Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 8

Κεφάλαιον Ηʹ

Περὶ χρόνου οὐσίας καὶ μερῶν καὶ πόσων εἴη αἴτιος.

1 Σοφοκλέους

Πάντ’ ἐκκαλύπτων ὁ χρόνος εἰς ⟨τὸ⟩ φῶς ἄγει.

2 Ξενοφάνους

Οὔ τοι ἀπ’ ἀρχῆς πάντα θεοὶ θνητοῖς παρέδειξαν, ἀλλὰ χρόνῳ ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον.

3 Φιλήμονος

Ὦ Πάμφιλ’, ὁ χρόνος οὐ μόνον τὰ σώματα αὔξει βαδίζων, ἀλλὰ καὶ τὰ πράγματα.

4 ⟨Χαιρήμονος⟩

Οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις, ὅ τι οὐκ ἐν χρόνῳ ζητοῦσιν ἐξευρίσκεται.

5 Ἀντιφάνους

Μάλιστα δ’ ἐκπλήττει με τῶν συνειδότων ὁ χρόνος, ὃν ἀεὶ λανθάνειν ἀμηχανῶ.

6 Θεοδέκτου

Ἀλλ’, ὦ τάλαν Θυέστα, καρτέρει δάκνων ὀργῆς χαλινόν· παρακελεύομαι δέ σοι τεθηγμένῳ νῦν· ἀλλ’ ὁ μυρίος χρόνος τὰ πάντ’ ἀμαυροῖ χὐπὸ χεῖρα λαμβάνει.

7 Ἀγάθωνος

Οὐπώποτ’ ἠξίωσα χαρίσασθαι χρόνοις.

8 Μενάνδρου

Πᾶν τοὔργον ὀρθῶς ἐκμαθεῖν χρόνου μέτα.

9 Τοῦ αὐτοῦ

Ὦ δέσποτ’, ἄξι’ ἐστὶ τοῖς σοφοῖς βροτῶν χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι.

10 Κριτίου

Ὁ χρόνος ἁπάσης ἐστὶν ὀργῆς φάρμακον.

11 ⟨Ἀδήλου τραγικοῦ ποιητοῦ⟩

Μετὰ τὴν σκιὰν τάχιστα γηράσκει χρόνος.

12 ⟨Ἀδήλου ποιητοῦ⟩

Πάλιν χρόνῳ τἀρχαῖα καινὰ γίγνεται.

13 Νικοστράτου Λακώνων

Οὐκ ἔστι δυσαρεστότερον οὐδὲ ἓν χρόνου, οὐδέποτ’ ἀρέσκει ταὐτὰ τούτῳ τῷ θεῷ.

14 Ἀγάθωνος

Σοφὸν λέγουσι τὸν χρόνον πεφυκέναι.

15 ⟨Σιμωνίδου⟩

Οὐκ ἔστιν μεῖζων βάσανος χρόνου οὐδενὸς ἔργου, ὃς καὶ ὑπὸ στέρνοις ἀνδρὸς ἔδειξε νόον.

16 ⟨Ἀδήλου λυρικοῦ ποιητοῦ⟩

Ὤφελεν ὡς ἀφανὴς οὕτω φανερώτατος εἶναι καιρός, ὃς αὐξάνεται πλεῖστον ἀπ’ εὐλαβίης.

17 Σοφοκλέους

Πρὸς ταῦτα κρύπτε μηδέν, ὡς ὁ πάνθ’ ὁρῶν καὶ πάντ’ ἀκούων πάντ’ ἀναπτύσσει χρόνος.

18 ⟨Ἀδήλου τραγικοῦ ποιητοῦ⟩

Χρόνος, ὦ Χρόν’, ἅμα κραταιᾷ χρημοσύνᾳ βιότου πόλλ’ ἀνευρίσκεις σοφὰ μαιομένοις.

19 ⟨Ἀδήλου τραγικοῦ ποιητοῦ⟩

Οὐκ ἔστι πράσσοντάς τι μοχθηρὸν λαθεῖν· ὀξὺ βλέπει γὰρ ὁ χρόνος, ὃς τὰ πάνθ’ ὁρᾷ.

