Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.

← ExitAppian’s Roman History, Volume I
Book VII

τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἔκαυσε, τῇ δὲ πόλει φρουρὰν ἐπέστησεν ἄλλην.

Ἰαπύγων δʼ ἐν πόλει Σαλαπίᾳ, Λιβύων ὑπηκόῳ, δύο ἤστην ἄνδρε τῶν μὲν ἄλλων γένει καὶ πλούτῳ καὶ δυνάμει διαφέροντε, ἀλλήλοιν δʼ ἐκ πολλοῦ διαφόρω. τούτοιν Δάσιος μὲν τὰ Λιβύων ᾑρεῖτο, Βλάτιος δὲ τὰ Ῥωμαίων. ἕως μὲν οὖν ἤκμαζε τὰ Ἀννίβου, ἐφʼ ἡσυχίας ἦν ὁ Βλάτιος· ἐπεὶ δὲ ἠγείρετο τὸ Ῥωμαίων καὶ τὰ πολλὰ τῆς ἐσφετερισμένης ἀρχῆς ἀνελάμβανον, ἔπειθεν ὁ Βλάτιος τὸν ἐχθρὸν ὑπὲρ τῆς πατρίδος αὑτῷ συμφρονῆσαι μόνης, μή τι πάθοι, Ῥωμαίων αὐτὴν βίᾳ λαβόντων, ἀνήκεστον. ὁ δʼ ὑποκρινάμενος συντίθεσθαι, κατεμήνυσε τοῦτο Ἀννίβᾳ. καὶ ἐδίκαζεν αὐτοῖς ὁ Ἀννίβας, Δασίου μὲν κατηγοροῦντος, Βλατίου δʼ ἀπολογουμένου καὶ συκοφαντεῖσθαι διὰ τὴν ἔχθραν λέγοντος· ὃ καὶ τέως ἄρα προορῶν ἐτόλμησεν ἐχθρῷ προσενεγκεῖν λόγον τοιόνδε, ὡς ἀπίστῳ κατηγόρῳ διὰ τὴν ἔχθραν ἐσομένῳ. Ἀννίβας δʼ οὔτε ἀπορρῖψαι τὸ ἔργον οὔτε τῷ παρʼ ἐχθροῦ πιστεῦσαι ῥᾳδίως ἀξιῶν, μεθίστατο αὐτοὺς ὡς σκεψόμενος ἐφʼ ἑαυτοῦ. στενῆς δὲ τῆς ἐξόδου πάμπαν οὔσης, ὁ Βλάτιος ἔφη τῷ Δασίῳ, τοὺς ἄλλους λαθών, οὐ σώσεις, ὦ ἀγαθέ, τὴν πατρίδα; ὁ δὲ καὶ τοῦτʼ εὐθὺς ἐκβοήσας ἐμήνυεν.

καὶ ὁ Βλάτιος οἰκτισάμενος τότε μάλιστα ἀξιοπίστως εἶπεν ὡς ἐπιβουλεύοιτο ὑπʼ ἐχθροῦ τεχνίτου. τοῦτο δʼ, ἔφη, τὸ νῦν ἐπιβούλευμα

