ’, ὃ θεοῦ ’στιν ἔργον, εἰμὶ πανταχοῦ, ἐνταῦθ’ ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν Σικελίᾳ, ἐν ταῖς πόλεσι πάσαισιν, ἐν ταῖς οἰκίαις πάσαις, ἐν ὑμῖν πᾶσιν· οὐκ ἔστιν τόπος οὗ μὴ ’στιν ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ πάντ’ ἐξ ἀνάγκης οἶδε [πανταχοῦ παρών].

11a ⟨Ἐμπεδοκλέους⟩

Τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς ἀργής, Ἥρη τε φερέσβιος, ἠδ’ Ἀιδωνεύς, Νῆστίς θ’, ἣ δακρύοις τέγγει, κρούνωμα βρότειον. τῶν δὲ συνερχομένων ἐξ ἔσχατον ἵστατο νεῖκος.

11b ⟨Πλουτάρχου⟩ · αʹ

Ἐμπεδοκλῆς Δία μὲν λέγει τὴν ζέσιν ⟨καὶ⟩ τὸν αἰθέρα, Ἥρην δὲ φερέσβιον τὴν γῆν· ἀέρα δὲ τὸν Ἀιδωνέα, ἐπειδὴ φῶς οἰκεῖον οὐκ ἔχει, ἀλλὰ ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἄστρων καταλάμπεται· Νῆστιν δὲ καὶ “κρούνωμα βρότειον” τὸ σπέρμα καὶ τὸ ὕδωρ. Ἐκ τεσσάρων οὖν στοιχείων τὸ πᾶν, τῆς τούτων φύσεως ἐξ ἐναντίων συνεστώσης, ξηρότητός τε καὶ ὑγρότητος καὶ θερμότητος καὶ ψυχρότητος, ὑπὸ τῆς πρὸς ἄλληλα ἀναλογίας καὶ κράσεως ἓν ἀπεργαζομένης τὸ πᾶν καὶ μεταβολὰς μὲν μερικὰς ὑπομενούσης, τοῦ δὲ παντὸς λύσιν μὴ ἐπιδεχομένης.

11b ⟨Πλουτάρχου⟩ · βʹ

Λέγει γὰρ οὕτως·

Ἄλλοτε μὲν φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα, ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορεύμενα νείκεος ἔχθει.

Ὅμηρος δὲ τὴν φιλίαν καὶ τὸ νεῖκος τῶν τοῦ παντὸς μερῶν ἐν τούτοις αἰνίσσεται, ἐν οἷς φησιν ἡ Ἥρα·

Εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν· τοὺς εἶμ’ ὀψομένη καί σφ’ ἄκριτα νείκεα λύσω.

12 ⟨Ἀετίου⟩ · 1

Θαλῆς ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀπεφήνατο τὸ ὕδωρ, ἐξ ὕδατος γάρ φησι πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι. Στοχάζεται δὲ πρῶτον ἐκ τούτου, ὅτι πάντων τῶν ζῴων ἡ γονὴ ἀρχή ἐστιν, ὑγρὰ οὖσα. οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. Δεύτερον, ⟨ὅτι⟩ πάντα φυτὰ ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ ξηραίνεται. Τρίτον, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται καὶ αὐτὸς ὁ κόσμος.

12 ⟨Ἀετίου⟩ · 2

Ἀναξίμανδρος δὲ Πραξιάδου Μιλήσιος φησι τῶν ὄντων ⟨τὴν⟩ ἀρχὴν εἶναι τὸ ἄπειρον· ἐκ γὰρ τούτου πάντα γίγνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι. Διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ γίγνονται. Λέγει γοῦν διότι ἀπέραντόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ ⟨ἡ⟩ γένεσις ἡ ὑφισταμένη. Ἁμαρτάνει δὲ μὴ λέγων τί ἐστι τὸ ἄπειρον. Τὸ δ’ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν· οὐ δύναται δ’ ἡ ὕλη εἶναι ἐνέργεια, ἐὰν μὴ τὸ ποιοῦν ὑποκέηται.