20 Εὐριπίδου Ἀλόπῃ

Ὁ χρόνος ἅπαντα τοῖσιν ὕστερον φράσει, λάλος ἐστὶν οὗτος, οὐκ ἐρωτῶσιν λέγει.

21 Σοφοκλέους Οἰδίποδι

Χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος, κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.

22 Σιμωνίδου Ἐπιγραμμάτων

Ὁ τοι χρόνος ὀξὺς ὀδόντας πάντα καταψήχει καὶ τὰ βιαιότατα.

23 Σοφοκλῆς Αἴαντι

Ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται. Κοὐκ ἔστ’ ἄελπτον οὐδέν, ἀλλ’ ἁλίσκεται χὠ δεινὸς ὅρκος, χαἱ περισκελεῖς φρένες.

24 ⟨Τοῦ αὐτοῦ⟩

Πάνθ’ ὁ μέγας χρόνος μαραίνει.

25 Εὐριπίδου Ἱππολύτου

Χρόνος διέρπων πάντ’ ἀληθεύειν φιλεῖ.

26 ⟨Ἀδήλου τραγικοῦ ποιητοῦ⟩

Χρόνος τὰ κρυπτὰ πάντα πρὸς τὸ φῶς ἄγει.

27 ⟨Ἀδήλου τραγικοῦ ποιητοῦ⟩

Ἀλλὰ ταῦτα μὲν χρόνος δείξει· μόνος γάρ ἐστιν ἀνθρώπων κριτής.

28 ⟨Ἀδήλου τραγικοῦ ποιητοῦ⟩

Χρόνος δίκαιον ἄνδρα μηνύει ποτέ.

29 Φιλήμονος

Χρόνῳ τὰ πάντα γίγνεται καὶ κρίνεται.

30 Χαιρήμονος

Σχολῇ βαδίζων ὁ χρόνος ἀφικνεῖται τ⟨όπ⟩αν.

31 Μενάνδρου

Οὐκ ἔστ’ ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ, οὐδ’ ἂν γένοιτο· πολλὰ ποικίλλει χρόνος παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων τρόποι.

32 Χαιρήμονος

Οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις, ὅ τι οὐκ ἐν χρόνῳ ζητοῦσιν ἐξευρίσκεται.

33 Τοῦ αὐτοῦ

Χρόνος μαλάσσει πάντα κἀξεργάζεται.

34 Φιλήμονος

Ὅσαι τέχναι γεγόνασι, ταύτας, ὦ Λάχης, πάσας ἐδίδαξεν ὁ χρόνος, οὐχ ὁ διδάσκαλος.

35 †Ἀναγενέους

Ὁ πολὺς χρόνος πάντ’ ἐξελέγχει, Νικοφῶν.

36 Ἑρμίππου

Ἐκεῖνός ἐστιν στρογγύλος τὴν ὄψιν, ὦ πονηρέ, ἐντὸς δ’ ἔχων περιέρχεται κύκλῳ τὰ πάντ’ ἐν αὑτῷ· ἡμᾶς δὲ τίκτει περιτρέχων τὴν γῆν ἁπαξάπασαν. Ὀνομάζεται δ’ ἐνιαυτός, ὢν δὲ περιφερὴς τελευτὴν οὐδεμίαν οὐδ’ ἀρχὴν ⟨ἔχει⟩· κυκλῶν δ’ ἀεὶ τὸ σῶμα οὐ παύεται δι’ ἡμέρας ὁσημέραι τροχάζων.

37 Κλεοβούλου σοφοῦ τῶν αἰνιγμάτων

Εἷς ὁ πατήρ, παῖδες ⟨δὲ⟩ δυώδεκα· τῶν δὲ ἑκάστῳ κοῦραι ἑξήκοντα, διάνδιχα εἶδος ἔχουσαι· αἳ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἳ δ’ αὖτε μέλαιναι· ἀθάναται δέ τ’ ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι.