καὶ τῆς πρότερον ἀμφιλογίας, εἴ τις ἦν, ῥύσεταί με. τίς γὰρ ἂν ἢ πρότερον ἐχθρῷ περὶ τοιῶνδε διεπίστευσεν, ἢ νῦν, εἰ καὶ τέως ἐπεπλάνητο, ἀπίστῳ καὶ κατηγόρῳ περὶ ἐκεῖνα γεγενημένῳ, κινδυνεύων ἔτι καὶ κρινόμενος καὶ ἀρνούμενος, αὖθις ἂν τὰ δεύτερα ταῦτʼ ἐθάρρησεν εἰπεῖν, καὶ μάλιστʼ ἐν τῷ δικαστηρίῳ, πολλῶν μὲν ἀκοῦσαι δυναμένων, τοῦ δὲ κατηγόρου καὶ τόδε μέλλοντος εὐθὺς ὁμοίως ἐρεῖν; εἰ δὲ δὴ καὶ ἐγεγένητο, ἔφη, χρηστὸς ἐξαίφνης καὶ φίλος, τί μοι συλλαβεῖν ὑπὲρ τῆς πατρίδος ἔτι δυνατὸς ἦν; τί δʼ ἂν ἐδεόμην ἐγὼ μηδὲν ἐπικουρεῖν δυναμένου; ἅ μοι δοκεῖ προϊδὼν πάλιν ὁ Βλάτιος ψιθύρως ἐντυχεῖν τῷ Δασίῳ, καὶ ἐς ἀπιστίαν αὐτὸν ἐμβαλεῖν μείζονα, ἐπαγαγέσθαι δʼ ἐκ τοῦδε καὶ Ἀννίβαν ἐς ἀπιστίαν τῶν πρότερον εἰρημένων. οὐ μὴν οὐδὲ ἐκφυγὼν τὴν δίκην ὁ Βλάτιος ἀφίστατο μὴ μεταπείθειν τὸν ἐχθρόν, καταφρονῶν ἄρα ὡς ἐς πάντα γεγονότος ἀπίστου. ὁ δὲ αὖθις ὑπεκρίνετο συντίθεσθαι, καὶ τὴν ἐπίνοιαν τῆς ἀποστάσεως ᾔτει μαθεῖν. ὁ δὲ οὐδὲν ὀκνήσας ἔφη, διαδραμοῦμαι μὲν ἐπί τι τῶν στρατοπέδων ἐγὼ τῶν Ῥωμαϊκῶν (μηνύσας αὐτῷ τὸ πάνυ πορρωτάτω) καὶ στρατιὰν ἄξω λαβών· ἔστι γάρ μοι φίλος ὁ στρατηγὸς ἐκείνου τοῦ στρατοῦ· σὺ δʼ ὑπομένειν μοι δεῦρο, καὶ τὰ ἔνδον ἐπιτηρεῖν.

ὁ μὲν εἶπεν οὕτω, καὶ εὐθὺς ἐξέδραμε, λαθὼν Δάσιον, οὐκ ἐς ἐκεῖνο τὸ στρατόπεδον ἀλλʼ ἐς Ῥώμην, ὁδὸν ἐλάσσονα. καὶ δοὺς τῇ

βουλῇ τὸν υἱὸν ὅμηρον, ἱππέας ᾔτει χιλίους, μεθʼ ὧν ἠπείγετο κατὰ σπουδήν, τὸ μέλλον ἔσεσθαι προορώμενος. ὁ δὲ Δάσιος ταῖς ἐπιούσαις ἡμέραις τὸν ἐχθρὸν οὐχ ὁρῶν, εἴκασεν αὐτὸν ἐγχειρεῖν τοῖς ἐγνωσμένοις ὡς ἤδη πιστεύοντα αὐτῷ. νομίσας οὖν ἐς ἐκεῖνο τῷ ὄντι τὸ πορρωτέρω στρατόπεδον αὐτὸν οἴχεσθαι, διέδραμε πρὸς Ἀννίβαν, καταφρονῶν ὅτι φθάσει ἐκεῖνον ἐπανελθών, καὶ νῦν μέν, ἔφη, παραδώσω σοι τὸν Βλάτιον ἐπʼ αὐτοφώρῳ στρατιὰν ἐπάγοντα τῇ πόλει. καὶ τὸ γεγονὸς ἐκθέμενος, καὶ λαβών τινας, ἐπανῆγεν ἐς τὴν πατρίδα μετὰ σπουδῆς ὡς οὔπω τοῦ Βλατίου πλησιάζοντος. ὁ δʼ ἔνδον τε ἦν ἄρτι, καὶ τὴν φρουρὰν τὴν Λιβύων ὀλίγην οὖσαν ἀνελὼν ἐφύλασσε μηδένα παρελθεῖν, καὶ πύλας τὰς μὲν ἄλλας ἐκεκλείκει, τὰς δʼ ἐς τὴν ἐπάνοδον Δασίου μόνας εἴασεν ἀνεῷχθαι. καὶ τὸ κατʼ ἐκείνας μέρος ἅπαν εἶχεν ἀνυπόπτως· τὰ δʼ ἐντὸς ἐξετετάφρευτο καὶ διείληπτο, ὡς μὴ δύνασθαι τοὺς ἐμπεσόντας ἐς ὅλην διαδραμεῖν. Δάσιος δὲ ἐπεὶ τὰς πύλας εἶδεν ἀνεῳγμένας, ἥσθη νομίσας προλαβεῖν τὸν ἐχθρόν, καὶ ἐσήλατο γεγηθώς. ὁ δʼ ἐπικλείσας διέφθειρεν αὐτόν τε καὶ τοὺς ἐσδραμόντας, ὠθουμένους ἐν στενῷ καὶ διαδρομὴν διὰ τὰς τάφρους οὐκ ἔχοντας. ὀλίγοι δʼ αὐτῶν διὰ τοῦ τείχους ἐξαλόμενοι διέφυγον.