12 ⟨Ἀετίου⟩ · 3

Ξενοκράτης συνεστάναι τὸ πᾶν ἐκ τοῦ ἑνὸς καὶ τοῦ ἀενάου, ἀέναον τὴν ὕλην αἰνιττόμενος διὰ τοῦ πλήθους.

12 ⟨Ἀετίου⟩ · 4

Ξενοφάνης ἀρχὴν τῶν πάντων εἶναι τὴν γῆν· γράφει γὰρ ἐν τῷ Περὶ φύσεως·

Ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.

12 ⟨Ἀετίου⟩ · 5

Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀέρα ἀπεφήνατο, ἐκ γὰρ τούτου πάντα γίγνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι. Οἷον ἡ ψυχή, φησίν, ἡ ἡμετέρα, ἀὴρ οὖσα, συγκρατεῖ ἡμᾶς, καὶ ὅλον τὸν κόσμον πνεῦμα καὶ ἀὴρ περιέχει. Λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. Ἁμαρτάνει δὲ ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα· ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων ὑποστῆναι, ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι· οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ, τουτέστιν ὁ ἀργυροκόπος.

12 ⟨Ἀετίου⟩ · 6

Ἀναξαγόρας Ἡγησιβούλου ὁ Κλαζομένιος ἀρχὰς τῶν ὄντων τὰς ὁμοιομερείας ἀπεφήνατο. Τροφὴν γοῦν προσφερόμεθα μονοειδῆ ἄρτον καὶ ὕδωρ· καὶ ἐκ ταύτης τρέφεται φλέψ, ἀρτηρία, σάρξ, νεῦρα, ὀστᾶ καὶ τὰ λοιπὰ μόρια. Τούτων οὖν γιγνομένων ὁμολογητέον, ὅτι ἐν τῇ τροφῇ τῇ προσφερομένῃ πάντα ἐστὶ τὰ ὄντα καὶ ἐκ τῶν ὄντων πάντα αὔξεται. ἐν ταύτῃ οὖν ἐστι λόγῳ θεωρητὰ μόρια· ⟨καὶ ἀπὸ τοῦ ὅμοια⟩ τὰ μέρη εἶναι ἐν τῇ τροφῇ τοῖς γεννωμένοις ὁμοιομερείας αὐτὰ ἐκάλεσε καὶ ἀρχὰς τῶν ὄντων. Καὶ τὰς μὲν ὁμοιομερείας ὕλην, τὸ δὲ ποιοῦν αἴτιον νοῦν, τὸν πάντα διαταξάμενον.

12 ⟨Ἀετίου⟩ · 7

Ἀρχέλαος ἀέρα ἄπειρον καὶ τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν. τούτων δὲ τὸ μὲν εἶναι πῦρ, τὸ δ’ ὕδωρ.

Οὗτοι μὲν οὖν ἐφεξῆς ἀλλήλοις ταῖς διαδοχαῖς γενόμενοι τὴν Ἰωνικὴν ἐκπληροῦσι φιλοσοφίαν, οὕτω προσαγορευθεῖσαν, διότι Μιλήσιος αὐτῆς κατῆρξεν ἀνήρ, ὁ Θαλῆς ἀπὸ τῆς τῶν Ἰώνων μητροπόλεως.

12 ⟨Ἀετίου⟩ · 8

Φιλόλαος ὁ Πυθαγόρειος τὸ πέρας καὶ τὸ ἄπειρον.

12 ⟨Ἀετίου⟩ · 9

Στράτων στοιχεῖα ⟨θερμὸν⟩ καὶ ψυχρόν.

