Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitAppian’s Roman History, Volume I
Book VI

συνέθεον ὁμοῦ πάντοθεν, οἱ μὲν ἄζωστοι τὰ ξίφη, οἱ δὲ καὶ ἐν χιτῶσι μόνοις, οὐ φθάσαντες οὐδὲ τὴν ἐσθῆτα πᾶσαν ἐπιθέσθαι.

Σκιπίων δὲ φρουρὰν ἔχων ἀμφʼ αὑτὸν ἀφανῆ, πρῶτα μὲν αὐτοῖς ἐπεμέμφετο τῶν γεγονότων, εἶτʼ ἔφη τὴν αἰτίαν ἀναθήσειν μόνοις τοῖς ἄρξασιν, οὓς ἐγὼ κολάσω διʼ ὑμῶν. καὶ λέγων ἔτι προσέταξε τοῖς ὑπηρέταις διαστῆσαι τὸ πλῆθος. οἱ μὲν δὴ διίστανον, οἱ δὲ βουλευταὶ τοὺς αἰτίους παρῆγον ἐς τὸ μέσον. ἀναβοησάντων δὲ αὐτῶν, καὶ τοὺς συστρατιώτας βοηθῆσαι σφίσι παρακαλούντων, τοὺς ἐπιφθεγγομένους εὐθὺς ἔκτεινον οἱ χιλίαρχοι. καὶ τὸ μὲν πλῆθος ἐπειδὴ τὴν ἐκκλησίαν φρουρουμένην εἶδεν, ἐφʼ ἡσυχίας ἦν σκυθρωποῦ· ὁ δὲ Σκιπίων τοὺς ἐς τὸ μέσον παραχθέντας αἰκισάμενος, καὶ μᾶλλον αὐτῶν τοὺς ἐκβοήσαντας, ἐκέλευσε τοὺς αὐχένας ἁπάντων ἐς τοὔδαφος παττάλοις προσδεθέντας ἀποτμηθῆναι, καὶ τοῖς ἄλλοις ἀμνηστίαν ἐκήρυξε διδόναι.

ὧδε μὲν τὸ στρατόπεδον καθίστατο τῷ Σκιπίωνι·

Ἰνδίβιλις δέ, τῶν συνθεμένων τις αὐτῷ δυναστῶν, στασιαζούσης ἔτι τῆς Ῥωμαϊκῆς στρατιᾶς κατέδραμέ τι τῆς ὑπὸ τῷ Σκιπίωνι γῆς. καὶ αὐτῷ τοῦ Σκιπίωνος ἐπελάσαντος, ὑπέστη μὲν τὸν ἀγῶνα γενναίως, καὶ χιλίους καὶ διακοσίους Ῥωμαίων διέφθειρεν, ἀπολομένων δʼ αὐτῷ δισμυρίων ἐδεῖτο προσπέμψας. καὶ ὁ Σκιπίων αὐτὸν χρήμασι ζημιώσας συνηλλάσσετο. λαθὼν δὲ καὶ Μασσανάσσης Ἀσδρούβαν ἐπέρασε τὸν πορθμόν, καὶ φιλίαν τῷ Σκιπίωνι συνθέμενος

ὤμοσε συμμαχήσειν, ἂν ἐς Λιβύην στρατεύη. ἔπραξε δὲ τοῦτο ἀνὴρ ἐς πάντα βέβαιος διὰ τοιάνδε αἰτίαν. Ἀσδρούβου τοῦ τότε οἱ συνόντος στρατηγοῦ θυγάτηρ ἐς γάμον ἠγγύητο Μασσανάσσῃ· Σύφακα δʼ ἄρα τὸν δυνάστην ἔρως ἔκνιζε τῆς παιδός, καὶ οἱ Καρχηδόνιοι μέγα ποιούμενοι Σύφακα ἐπὶ Ῥωμαίους προσλαβεῖν, ἔδωκαν αὐτῷ τὴν παῖδα, οὐδὲν τοῦ Ἀσδρούβου πυθόμενοι, καὶ τῶνδε πραχθέντων ὁ μὲν Ἀσδρούβας αὐτὰ ἐπέκρυπτε, τὸν Μασσανάσσην αἰδούμενος, ὁ δὲ αἰσθόμενος συνέθετο τῷ Σκιπίωνι. Μάγων δὲ ὁ ναύαρχος ἀπογνοὺς ἀπὸ τῶν παρόντων τὰ ἐν Ἰβηρίᾳ, πλεύσας ἐς Λίγυας καὶ Κελτοὺς ἐξενολόγει. καὶ ὁ μὲν περὶ ταῦτα ἦν, καὶ τὰ Γάδειρα ἐκλειφθέντα ὑπὸ τοῦ Μάγωνος οἱ Ῥωμαῖοι παρέλαβον.