38 Μοσχίωνος

Πρῶτον δ’ ἄνειμι καὶ διαπτύξω λόγῳ ἀρχὴν βροτείου καὶ κατάστασιν βίου· ἦν γάρ ποτ’ αἰὼν κεῖνος, ἦν ποθ’ ἡνίκα θηρσὶν διαίτας εἶχον ἐμφερεῖς βροτοί, ὀρειγενῆ σπήλαια καὶ δυσηλίους φάραγγας ἐνναίοντες· οὐδέπω γὰρ ἦν οὔτε στεγήρης οἶκος, οὔτε λαΐνοις εὐρεῖα πύργοις ὠχυρωμένη πόλις· οὐ μὴν ἀρότροις ἀγκύλοις ἐτέμνετο μέλαινα καρποῦ βῶλος ὀμπνίου τροφός, οὐδ’ ἐργάτης σίδηρος εὐιώτιδος θάλλοντας οἴνης ὀρχάτους ἐτημέλει, ἀλλ’ ἦν ἀκύμων †κωφεύουσα ῥέουσα γῆ. βοραὶ δὲ σαρκοβρῶτες ἀλληλοκτόνους παρεῖχον αὐτοῖς δαῖτας· ἦν δ’ ὁ μὲν Νόμος ταπεινός, ἡ Βία δὲ σύνθρονος Διί, ὁ δ’ ἀσθενὴς ἦν τῶν ἀμεινόνων βορά.

38 Μοσχίωνος· συνέχεια

Ἐπεὶ δ’ ὁ τίκτων πάντα καὶ τρέφων χρόνος τὸν θνητὸν ἠλλοίωσεν ἔμπαλιν βίον, εἴτ’ οὖν μέριμναν τὴν Προμηθέως σπάσας, εἴτ’ οὖν ἀνάγκην, εἴτε τῇ μακρᾷ τριβῇ αὐτὴν παρασχὼν τὴν φύσιν διδάσκαλον, τόθ’ εὑρέθη μὲν καρπὸς ἡμέρου τροφῆς Δήμητρος ἁγνῆς, εὑρέθη δὲ Βακχίου γλυκεῖα πηγή· γαῖα δ’ ἡ πρὶν ἄσπορος ἤδη ζυγουλκοῖς βουσὶν ἠροτρεύετο. ἄστη δ’ ἐπυργώσαντο καὶ περισκεπεῖς ἔτευξαν οἴκους· καὶ τὸν ἠγριωμένον εἰς ἥμερον δίαιταν ἤγαγον βίον· κἀκ τοῦδε τοὺς θανόντας ὥρισεν νόμος τύμβοις καλύπτειν, κἀπιμοιρᾶσθαι κόνιν νεκροῖς ἀθάπτοις, μηδ’ ἐν ὀφθαλμοῖς ἐᾶν τῆς πρόσθε θοίνης μνημόνευμα δυσσεβοῦς.

39 Ἐκ τῶν Βίωνος Βουκολικῶν

“Εἴαρος, ὦ Μύρσων, ἢ χείματος, ἢ φθινοπώρω, ἢ θέρεος τί τοι ἁδύ; τί δὲ πλέον εὔχεαι ἐλθεῖν; ἢ θέρος, ἁνίκα πάντα τελείεται ὅσσα μογεῦμες; ἢ γλυκερὸν φθινόπωρον, ὅκ’ ἀνδράσι λιμὸς ἐλαφρά; ἢ καὶ χεῖμα δύσεργον; ἐπεὶ καὶ χείματι πολλοὶ θαλπόμενοι θέλγονται ἀεργείᾳ τε καὶ ὄκνῳ. ἤ τοι καλὸν ἔαρ πλέον εὔαδεν; εἰπὲ τί τοι φρὴν αἱρεῖται; λαλέεν γὰρ ἐπέτραπεν ἁ σχολὰ ἁμίν.”