12 ⟨Ἀετίου⟩ · 10

Πυθαγόρας Μνησάρχου Σάμιος, πρῶτος φιλοσοφίαν τούτῳ τῷ ῥήματι προσαγορεύσας, ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας τὰς ἐν τούτοις, ἅς τινας ἁρμονίας καλεῖ· τὰ ⟨δ’⟩ ἐξ ἀμφοτέρων σύνθετα στοιχεῖα· πάλιν δὲ τὴν μονάδα καὶ τὴν ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς. Σπεύδει δὲ αὐτῷ τῶν ἀρχῶν ἡ μὲν ἐπὶ τὸ ποιητικὸν αἴτιον καὶ εἰδικόν, ὅπερ ἐστὶ νοῦς, ὁ θεός· ἡ δὲ ἐπὶ τὸ παθητικόν τε καὶ ὑλικόν, ὅπερ ἐστὶν ὁ ὁρατὸς κόσμος.

12 ⟨Ἀετίου⟩ · 11

Εἶναι δὲ τὴν φύσιν ⟨τοῦ ἀριθμοῦ⟩ δεκάδα· μέχρι γὰρ τῶν δέκα πάντες ἀριθμοῦσιν, ἐφ’ ἃ ἐλθόντες πάλιν ἀναποδίζουσιν ἐπὶ τὴν μονάδα. Καὶ τῶν δέκα πάλιν, φησίν, ἡ δύναμίς ἐστιν ἐν τοῖς τέτταρσιν· ἐκ γὰρ τῆς τετράδος καὶ τῶν αὐτῆς μερῶν ἀναπληροῦται· ἐὰν δὲ ὑπερβάλῃ ⟨τις⟩ τὸν τῆς τετράδος, καὶ τῶν δέκα ὑπερεκπεσεῖται. Διὸ καὶ ἐπεφθέγγοντο οἱ Πυθαγόρειοι, ὡς μεγίστου ⟨ὅρκου⟩ ὄντος τῆς τετράδος,

Οὐ μὰ τὸν ἁμετέρᾳ κεφαλᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσιος ῥίζωμά τ’ ἔχουσαν.

13 Θεανοῦς ἐκ τοῦ Περὶ εὐσεβείας

Καὶ συχνοὺς μὲν Ἑλλήνων πέπυσμαι νομίσαι φάναι Πυθαγόραν ἐξ ἀριθμοῦ πάντα φύεσθαι. Οὗτος δὲ ὁ λόγος ἀπορησίας ἔχεται, πῶς ἃ μηδὲ ἔστιν ἐπινοεῖται καὶ γεννᾶν. ὁ δὲ οὐκ ἐξ ἀριθμοῦ, κατὰ δὲ ἀριθμὸν ἔλεγε πάντα γίγνεσθαι, ὅτι ἐν ἀριθμῷ τάξις πρώτη, ἧς μετουσίᾳ κἀν τοῖς ἀριθμητοῖς πρῶτόν τι καὶ δεύτερον καὶ τἆλλα ἑπομένως τέτακται.

14 ⟨Ἀετίου⟩ · 1

Ἡράκλειτος καὶ Ἵππασος ἀρχὴν τῶν ἁπάντων τὸ πῦρ. Πρῶτον μὲν γὰρ τὸ παχυμερέστερον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον ⟨γῆ⟩ γίγνεται, ἔπειτα ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς χύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δὲ ἀέρα γίγνεσθαι. Πάλιν δὲ τὸν κόσμον καὶ τὰ σώματα πάντα ὑπὸ τοῦ πυρὸς ἀναλύεσθαι ἐν τῇ ἐκπυρώσει.

14 ⟨Ἀετίου⟩ · 2

Μητρόδωρος Θεοκρίτου Χῖος τὰ ἀδιαίρετα καὶ τὸ κενόν.

Διογένης δὲ ὁ Ἀπολλωνιάτης ἀέρα ἄπειρον.

Ζήνων Μνασέου Κιτιεὺς ἀρχὰς τὸν θεὸν καὶ τὴν ὕλην, στοιχεῖα δὲ τέσσαρα.

