Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 9

Κεφάλαιον Θʹ

Περὶ Ἀφροδίτης οὐρανίας καὶ Ἔρωτος ⟨θείου⟩.

1 ⟨Εὐριπίδου⟩

Τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; ἀλλ’ οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται. Αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς· τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς, ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ· ἐρᾷ μὲν ὄμβρου γαῖ’, ὅταν ξηρὸν πέδον ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ· ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο. ὅταν δὲ συμμιχθῆτον εἰς ταὐτὸν δύο, τίκτουσιν ἡμῖν πάντα κἀκτρέφουσ’ ἅμα, ὅθεν βρότειον ζῇ τε καὶ θάλλει γένος.

2a Εὐριπίδου Οἰδίποδι

Ἑνὸς ⟨δ’⟩ ἔρωτος ὄντος οὐ μί’ ἡδονή· οἱ μὲν κακῶν ἐρῶσιν, οἱ δὲ τῶν καλῶν.

2b ⟨Εὐριπίδου Σθενεβοίᾳ⟩

Ὁ δ’ εἰς τὸ σῶφρον ἐπ’ ἀρετήν τ’ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν· ὧν εἴην ἐγώ.

3 Ἐκ τῶν Βίωνος βουκολικῶν

Μοίσας Ἔρως καλέοι, Μοῖσαι τὸν Ἔρωτα φέροιεν· μολπὰν ταὶ Μοῖσαί μοι ἀεὶ ποθέοντι διδοῖεν, τὰν γλυκερὰν μολπάν, τᾶς φάρμακον ἅδιον οὐδέν.

4a Εὐριπίδου Δίκτυϊ

Φίλος γὰρ ἦν μοι καί μ’ Ἔρως εἷλέν ποτε οὐκ εἰς τὸ μῶρον, οὐδέ μ’ εἰς Κύπριν τρέπων.

4b ⟨Εὐριπίδου Θησεῖ⟩

Ἀλλ’ ἔστι δή τις ἄλλος ἐν βροτοῖς Ἔρως ψυχῆς δικαίας σώφρονός τε κἀγαθῆς· καὶ χρῆν δὲ τοῖς βροτοῖσι τόνδ’ εἶναι νόμον, τῶν εὐσεβούντων οἵτινές τε σώφρονες ἐρᾶν, Κύπριν δὲ τὴν Διὸς χαίρειν ἐᾶν.

5 Ἡσιόδου

Ἤτοι μὲν πρώτιστα χάος γένετ’, αὐτὰρ ἔπειτα ⟨γαῖ’ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί,⟩ ἠδ’ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι.

6 Παρμενίδου

Πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων.

7 ⟨Ἀδήλου συγγραφέως⟩

Οὐχ ἡ ἀνάγκη μόνον καὶ τὸ δόγμα ἀγαθοὺς εἶναι ἐξορμᾷ, ἀλλὰ καὶ ὅπερ ἐξεργάζεται τὰ μέγιστα τῶν ἀνθρωπίνων, ἔρως· οὗτος καὶ τὴν ἀρετὴν τελεσίδρομον εἶναι ποιεῖ.

8 Πλάτωνος ἐκ τοῦ Φαίδρου

Ὥστε γε τοῦτο αὐτὸ μὴ φοβώμεθα, μηδέ τις ἡμᾶς λόγος θορυβείτω δεδιττόμενος, ὡς πρὸ τοῦ κεκινημένου τὸν σώφρονα δεῖ προαιρεῖσθαι φίλον· ἀλλὰ τόδε πρὸς ἐκείνῳ δείξας φερέσθω τὰ νικητήρια, ὡς οὐκ ἐπ’ ὠφελείᾳ ἔρως τῷ ἐρῶντι καὶ τῷ ἐρωμένῳ ἐκ θεῶν ἐπιπέμπεται. Ἡμῖν δὲ ἀποδεικτέον αὖ τοὐναντίον, ὡς ἐπ’ εὐτυχίᾳ παρὰ θεῶν ἡ τοιαύτη μανία δίδοται. ἡ δὲ δὴ ἀπόδειξις ἔσται δεινοῖς μὲν ἄπιστος, σοφοῖς δὲ πιστή.

