Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitStobaeus, Volume I
Book I Chapter 7

Κεφάλαιον Ζʹ

Ὅτι ἀλόγιστος ἡ φορὰ τῆς τύχης.

1 Μενάνδρου Κιθαριστοῦ

Ὡς ποικίλον πρᾶγμ’ ἐστὶ καὶ πλάνον τύχη.

2 Μενάνδρου Προγάμων

Τὸ τῆς τύχης τοι μεταβολὰς πολλὰς ἔχει.

3 ⟨Μενάνδρου⟩

Τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ τύχη.

4 Σοφοκλέους Οἰδίποδι

Τί δ’ ἂν φοβοῖτ’ ἄνθρωπος, ᾧ τὰ τῆς τύχης κρατεῖ, πρόνοια δ’ ἐστὶν οὐδενὸς σαφής;

5 Μενάνδρου

Οὐδὲν κατὰ λόγον γίγνεθ’ ὧν ποιεῖ τύχη.

6 Εὐριπίδου Ἑλένης

Σκέψαι γάρ, ὁ θεὸς ὡς ἔχει τι ποικίλον καὶ δυστέκμαρτον· εὖ δέ πως ἀναστρέφει ἐκεῖσε κἀκεῖσ’ ἀναφέρων· ὁ μὲν πονεῖ, ὁ δ’ οὐ πονήσας αὖθις ὄλλυται κακῶς, βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.

7a Μενάνδρου Ξενολόγῳ

Οὕτως ἀσυλλόγιστον ἡ τύχη ποιεῖ τὸ συμφέρον τί ποτ’ ἐστὶν ἀνθρώπου βίῳ· οὐ χρῆται νόμοις καθ’ οὓς κρίνει πράγματα, οὐδ’ ἔστιν εἰπεῖν ζῶντα “ταῦτ’ οὐ πείσομαι”.

7b ⟨Εὐριπίδου Ἱππολύτῳ⟩

Πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.

8 Εὐριπίδου Δανάης

Ἐς ταὐτὸν ἥκειν φημὶ τὰς βροτῶν τύχας, τὸν θ’ ὃν καλοῦσιν αἰθέρ’, ὅστις ἐστὶ δή. οὗτος θέρους τε λαμπρὸν ἐκλάμπει σέλας, χειμῶνά τ’ αὔξει, συντιθεὶς πυκνὸν νέφος· θάλλειν τε καὶ μή, ζῆν τε καὶ φθίνειν ποιεῖ· οὕτω δὲ θνητῶν σπέρμα τῶν μὲν εὐτυχεῖ λαμπρᾷ γαλήνῃ, τῶν δὲ συννέφει πάλιν· ζῶσίν τε σὺν κακοῖσιν, οἱ δ’ ὄλβου μέτα φθίνουσ’ ἐτείοις προσφερῶς μεταλλαγαῖς.

9a ⟨Ἀετίου, Περὶ ἀρεσκόντων⟩

Ἐπίκουρος ἄστατον αἰτίαν προσώποις, χρόνοις, τόποις. Ἀναξαγόρας καὶ οἱ Στωικοὶ ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ· ἃ μὲν γὰρ εἶναι κατ’ ἀνάγκην, ἃ δὲ καθ’ εἱμαρμένην, ἃ δὲ κατὰ προαίρεσιν, ἃ δὲ κατὰ τύχην, ἃ δὲ κατὰ τὸ αὐτόματον.

9b ⟨Ἀνωνύμου⟩

Τύχη ἀτάκτου ἐνεργείας ἐστὶ προσηγορία.

10 Διωτογένεος Πυθαγορείου ἐκ τοῦ Περὶ ὁσιότατος

Ἐπεὶ γὰρ τέτορες αἰτίαι τὰ σύμπαντα περαίνοντι καὶ ἐπὶ τέλος ἐπιτίθεντι, φύσις καὶ νόμος καὶ τέχνα καὶ τύχα, καὶ τῶν μὲν … ἐξ ἄθεος ποτὶ ξυμφωνίαν πολιτικὰν φερόντων νόμος ἐπιστάτας καὶ δαμιουργός· τῶν δὲ διὰ φρονάσιος ἀνθρωπίνας τελευθέντων τέχνα ⟨κα⟩ λέγοιτο μάτηρ τε καὶ ἁγεμὼν ἦμεν· τῶν δὲ εἰκᾷ τε καὶ ὡς ἔτυχεν ἀπὸ τωὐτομάτω ὁμοίως ποτιπιπτόντων τοῖς χρηστοῖς τε καὶ πονηροῖς τύχαν τῶν τοιούτων αἰτίαν φασοῦμες· ταύταν δ’ οὔτ’ ἐν μέτρῳ οὔτ’ ἐν ὅρῳ τεταγμέναν καὶ πεφυρμένως ἕκαστα ποιεῖν· γενναθεῖσα δὲ δὴ ἐξ αὐταυτῶ γένεος ἄμφω κινεῖσθαι.

Contents

Sign in to save your reading →