στρατηγοὺς δὲ Ἰβηρίας ἐτησίους ἐς τὰ ἔθνη τὰ εἰλημμένα ἔπεμπον ἀπὸ τοῦδε ἀρξάμενοι, μικρὸν πρὸ τῆς τετάρτης καὶ τεσσαρακοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος, ἁρμοστὰς ἢ ἐπιστάτας αὐτοῖς τῆς εἰρήνης ἐσομένους. καὶ αὐτοῖς ὁ Σκιπίων ὀλίγην στρατιὰν ὡς ἐπὶ εἰρήνῃ καταλιπών, συνῴκισε τοὺς τραυματίας ἐς πόλιν, ἣν ἀπὸ τῆς Ἰταλίας Ἰταλικὴν ἐκάλεσε· καὶ πατρίς ἐστι Τραϊανοῦ τε καὶ Ἀδριανοῦ τῶν ὕστερον Ῥωμαίοις ἀρξάντων τὴν αὐτοκράτορα ἀρχήν. αὐτὸς δὲ ἐς Ῥώμην ἐπὶ στόλου πολλοῦ διέπλει, λαμπρῶς τε κεκοσμημένου καὶ καταγέμοντος αἰχμαλώτων ὁμοῦ καὶ χρημάτων καὶ ὅπλων καὶ λαφύρων ποικίλων. καὶ ἡ πόλις αὐτὸν ἐπιφανῶς ἐξεδέχετο μετὰ δόξης ἀοιδίμου τε καὶ παραλόγου διά τε νεότητα καὶ ταχυεργίαν καὶ μέγεθος εὐπραξίας. οἵ τε

φθονοῦντες αὐτῷ τὴν πάλαι κουφολογίαν ὡμολόγουν ἐς ἔργον ἀποβῆναι. καὶ Σκιπίων μὲν θαυμαζόμενος ἐθριάμβευεν, Ἰνδίβιλις δὲ οἰχομένου τοῦ Σκιπίωνος αὖθις ἀφίστατο. καὶ αὐτὸν οἱ στρατηγοὶ τῆς Ἰβηρίας, τὸν στρατὸν ἀγείραντες ὅσος αὐτοῖς ἦν περὶ τὰ φρούρια, καὶ δύναμιν ἄλλην ἀπὸ τῶν ὑπηκόων συναγαγόντες, ἔκτειναν. τοὺς δʼ αἰτίους τῆς ἀποστάσεως ἐς κρίσιν παραγαγόντες θανάτῳ μετῆλθον, καὶ τὰ ὄντα αὐτοῖς ἐδήμευσαν. τά τε ἔθνη τὰ συναράμενα αὐτῷ χρήμασιν ἐζημίωσαν, καὶ τὰ ὅπλα αὐτῶν παρείλοντο, καὶ ὅμηρα ᾔτησαν, καὶ φρουρὰς δυνατωτέρας αὐτοῖς ἐπέστησαν. καὶ τάδε μὲν ἦν εὐθὺς μετὰ Σκιπίωνα, καὶ ἡ πρώτη Ῥωμαίων ἐς Ἰβηρίαν πεῖρα ἐς τοῦτο ἔληγε.