9 Ἐν ταὐτῷ

Ὃ μέντοι ἐζήτουν, ἔστιν αὐτὸ τοῦτο· μανίαν γάρ τινα ἐφήσαμεν εἶναι τὸν ἔρωτα. ἦ γάρ; - Ναί. - Μανίας δὲ εἴδη δύο· τὴν μὲν ὑπὸ νοσημάτων ἀνθρωπίνων, τὴν δὲ ὑπὸ θείας ἐξαλλαγῆς τῶν εἰωθότων νομίμων γιγνομένην. - Πάνυ γε. - Τῆς δὲ θείας τεττάρων θεῶν τέτταρα μέρη διελόμενοι, μαντικὴν μὲν ἐπίπνοιαν Ἀπόλλωνος θέντες, Διονύσου δὲ τελεστικήν, Μουσῶν δ’ αὖ ποιητικήν, τετάρτην δὲ Ἀφροδίτης καὶ Ἔρωτος, ἐρωτικὴν μανίαν ἐφήσαμεν ἀρίστην εἶναι.

10 Ἐν ταὐτῷ

Ἔστι δὴ οὖν δεῦρο ὁ πᾶς ἥκων λόγος περὶ τῆς τετάρτης μανίας, ἣν ὅταν τὸ τῇδέ τις ὁρῶν κάλλος, τοῦ ἀληθοῦς ἀναμιμνῃσκόμενος πτεροῦταί τε καὶ ἀναπτερούμενος προθυμούμενος ἀναπτέσθαι, ἀδυνατῶν δὲ ὄρνιθος δίκην βλέπων ἄνω, τῶν κάτω δὲ ἀμελῶν, αἰτίαν ἔχει ὡς μανικῶς διακείμενος· ὡς ἄρα αὕτη πασῶν τῶν ἐνθουσιάσεων ἀρίστη τε καὶ ἐξ ἀρίστων τῷ τε ἔχοντι καὶ τῷ κοινωνοῦντι αὐτῆς γίγνεται, καὶ ὅτι ταύτης μετέχων τῆς μανίας ὁ ἐρῶν τῶν καλῶν ἐραστὴς γίγνεται.

11 ⟨Ἐν ταὐτῷ⟩

Τοῦτο δὲ τὸ πάθος, ὦ παῖ καλέ, πρὸς ὃν δή μοι ὁ λόγος, ἄνθρωποι μὲν Ἔρωτα ὀνομάζουσι, θεοὶ δὲ ὃ καλοῦσιν ἀκούσας εἰκότως διὰ νεότητα γελάσεις· λέγουσι δὲ οἶμαί τινες Ὁμηριδῶν ἐκ τῶν ἀποθέτων ἐπῶν δύο ἔπη εἰς τὸν Ἔρωτα, ὧν τὸ ἕτερον πάνυ ὑβριστικὸν καὶ οὐ σφόδρα τι ἔμμετρον, ὑμνοῦσι δὲ ὧδε·

τὸν δή τοι θνητοὶ μὲν Ἔρωτα καλοῦσι ποτηνόν, ἀθάνατοι δὲ Πτέρωτα διὰ πτεροφύτορ’ ἀνάγκην.

