Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitEmpedocles’ Complete Fragments, Volume I
On Nature · Proem

ΠΕΡΙ ΦΥΣΕΩΣ

Προοίμιον

Diog. Laert. VIII 60

Παυσανίη, σὺ δὲ κλῦθι, δαΐφρονος Ἀγχίτου υἱέ.

Sext. Emp., Adv. math. VII 123 sq.

στεινωποὶ μὲν γὰρ παλάμαι κατὰ γυῖα κέχυνται·

πολλὰ δὲ δείλ' ἔμπαια, τά τ' ἀμβλύνουσι μερίμνας.

παῦρον δὲ ζωῆισι βίου μέρος ἀθρήσαντες

ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν,

αὐτὸ μόνον πεισθέντες, ὅτωι προσέκυρσεν ἕκαστος

πάντοσ' ἐλαυνόμενοι, τὸ δ' ὅλον <πᾶς> εὔχεται εὑρεῖν·

οὕτως οὔτ' ἐπιδερκτὰ τάδ' ἀνδράσιν οὔτ' ἐπακουστά

οὔτε νόωι περιληπτά. σὺ δ' οὖν, ἐπεὶ ὧδ' ἐλιάσθης,

πεύσεαι· οὐ πλεῖόν γε βροτείη μῆτις ὄρωρεν.

Sext. Emp., Adv. math. VII 125

ἀλλὰ θεοὶ τῶν μὲν μανίην ἀποτρέψατε γλώσσης,

ἐκ δ' ὁσίων στομάτων καθαρὴν ὀχετεύσατε πηγήν·

καὶ σέ, πολυμνήστη λευκώλενε παρθένε Μοῦσα,

ἄντομαι, ὧν θέμις ἐστὶν ἐφημερίοισιν ἀκούειν,

πέμπε παρ' Εὐσεβίης ἐλάουσ' εὐήνιον ἅρμα.

μηδέ σέ γ' εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς

πρὸς θνητῶν ἀνελέσθαι, ἐφ' ὧι θ' ὁσίης πλέον εἰπεῖν

θάρσεϊ, καὶ τότε δὴ σοφίης ἐπ' ἄκροισι θοάζειν.

Sext. Emp., Adv. math. VII 125

ἀλλ' ἄγ' ἄθρει πάσηι παλάμηι, πῆι δῆλον ἕκαστον,

μήτε τιν' ὄψιν ἔχων πίστει πλέον ἢ κατ' ἀκουήν

ἢ ἀκοὴν ἐρίδουπον ὑπὲρ τρανώματα γλώσσης,

μήτε τι τῶν ἄλλων, ὁπόσηι πόρος ἐστὶ νοῆσαι,

γυίων πίστιν ἔρυκε, νόει θ' ἧι δῆλον ἕκαστον.

Clem. Alex., Strom. V 18, 4

ἀλλὰ κακοῖς μὲν κάρτα μέλει κρατέουσιν ἀπιστεῖν.

ὡς δὲ παρ' ἡμετέρης κέλεται πιστώματα Μούσης,

γνῶθι διασσηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο.

Plut., De def. or. 418 C

. . . κορυφὰς ἑτέρας ἑτέρηισι προσάπτων

μύθων μὴ τελέειν ἀτραπὸν μίαν . . .

Schol. ad Plat Gorg. 498e.

καὶ δὶς γάρ, ὃ δεῖ, καλόν ἐστιν ἐνισπεῖν.

Plut., De exil. 607 C; Hippol., Haer. VII 29, 14-23

ἔστιν Ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,

ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις·

εὖτέ τις ἀμπλακίηισι φόνωι φίλα γυῖα μιήνηι,

Plut., De exil. 607 C; Hippol., Haer. VII 29, 14-23

‹Νείκεΐ θ'› ὅς κε ἐπίορκον ἁμαρτήσας ἐπομόσσηι,

δαίμονες οἵτε μακραίωνος λελάχασι βίοιο,

τρίς μιν μυρίας ὧρας ἀπὸ μακάρων ἀλάλησθαι,

φυομένους παντοῖα διὰ χρόνου εἴδεα θνητῶν

ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους.

αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει,

πόντος δ' ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ' ἐς αὐγὰς

ἠελίου φαέθοντος, ὁ δ' αἰθέρος ἔμβαλε δίναις·

ἄλλος δ' ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες.

τῶν καὶ ἐγὼ νῦν εἰμι, φυγὰς θεόθεν καὶ ἀλήτης,

Νείκεϊ μαινομένωι πίσυνος.

Plut., Quaest. conv. 745 C

. . . χάρις . . . στυγέει δύστλητον Ἀνάγκην.

Diog. Laert. VIII 77

ἤδη γάρ ποτ' ἐγὼ γενόμην κοῦρός τε κόρη τε

θάμνος τ' οἰωνός τε καὶ ἔξαλος ἔλλοπος ἰχθύς.

Clem. Alex., Strom. III 14, 2; Hierokl. in Carm. aur. 24

κλαῦσά τε καὶ κώκυσα ἰδὼν ἀσυνήθεα χῶρον.

Clem. Alex., Strom. III 14, 2; Hierokl. in Carm. aur. 24

(1) . . . . . . . . . . . . . . . . . . . . . ἀτερπέα χῶρον,

ἔνθα Φόνος τε Κότος τε καὶ ἄλλων ἔθνεα Κηρῶν

(2) Ἄτης ἀν λειμῶνα κατὰ σκότος ἠλάσκουσιν.

Plut., De exil. 607 D

ἐξ οἵης τιμῆς τε καὶ ὅσσου μήκεος ὄλβου . . .

Porph., Antr. 8

ἠλύθομεν τόδ' ὑπ' ἄντρον ὑπόστεγον...

Plut., De trans. an. 474 B; Cornut. Epidr. 17

ἔνθ' ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις,

Δῆρίς θ' αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις,

Καλλιστώ τ' Αἰσχρή τε, Θόωσά τε Δηναίη τε,

Νημερτής τ' ἐρόεσσα μελάγκουρός τ' Ἀσάφεια.

Φυσώ τε Φθιμένη τε, καὶ Εὐναίη καὶ Ἔγερσις,

Κινώ τ' Ἀστεμφής τε, πολυστέφανός τε Μεγιστώ

καὶ Φορύη, Σωπή τε καὶ Ὀμφαίη . . .

Clem. Alex., Strom. III 14, 2

ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον,

τοίων ἔκ τ' ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε.

Clem. Alex., Strom. III 14, 2

ἐκ μὲν γὰρ ζωῶν ἐτίθει νεκρὰ εἴδε' ἀμείβων.

‹ἐκ δὲ νεκρῶν ζώοντα›

Porph. ap. Stob. I, p. 446, 7

δαίμων,

σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι.

Plut., Quaest. conv. 728 E

‹τὰ δόγματα›

στεγάσαι φρενὸς ἔλλοπος εἴσω.

ΠΕΡΙ ΦΥΣΕΩΣ

Βιβλίον αʹ

Contents

Sign in to save your reading →