χρόνῳ δʼ ὕστερον, ὅτε Ῥωμαῖοι Κελτοῖς τε τοῖς περὶ Πάδον ἐπολέμουν καὶ Φιλίππῳ τῷ Μακεδόνι, ἐνεωτέρισαν αὖθις ἐς τὴν ἀσχολίαν αὐτῶν οἱ Ἴβηρες. καὶ αὐτοῖς ἐπέμφθησαν ἐκ Ῥώμης στρατηγοὶ τοῦδε τοῦ πολέμου Σεμπρώνιός τε Τουδιτανὸς καὶ Μᾶρκος Ἕλουιος, μετὰ δʼ ἐκείνους Μινούκιος. καὶ ἐπὶ τούτῳ, μείζονος ἔτι τῆς κινήσεως γιγνομένης, μετὰ πλέονος δυνάμεως ἐπέμφθη Κάτων, νέος μὲν ὢν ἔτι πάμπαν, αὐστηρὸς δὲ καὶ φιλόπονος, συνέσει τε γνώμης καὶ δεινότητι λόγων ἀριπρεπής, ὥστε αὐτὸν ἐπὶ τοῖς λόγοις ἐκάλουν οἱ Ῥωμαῖοι Δημοσθένη, πυνθανόμενοι τὸν ἄριστον ἐν τοῖς Ἕλλησι ῥήτορα γεγενῆσθαι Δημοσθένη.

ὡς

δὲ κατέπλευσε τῆς Ἰβηρίας ἐς τὸ καλούμενον Ἐμπόριον ὁ Κάτων, οἱ μὲν πολέμιοι πάντοθεν ἐπʼ αὐτὸν ἐς τετρακισμυρίους ἀγηγέρατο, ὁ δʼ ἐπὶ μέν τι τὴν στρατιὰν ἐγύμναζεν, ὡς δʼ ἔμελλε συνενεχθήσεσθαι μάχῃ, τὰς ναῦς ἃς εἶχεν ἐς Μασσαλίαν ἀπέπεμψε, καὶ τὸν στρατὸν ἐδίδασκεν οὐ τοῦτο εἶναι φοβερόν, ὅτι πλήθει προύχουσιν οἱ πολέμιοι (τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλέονος ἐπικρατεῖν), ἀλλʼ ὅτι νεῶν ἀποροῦμεν, ὡς οὐκ ἔχειν, εἰ μὴ κρατοῖμεν, οὐδὲ σωτηρίαν. ταῦτʼ εἰπὼν αὐτίκα συνέβαλεν, οὐκ ἐπελπίσας, ὥσπερ ἕτεροι, τὸν στρατόν, ἀλλὰ φοβήσας. γενομένης δʼ ἐν χερσὶ τῆς μάχης, ἐς πάντα μετεπήδα παρακαλῶν καὶ παροξύνων. ἀκρίτου δʼ αὐτῆς ἐς δείλην ἑσπέραν ἔτι οὔσης, καὶ πολλῶν πιπτόντων ἑκατέρωθεν, ἔς τινα λόφον ὑψηλὸν μετὰ τριῶν τάξεων ἐφέδρων ἀνέδραμε, τὸ ἔργον ὁμοῦ πᾶν ἐποψόμενος. ὡς δὲ εἶδε τοὺς μέσους τῶν ἰδίων μάλιστα ἐνοχλουμένους, ὥρμησεν ἐς αὐτοὺς προκινδυνεύων, ἔργῳ τε καὶ βοῇ συνετάραξε τοὺς ἐχθρούς, καὶ πρῶτος κατῆρξε τῆς νίκης. διώξας τε νυκτὸς ὅλης ἐκράτησεν αὐτῶν τοῦ στρατοπέδου, καὶ πολλοὺς ἀπέκτεινεν. ἐπανιόντι δʼ ὡς ἡγεμόνι τῆς νίκης συνήδοντο συμπλεκόμενοι. καὶ μετὰ τοῦτο ἀνέπαυε τὴν στρατιάν, καὶ τὰ λάφυρα ἐπίπρασκεν.