12 ⟨Τοῦ αὐτοῦ⟩

Ἔφη Φαῖδρον ἀρξάμενον ἐνθένδε ποθὲν λέγειν, ὅτι μέγας θεὸς εἴη ὁ Ἔρως καὶ θαυμαστὸς ἐν ἀνθρώποις τε καὶ θεοῖς, πολλαχῇ μὲν καὶ ἄλλῃ, οὐχ ἥκιστα δὲ κατὰ τὴν γένεσιν. Τὸ γὰρ ἐν τοῖς πρεσβυτάτοις εἶναι τῶν θεῶν τίμιον, ἦ δ’ ὅς· τεκμήριον δὲ τούτου· γοναὶ γὰρ Ἔρωτος οὔτ’ εἰσὶν οὔτε λέγονται ὑπ’ οὐδενὸς οὔτε ἰδιώτου οὔτε ποιητοῦ, ἀλλὰ Ἡσίοδος πρῶτον μὲν χάος φησὶ γίγνεσθαι, μετὰ τὸ χάος δύο τούτω γενέσθαι, Γῆν τε καὶ Ἔρωτα. Ἡσιόδῳ δὲ καὶ Ἀκουσίλεως ξύμφησιν ἐν τοῖς πρεσβυτάτοις εἶναι· πρεσβύτατός τε ὢν μεγίστων ἀγαθῶν ἡμῖν αἴτιός ἐστιν.

13 Ἐν ταὐτῷ

Πάντες γὰρ ἴσμεν ὅτι οὐκ ἔστιν ἄνευ Ἔρωτος Ἀφροδίτη. Μιᾶς μὲν οὔσης εἷς ἂν ἦν Ἔρως· ἐπεὶ δὲ δύο ἐστόν, δύο ἀνάγκη καὶ Ἔρωτας εἶναι. Πῶς δ’ οὐ δύο τὰ θεά; ἡ μὲν γέ που πρεσβυτέρα καὶ ἀμήτωρ Οὐρανοῦ θυγάτηρ, ἣν δὴ καὶ οὐρανίαν ἐπονομάζομεν, ἡ δὲ νεωτέρα Διὸς καὶ Διώνης, ἣν δὴ πάνδημον καλοῦμεν. ἀναγκαῖον δὴ καὶ Ἔρωτα τὸν μὲν τῇ ἑτέρᾳ ξυνεργὸν πάνδημον ὀρθῶς καλεῖσθαι, τὸν δὲ οὐράνιον.

14 Ἐν ταὐτῷ

Οὕτω πᾶν πάντως γε καλὸν ἕνεκα ἀρετῆς χαρίζεσθαι. οὗτός ἐστιν ὁ τῆς οὐρανίας θεοῦ ἔρως καὶ οὐράνιος καὶ πολλοῦ ἄξιος καὶ πόλει καὶ ἰδιώταις, πολλὴν ἐπιμέλειαν ἀναγκάζων ποιεῖσθαι πρὸς ἀρετὴν τόν τε ἐρῶντα αὐτὸν αὑτοῦ καὶ τὸν ἐρώμενον· οἱ δ’ ἕτεροι πάντες τῆς ἑτέρας, τῆς πανδήμου.

15 Ἐν ταὐτῷ

Τὸ μὲν γὰρ διπλοῦν εἶναι τὸν Ἔρωτα δοκεῖ μοι καλῶς διελέσθαι· ὅτι δὲ οὐ μόνον ἐστὶν ἐπὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων πρὸς τοὺς καλούς, ἀλλὰ καὶ πρὸς ἄλλα πολλὰ καὶ ἐν τοῖς ἄλλοις, τοῖς τε σώμασι τῶν πάντων ζῴων καὶ τοῖς ἐν τῇ γῇ φυομένοις καὶ ὡς ἔπος εἰπεῖν ἐν πᾶσι τοῖς οὖσι, καθεωρακέναι μοι δοκῶ ἐκ τῆς ἰατρικῆς, τῆς ἡμετέρας τέχνης, ὡς μέγας καὶ θαυμαστὸς καὶ ἐπὶ πᾶν ὁ θεὸς τείνει καὶ κατὰ τἀνθρώπινα καὶ κατὰ τὰ θεῖα πράγματα· ἄρξομαι δὲ ἀπὸ τῆς ἰατρικῆς λέγων, ἵνα πρεσβεύωμεν τὴν τέχνην. Ἡ γὰρ φύσις τῶν σωμάτων τὸν διπλοῦν ἔρωτα τοῦτον ἔχει· τὸ γὰρ ὑγιὲς τοῦ σώματος καὶ τὸ νοσοῦν ὁμολογοῦμεν ὡς ἕτερόν τε καὶ ἀνόμοιόν ἐστι, τὸ δὲ ἀνόμοιον ἀνομοίων ἐπιθυμεῖ καὶ ἐρᾷ. Ἄλλος μὲν οὖν ὁ ἐπὶ τῷ ὑγιεινῷ ἔρως, ἄλλος δὲ ὁ ἐπὶ τῷ νοσώδει.