39 Βίωνος· συνέχεια

“Κρίνειν οὐκ ἐπέοικε θεήια ἔργα βροτοῖσι, πάντα γὰρ ἱερὰ ταῦτα καὶ ἁδέα· σεῦ δὲ ἕκατι ἐξερέω, Κλεόδαμε, τό μοι πέλεν ἅδιον ἄλλων. οὐκ ἐθέλω θέρος ἦμεν, ἐπεὶ τόκα μ’ ἅλιος ὀπτῇ· οὐκ ἐθέλω φθινόπωρον, ἐπεὶ νόσον ὥρια τίκτει· οὖλον χεῖμα φέρον νιφετὸν κρυμώς τε φοβεῦμαι. εἶαρ ἐμοὶ τριπόθατον ὅλῳ λυκάβαντι παρείη, ἁνίκα μήτε κρύος μήθ’ ἅλιος ἄμμε βαρύνει· εἴαρι πάντα κύει, πάντ’ εἴαρος ἁδέα βλαστῇ, χἁ νὺξ ἀνθρώποισιν ἴσα καὶ ὁμοίως αὐώς.”

40a Ἀποφθέγματα

Θαλῆς ἐρωτηθείς, τί σοφώτατον; ⟨ἔφη,⟩ Χρόνος· ἀνευρίσκει γὰρ τὰ πάντα. Περίανδρος ἐρωτηθείς, Τί πάντων αἴτιον; ἔφη, Χρόνος. Θαλῆς ἔφησεν, ὅτι σαφέστατος ἔλεγχος πραγμάτων ἁπάντων ἐστὶν ὁ χρόνος, οὗτος ⟨γὰρ⟩ τὴν ἀλήθειαν ἐμφανίζει. Εὐρυφῶν ὁ ἰατρὸς ἐρωτηθεὶς τὸν διδάσκαλον παρ’ ᾧ ἐπαιδεύθη, Παρὰ τῷ χρόνῳ, ἔφη.

40b ⟨Ἀετίου, Περὶ ἀρεσκόντων⟩

Πυθαγόρας τὴν σφαῖραν τοῦ περιέχοντος.

Ἐρατοσθένης τὴν τοῦ ἡλίου πορείαν.

Οἱ Στωικοὶ χρόνου οὐσίαν αὐτὴν τὴν κίνησιν.

Οἱ πλείους ἀγένητον τὸν χρόνον.

Ξενοκράτης μέτρον τῶν γενητῶν, καὶ κίνησιν ἀΐδιον.

40b ⟨Ἀετίου⟩· συνέχεια

Μέτρον βραδύτητος ἢ τάχους εἶπε Χρύσιππος.

Ἑστιαῖος ὁ Περίνθιος φυσικὸς φορὰν ἄστρων πρὸς ἄλληλα.

Στράτων τὸ ἐν κινήσει καὶ ἠρεμίᾳ ποσόν.

Ἐπίκουρος σύμπτωμα ⟨συμπτωμάτων⟩, τοῦτο δ’ ἐστὶ παρακολούθημα κινήσεων.

Ἀντιφᾶν καὶ Κριτόλαος νόημα ἢ μέτρον τὸν χρόνον, οὐδ’ ὑπόστασιν.

40c ⟨Ἀρείου Διδύμου⟩· Ἀριστοτέλους

Τὸν δὲ χρόνον ἀριθμὸν εἶναι κινήσεως κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον, οὔτ’ ἀρχὴν ἔχοντα οὔτε τελευτήν, ἀλλ’ ἀεὶ ὄντα καὶ ἀεὶ γιγνόμενον, εἶναι δὲ συνεχῆ καὶ διαιρετόν, λαμβάνεσθαι γὰρ αὐτοῦ τὸ μὲν πρότερον τὸ δ’ ὕστερον, ὅρον δ’ ὑπάρχειν ἑκατέρων τὸ νῦν, τοῦτο γὰρ νοεῖσθαι τοῦ μὲν προτέρου πέρας, τοῦ δὲ μέλλοντος ἀρχήν.

Contents

Sign in to save your reading →