πρεσβευόντων δʼ ἐς αὐτὸν ἁπάντων ὅμηρά τε ᾔτησεν ἄλλα, καὶ βιβλία ἐσφραγισμένα ἐς ἑκάστους περιέπεμπε, καὶ τοὺς φέροντας ἐκέλευεν ἡμέρᾳ μιᾷ πάντας ἀποδοῦναι· καὶ ὥριζε τὴν ἡμέραν, τεκμηράμενος ὅτε μάλιστα ἐς τὴν

πορρωτάτω πόλιν ἀφίξονται. ἐκέλευε δʼ ἡ γραφὴ ταῖς ἀρχαῖς τῶν πόλεων ἁπάσαις καθαιρεῖν τὰ τείχη σφῶν, αὐτῆς ἡμέρας ᾗ τὰ γράμματα λάβοιεν· εἰ δὲ ἀνάθοιντο τὴν ἡμέραν, ἀνδραποδισμὸν ἠπείλει. οἱ δὲ ἄρτι μὲν ἡττημένοι μεγάλῃ μάχῃ, ὑπὸ δὲ ἀγνοίας εἴτε μόνοις εἴθʼ ἅπασι ταῦτα προσετάχθη, φοβούμενοι μόνοι μὲν ὡς εὐκαταφρόνητοι, μετὰ δὲ τῶν ἄλλων μὴ μόνοι βραδύνωσι, καιρόν τε οὐκ ἔχοντες περιπέμψαι πρὸς ἀλλήλους, καὶ τοὺς στρατιώτας τοὺς ἐληλυθότας μετὰ τῶν γραμμάτων ἐφεστῶτας σφίσιν εὐλαβούμενοι, τὸ σφέτερον ἀσφαλὲς ἕκαστοι προύργου τιθέμενοι, τὰ τείχη καθῄρουν μετὰ σπουδῆς. ἐν ᾧ γὰρ ἅπαξ ὑπακούειν ἐδόκει, καὶ τὸ ταχέως εἰργάσθαι προσλαβεῖν ἐφιλοτιμοῦντο. οὕτω μὲν αἱ πόλεις αἱ περὶ Ἴβηρα ποταμὸν μιᾶς ἡμέρας, ὑφʼ ἑνὸς στρατηγήματος, αὐταὶ τὰ τείχη τὰ ἑαυτῶν καθῄρουν, καὶ Ῥωμαίοις ἐς τὸ μέλλον εὐέφοδοι γενόμεναι διέμειναν ἐς πλεῖστον ἐπὶ εἰρήνης.

Ὀλυμπιάσι δʼ ὕστερον τέσσαρσιν, ἀμφὶ τὰς πεντήκοντα καὶ ἑκατόν, πολλοὶ τῶν Ἰβήρων γῆς ἀποροῦντες ἀπέστησαν ἀπὸ Ῥωμαίων, ἄλλοι τε καὶ Λούσονες, οἳ περὶ τὸν Ἴβηρα ᾤκηνται. στρατεύσας οὖν ἐπʼ αὐτοὺς ὕπατος Φούλουιος Φλάκκος ἐνίκα μάχῃ. καὶ πολλοὶ μὲν αὐτῶν κατὰ πόλεις διελύθησαν· ὅσοι δὲ μάλιστα γῆς ἠπόρουν καὶ ἐξ ἄλης ἐβιότευον, ἐς Κομπλέγαν πόλιν συνέφυγον, ἣ νεόκτιστός τε ἦν καὶ ὀχυρά, καὶ ηὔξετο ταχέως. ὅθεν ὁρμώμενοι τὸν Φλάκκον ἐκέλευον, καταθέντα σφίσιν ὑπὲρ τῶν ἀνῃρημένων ἑκάστου σάγον

τε καὶ ἵππον καὶ ξίφος, ἀποτρέχειν ἐξ Ἰβηρίας πρίν τι κακὸν παθεῖν. ὁ δὲ πολλοὺς αὐτοῖς ἔφη σάγους οἴσειν, καὶ τοῖς πρέσβεσιν αὐτῶν ἑπόμενος τῇ πόλει παρεστρατοπέδευσεν. οἱ δʼ ἀνομοίως ταῖς ἀπειλαῖς σφῶν αὐτίκα ἀπεδίδρασκον, καὶ τὰ τῶν ἐγγὺς βαρβάρων ἐλῄζοντο. χρῶνται δὲ διπλοῖς ἱματίοις παχέσιν, ἀντὶ χλαμύδων αὐτὰ περιπορπώμενοι, καὶ τοῦτο σάγον ἡγοῦνται.