16 Ἐν ταὐτῷ · αʹ

Ἐπεὶ καὶ ἡ τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ ξύστασις μεστή ἐστιν ἀμφοτέρων τούτων, καὶ ἐπειδὰν μὲν πρὸς ἄλληλα τοῦ κοσμίου τύχῃ ἔρωτος, ἃ νῦν δὴ λέγω, τά τε θερμὰ καὶ τὰ ψυχρὰ καὶ τὰ ξηρὰ καὶ ὑγρὰ καὶ ἁρμονίαν καὶ κρᾶσιν λάβῃ σώφρονα, ἥκει φέροντα εὐετηρίαν τε καὶ ὑγίειαν ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς, καὶ οὐδὲν ἠδίκησεν· ὅταν δὲ ὁ μετὰ τῆς ὕβρεως ἔρως ἐγκρατέστερος καὶ περὶ τὰς τοῦ ἐνιαυτοῦ ὥρας γένηται, διέφθειρέ τε πολλὰ καὶ ἠδίκησεν. οἵ τε γὰρ λοιμοὶ φιλοῦσι γίγνεσθαι ἐκ τῶν τοιούτων καὶ ἄλλα ἀνόμοια καὶ πολλὰ νοσήματα καὶ τοῖς θηρίοις καὶ τοῖς φυτοῖς. καὶ γὰρ πάχναι καὶ χάλαζαι καὶ ἐρυσῖβαι ἐκ πλεονεξίας καὶ ἀκοσμίας περὶ ἄλληλα τῶν τοιούτων γίγνεται ἐρωτικῶν, ὧν ἐπιστήμη περὶ ἄστρων τε φορὰς καὶ ἐνιαυτῶν ὥρας ἀστρονομία καλεῖται.

16 Ἐν ταὐτῷ · βʹ

Ἔτι τοίνυν καὶ αἱ θυσίαι πᾶσαι καὶ οἷς μαντικὴ ἐπιστατεῖ τέχνη, ταῦτα δ’ ἐστὶν ἡ περὶ θεούς τε καὶ ἀνθρώπους πρὸς ἀλλήλους κοινωνία, οὐ περὶ ἄλλο τί ἐστιν ἢ περὶ ἔρωτος φυλακήν τε καὶ ἴασιν. Πᾶσα γὰρ ἀσέβεια φιλεῖ γίγνεσθαι, ἐὰν μή τις τῷ κοσμίῳ ἔρωτι χαρίζηται μηδὲ τιμᾷ τε αὐτὸν καὶ πρεσβεύῃ ἐν παντὶ ἔργῳ, ἀλλὰ τὸν ἕτερον, καὶ περὶ γονέας καὶ ζῶντας καὶ τετελευτηκότας, καὶ περὶ θεούς· ἃ δὴ προστέτακται τῇ μαντικῇ ἐπισκοπεῖν τοὺς ἐρῶντας καὶ ἰατρεύειν· καὶ ἔστιν αὖ ἡ μαντικὴ φιλίας θεῶν καὶ ἀνθρώπων δημιουργὸς τῷ ἐπίστασθαι τὰ κατ’ ἀνθρώπους ἐρωτικά, ὅσα τείνει πρὸς θέμιν καὶ εὐσέβειαν.