Λεύκιππος Μιλήσιος ἀρχὰς καὶ στοιχεῖα τὸ πλῆρες καὶ τὸ κενόν.

Δημόκριτος τὰ ναστὰ καὶ κενόν.

14 ⟨Ἀετίου⟩ · 3

Ἐπίκουρος ἀρχὰς εἶναι τῶν ὄντων σώματα λόγῳ θεωρητά, ἀμέτοχα κενοῦ, ἀγένητα, ἀδιάφθαρτα οὔτε θραυσθῆναι δυνάμενα οὔτε ἀλλοιωθῆναι. Εἴρηται δὲ ἄτομος οὐχ ὅτι ἐστὶν ἐλαχίστη, ἀλλ’ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ.

15 Ἑρμοῦ

Ἡ γὰρ μονάς, οὖσα πάντων ἀρχὴ καὶ ῥίζα, ἐν πᾶσίν ἐστιν ὡς ἂν ῥίζα καὶ ἀρχή, ἄνευ δὲ ἀρχῆς οὐδέν· ἀρχὴ δὲ ἐξ οὐδενός, ἀλλ’ ἐξ αὑτῆς, εἴ γε ἀρχή ἐστι τῶν ἑτέρων. [μονὰς] οὖσα οὖν ἀρχὴ πάντα ἀριθμὸν ἐμπεριέχει, ὑπὸ μηδενὸς ἐμπεριεχομένη· καὶ πάντα ἀριθμὸν γεννᾷ, ὑπὸ μηδενὸς γεννωμένη ἑτέρου ἀριθμοῦ. Πᾶν δὲ τὸ γεννώμενον ἀτελὲς καὶ διαιρετὸν καὶ αὐξητὸν καὶ μειωτόν· τῷ δὲ τελείῳ οὐδὲν τούτων γίγνεται. Αὕτη οὖν, ὦ Τάτ, κατὰ τὸ δυνατόν σοι ὑπογέγραπται τοῦ θεοῦ εἰκών.

16a ⟨Ἀετίου⟩ · 1

Ἔκφαντος Συρακούσιος, εἷς τῶν Πυθαγορείων, πάντων τὰ ἀδιαίρετα σώματα καὶ τὸ κενόν. Τὰς γὰρ Πυθαγορικὰς μονάδας οὗτος πρῶτος ἀπεφήνατο σωματικάς.

16a ⟨Ἀετίου⟩ · 2

Πλάτων Ἀρίστωνος τρεῖς ἀρχάς, τὸν θεόν, τὴν ὕλην, τὴν ἰδέαν· ὑφ’ οὗ, ἐξ οὗ, πρὸς ὅ. Ὁ δὲ θεὸς νοῦς ἐστι τοῦ κόσμου, ἡ δὲ ὕλη τὸ ὑποκείμενον γενέσει καὶ φθορᾷ, ἰδέα δὲ οὐσία ἀσώματος ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ.

16a ⟨Ἀετίου⟩ · 3

Ἀριστοτέλης Νικομάχου Σταγειρίτης ἀρχὰς μὲν εἶδος, ὕλην, στέρησιν· στοιχεῖα δὲ τέσσαρα, πέμπτον δέ τι σῶμα τὸ αἰθέριον, ἀμετάβλητον· στοιχεῖα δὲ τῶν γενητῶν κατὰ μὲν τὰς δυνάμεις θερμόν, ψυχρόν, ὑγρόν, ξηρόν, κατὰ δὲ τὰς οὐσίας, ἐν αἷς καὶ περὶ ἃς ὑπάρχουσιν αὗται, τὰ τέσσαρα.

16a ⟨Ἀετίου⟩ · 4

Διόδωρος ἐπίκλην Κρόνος τὰ ἀμερῆ σώματα ἄπειρα, τὰ δ’ αὐτὰ λεγόμενα καὶ ἐλάχιστα· ἄπειρα μὲν κατ’ ἀριθμόν, ὡρισμένα δὲ κατὰ μέγεθος.

Contents

Sign in to save your reading →