Φλάκκῳ μὲν οὖν διάδοχος ἦλθεν ἐπὶ τὴν στρατηγίαν Τιβέριος Σεμπρώνιος Γράκχος. Κάραουιν δὲ πόλιν, ἣ Ῥωμαίων ἦν φίλη, δισμύριοι Κελτιβήρων ἐπολιόρκουν· καὶ ἐπίδοξος ἦν ἁλώσεσθαι, Γράκχου σφόδρα μὲν ἐπειγομένου βοηθῆσαι τῇ πόλει, περιιόντος δʼ ἐν κύκλῳ τοὺς πολεμίους, καὶ οὐκ ἔχοντος οὐδὲ μηνῦσαι τῇ πόλει περὶ ἑαυτοῦ. τῶν οὖν τις ἰλάρχων, Κομίνιος, ἐνθυμηθεὶς πρὸς ἑαυτὸν καὶ Γράκχῳ τὸ τόλμημα ἀνενεγκών, ἐνεπορπήσατο σάγον Ἰβηρικῶς, καὶ λαθὼν ἀνεμίχθη τοῖς χορτολογοῦσι τῶν πολεμίων, συνεσῆλθέ τε αὐτοῖς ὡς Ἴβηρ ἐς τὸ στρατόπεδον, καὶ ἐς τὴν Κάραουιν διαδραμὼν ἐμήνυσεν ὅτι Γράκχος ἐπίοι. οἱ μὲν δὴ διεσώθησαν, ἐγκαρτερήσαντες τῇ πολιορκίᾳ μέχρι Γράκχος αὐτοῖς ἐπῆλθε μετὰ τρίτην ἡμέραν, καὶ οἱ πολιορκοῦντες ἀπανέστησαν· δισμύριοι δʼ ἐκ τῆς Κομπλέγας διέτρεχον ἐς τὸ Γράκχου στρατόπεδον σὺν ἱκετηρίαις, καὶ πλησιάσαντες ἀδοκήτως ἐπέθεντο αὐτῷ, καὶ συνετάραξαν. ὁ δʼ εὐμηχάνως ἐξέλιπεν αὐτοῖς τὸ στρατόπεδον, καὶ ὑπεκρίνατο φεύγειν· εἶτα διαρπάζουσιν ἐπιστραφεὶς ἐπέπεσέ τε καὶ

πλείστους ἔκτεινε, καὶ τῆς Κομπλέγας κατέσχε καὶ τῶν περιοίκων. τοὺς δὲ ἀπόρους συνῴκιζε, καὶ γῆν αὐτοῖς διεμέτρει. καὶ πᾶσιν ἔθετο τοῖς τῇδε συνθήκας ἀκριβεῖς, καθʼ ἃ Ῥωμαίων ἔσονται φίλοι· ὅρκους τε ὤμοσεν αὐτοῖς καὶ ἔλαβεν, ἐπιποθήτους ἐν τοῖς ὕστερον πολέμοις πολλάκις γενομένους. διʼ ἃ καὶ ἐν Ἰβηρίᾳ καὶ ἐν Ῥώμῃ διώνυμος ἐγένετο ὁ Γράκχος, καὶ ἐθριάμβευσε λαμπρῶς.