16 Ἐν ταὐτῷ · γʹ

Οὕτω πολλὴν καὶ μεγάλην, μᾶλλον δὲ πᾶσαν δύναμιν ἔχει ξυλλήβδην μὲν ὁ πᾶς ἔρως· ὁ δὲ περὶ τἀγαθὰ μετὰ σωφροσύνης καὶ δικαιοσύνης ἀποτελούμενος καὶ παρ’ ἡμῖν καὶ παρὰ θεοῖς, οὗτος τὴν μεγίστην δύναμιν ἔχει καὶ πᾶσαν ἡμῖν εὐδαιμονίαν παρασκευάζει καὶ ἀλλήλοις δυναμένους ὁμιλεῖν καὶ φίλους εἶναι καὶ τοῖς κρείττοσιν ἡμῶν θεοῖς.

17 Ἐν ταὐτῷ · αʹ

Εὐδαίμονας λέγεις οὐ τοὺς τἀγαθὰ καὶ καλὰ κεκτημένους; - Πάνυ γε. - Ἀλλὰ μὴν ἔρωτά γε ὡμολόγηκας δι’ ἔνδειαν τῶν καλῶν καὶ τῶν ἀγαθῶν ἐπιθυμεῖν αὐτῶν τούτων ὧν ἐνδεής ἐστι; - Ὡμολόγηκα γάρ. - Πῶς ἂν οὖν θεὸς εἴη ὅ γε τῶν καλῶν καὶ ἀγαθῶν ἄμοιρος; - Οὐδαμῶς, ὡς γ’ ἔοικεν. - Ὁρᾷς οὖν, ἔφη, ὅτι καὶ σὺ Ἔρωτα οὐ θεὸν νομίζεις; - Τί οὖν ἄν, ἔφην, ὁ Ἔρως εἴη; θνητός; - Ἥκιστα γε. - Ἀλλὰ τί μήν; - Ὥσπερ τὰ πρότερα ἔφην, μεταξὺ θνητοῦ καὶ ἀθανάτου. - Τί οὖν, ὦ Διοτίμα; - Δαίμων μέγας, ὦ Σώκρατες· καὶ γὰρ πᾶν τὸ δαιμόνιον μεταξὺ ἐστὶ θεοῦ καὶ θνητοῦ.

17 Ἐν ταὐτῷ · βʹ

Τίνα, ἦν δ’ ἐγώ, δύναμιν ἔχον; - Ἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τε τὰ παρ’ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν τὰς δεήσεις καὶ θυσίας, τῶν δὲ τὰς ἐπιτάξεις τε καὶ ἀμοιβὰς τῶν θυσιῶν· ἐν μέσῳ δ’ ὂν ἀμφοτέρων συμπληροῖ, ὥστε τὸ πᾶν αὐτὸ αὑτῷ συνδεδέσθαι. Διὰ τούτου καὶ ἡ μαντικὴ πᾶσα χωρεῖ καὶ ἡ τῶν ἱερῶν τέχνη τῶν τε περὶ τὰς θυσίας καὶ τὰς τελετὰς καὶ τὰς ἐπῳδὰς καὶ τὴν μαντείαν πᾶσαν καὶ γοητείαν. Θεὸς δὲ ἀνθρώπῳ οὐ μίγνυται· ἀλλὰ διὰ τούτου πᾶσά ἐστιν ἡ ὁμιλία καὶ ἡ διάλεκτος θεοῖς πρὸς ⟨ἀνθρώπους καὶ πρὸς θεοὺς⟩ ἀνθρώποις καὶ ἐγρηγορόσι καὶ καθεύδουσι. Καὶ ὁ μὲν περὶ τὰ τοιαῦτα σφοδρὸς δαιμόνιος ἀνήρ, ὁ δὲ ἄλλο τι σοφὸς ἢ περὶ τέχνας ἢ περὶ χειρουργίας τινὰς βάναυσος. Οὗτοι δὴ οἱ δαίμονες πολλοί τε καὶ παντοδαποί εἰσιν, εἷς δὲ τούτων καὶ ὁ Ἔρως.

Contents

Sign in to save your reading →