ἔτεσι δʼ οὐ πολλοῖς ὕστερον πόλεμος ἄλλος ἠγέρθη περὶ Ἰβηρίαν χαλεπὸς ἐκ τοιᾶσδε προφάσεως. Σεγήδη πόλις ἐστὶ Κελτιβήρων τῶν Βελλῶν λεγομένων μεγάλη τε καὶ δυνατή, καὶ ἐς τὰς Σεμπρωνίου Γράκχου συνθήκας ἐνεγέγραπτο. αὕτη τὰς βραχυτέρας πόλεις ἀνῴκιζεν ἐς αὑτήν, καὶ τεῖχος ἐς τεσσαράκοντα σταδίους κύκλῳ περιεβάλετο, Τίτθους τε ὅμορον γένος ἄλλο συνηνάγκαζεν ἐς ταῦτα. ἡ δὲ σύγκλητος πυθομένη τό τε τεῖχος ἀπηγόρευε τειχίζειν, καὶ φόρους ᾔτει τοὺς ὁρισθέντας ἐπὶ Γράκχου, στρατεύεσθαί τε Ῥωμαίοις προσέτασσε· καὶ γὰρ τοῦθʼ αἱ Γράκχου συνθῆκαι ἐκέλευον. οἱ δὲ περὶ μὲν τοῦ τείχους ἔλεγον ἀπηγορεῦσθαι Κελτίβηρσιν ὑπὸ Γράκχου μὴ κτίζειν πόλεις, οὐ τειχίζειν τὰς ὑπαρχούσας· τῶν δὲ φόρων καὶ τῆς ξεναγίας ὑπʼ αὐτῶν ἔφασαν Ῥωμαίων ἀφεῖσθαι μετὰ Γράκχον. καὶ τῷ ὄντι

ἦσαν ἀφειμένοι, δίδωσι δʼ ἡ βουλὴ τὰς τοιάσδε δωρεὰς ἀεὶ προστιθεῖσα κυρίας ἔσεσθαι μέχρι ἂν αὐτῇ καὶ τῷ δήμῳ δοκῇ.

στρατηγὸς οὖν ἐπʼ αὐτοὺς Νωβελίων ἐπέμπετο μετὰ στρατιᾶς οὐ πολὺ τρισμυρίων ἀνδρῶν ἀποδεούσης· ὃν ἐπειδὴ σφίσιν οἱ Σεγηδαῖοι προσιόντα ἔγνωσαν, οὔπω τὸ τεῖχος ἐκτελέσαντες ἔφευγον ἐς Ἀρουακοὺς μετὰ παίδων καὶ γυναικῶν, καὶ σφᾶς ὑποδέχεσθαι τοὺς Ἀρουακοὺς παρεκάλουν. οἱ δὲ ὑποδέχονταί τε, καὶ Κάρον αὑτῶν Σεγηδαῖον, πολεμικὸν εἶναι νομιζόμενον, αἱροῦνται στρατηγόν. ὁ δὲ τρίτῃ μετὰ τὴν χειροτονίαν ἡμέρᾳ δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους ἔς τινα λόχμην ἐνεδρεύσας παροδεύουσι τοῖς Ῥωμαίοις ἐπέθετο, καὶ τῆς μάχης ἐπὶ πολὺ ἀγχωμάλου γενομένης ἐκράτει τε λαμπρῶς, καὶ Ῥωμαίων τῶν ἐξ ἄστεος ἔκτεινεν ἐς ἑξακισχιλίους, ὡς μέγα τῇ πόλει γενέσθαι τὸ ἀτύχημα. ἀτάκτου δὲ αὐτῷ τῆς διώξεως ἐπὶ τῇ νίκῃ γενομένης, οἱ τὰ σκευοφόρα Ῥωμαίων φυλάσσοντες ἱππεῖς ἐπέδραμον, καὶ Κάρον τε αὐτὸν ἀριστεύοντα ἔκτειναν καὶ ἑτέρους ἀμφʼ αὐτόν, οὐκ ἐλάσσους καὶ οἵδε τῶν ἑξακισχιλίων, μέχρι νὺξ ἐπελθοῦσα διέλυσεν. ἐγίγνετο δὲ ταῦθʼ ὅτε Ῥωμαῖοι τῷ Ἡφαίστῳ τὴν ἑορτὴν ἄγουσιν· ὅθεν οὐδεὶς ἂν ἑκὼν ἄρξειεν ἐξ ἐκείνου μάχης παρὰ τήνδε τὴν ἡμέραν.

Ἀρουακοὶ μὲν οὖν εὐθὺς αὐτῆς νυκτὸς ἐς Νομαντίαν, ἣ δυνατωτάτη πόλις ἦν, συνελέγοντο, καὶ στρατηγοὺς Ἄμβωνα καὶ Λεύκωνα ᾑροῦντο· Νωβελίων δʼ αὐτοῖς τρισὶν ἡμέραις ὕστερον ἐπελθὼν παρεστρατοπέδευσεν ἀπὸ σταδίων τεσσάρων καὶ εἴκοσιν. παραγενομένων δέ οἱ

Νομάδων ἱππέων τριακοσίων, οὓς Μασσανάσσης ἐπεπόμφει, καὶ ἐλεφάντων δέκα, τὴν στρατιὰν ἐπῆγε τοῖς πολεμίοις, ἄγων ὀπίσω τὰ θηρία λανθάνοντα. καὶ γενομένης ἐν χερσὶ τῆς μάχης οἱ μὲν ἄνδρες διέστησαν, τὰ δὲ θηρία ἐξεφαίνετο· καὶ οἱ Κελτίβηρες αὐτοί τε καὶ οἱ ἵπποι σφῶν οὐ πρὶν ἑωρακότες ἐλέφαντας ἐν πολέμοις ἐθορυβοῦντο καὶ κατέφευγον ἐς τὴν πόλιν. ὁ δὲ καὶ τοῖς τείχεσιν αὐτοὺς ἐπῆγε, καὶ ἐμάχετο γενναίως, μέχρι τῶν ἐλεφάντων τις ἐς τὴν κεφαλὴν λίθῳ μεγάλῳ καταπίπτοντι πληγεὶς ἠγριώθη τε, καὶ ἐκβοήσας μέγιστον ἐς τοὺς φίλους ἐπεστρέφετο, καὶ ἀνῄρει τὸν ἐν ποσίν, οὐ διακρίνων ἔτι φίλιον ἢ πολέμιον. οἵ τε ἄλλοι ἐλέφαντες πρὸς τὴν ἐκείνου βοὴν διαταραχθέντες ὅμοια πάντες ἔδρων, καὶ τοὺς Ῥωμαίους συνεπάτουν τε καὶ ἀνέτεμνον καὶ ἀνερρίπτουν. ὅπερ ἀεὶ θορυβηθέντες οἱ ἐλέφαντες εἰώθασι πάσχειν, καὶ πάντας ἡγεῖσθαι πολεμίους· καί τινες διὰ τήνδε τὴν ἀπιστίαν αὐτοὺς καλοῦσι κοινοὺς πολεμίους. φυγὴ οὖν τῶν Ῥωμαίων ἐγίγνετο ἄτακτος· ἣν οἱ Νομαντῖνοι κατιδόντες ἀπὸ τῶν τειχῶν ἐξέθορον, καὶ διώκοντες ἔκτειναν ἄνδρας μὲν ἐς τετρακισχιλίους ἐλέφαντας δὲ τρεῖς, ὅπλα τε πολλὰ καὶ σημεῖα ἔλαβον. Κελτιβήρων δὲ ἀπέθανον ἐς δισχιλίους.

καὶ ὁ Νωβελίων μικρὸν ἐκ τοῦ πταίσματος ἀναλαβών, ἀγορᾷ μέν τινι τῶν πολεμίων ἐπεχείρει περὶ Ἀξείνιον πόλιν σεσωρευμένῃ, οὐδὲν δὲ ἀνύσας, ἀλλὰ κἀνταῦθα πολλοὺς ἀποβαλών, ἐπανῆλθε νυκτὸς ἐς τὸ στρατόπεδον. ὅθεν Βιήσιον ἵππαρχον ἐπὶ συμμαχίαν ἔς τι γειτονεῦον ἔθνος ἔπεμπεν, ἱππέων δεόμενος. οἱ δὲ συνέπεμψαν

Contents

Sign in to save your reading →