καὶ

Βλάτιος μὲν οὕτω περιῆν Δασίου, τρὶς ἀντενεδρεύων, Φούλουιος δὲ Ῥωμαίων ὕπατος Ἐρδονίαν ἐπολιόρκει· καὶ αὐτὸν Ἀννίβας ἔλαθεν ἑσπέρας ἐγγὺς γενόμενος, καὶ ἀπεῖπε πυρὰ μὴ καίειν, καὶ σιωπὴν παρήγγειλεν. περὶ δὲ ἕω, γενομένης ὁμοῦ τι καὶ ὁμίχλης, τοὺς μὲν ἱππέας ἔπεμψεν ἐπιχειρεῖν τῷ Ῥωμαίων στρατοπέδῳ, καὶ αὐτοὺς ἠμύνοντο ἐκεῖνοι, σὺν θορύβῳ μὲν ὡς ἀπʼ εὐνῆς, σὺν θάρσει δὲ οἷα ὀλίγους ποθὲν αὑτοῖς ἐπιφανέντας. ὁ δʼ Ἀννίβας ἐπὶ θάτερα τῷ πεζῷ τὴν πόλιν περιῄει, κατασκεπτόμενος ἅμα καὶ τοὺς ἔνδον ἐπελπίζων, ἕως ἐπῆλθε τοῖς Ῥωμαίοις ἐν τῇ περιόδῳ, εἴτε προιδόμενος εἴτε κατὰ συντυχίαν, κυκλούμενος αὐτούς. οἱ δʼ ἔπιπτον ἤδη λάβρως καὶ ἀθρόως, ἀμφίβολοι γεγονότες· καὶ ἀπέθανον αὐτῶν ἐς ὀκτακισχιλίους, καὶ ὁ ὕπατος αὐτὸς ὁ Φούλουιος. οἱ λοιποὶ δʼ ἔς τι χῶμα πρὸ τοῦ στρατοπέδου ἀναθορόντες αὐτό τε διέσωσαν, γενναίως ἀμυνόμενοι, καὶ τὸν Ἀννίβαν ἐκώλυσαν λαβεῖν τὸ στρατόπεδον.

μετὰ δὲ τοῦτο Ῥωμαῖοι μὲν τὴν Ἰαπύγων ἀποστάντων ἐδῄουν, Ἀννίβας δὲ τὴν Καμπανῶν, ἐς Ῥωμαίους μεταθεμένων χωρὶς Ἀτέλλης μόνης. καὶ Ἀτελλαίους μετῴκιζεν ἐς Θουρίους, ἵνα μὴ τῷ Βρεττίων καὶ Λευκανῶν καὶ Ἰαπύγων ἐνοχλοῖντο πολέμῳ. καὶ Ῥωμαῖοι τοὺς ἐκ Νουκερίας ἐκπεσόντας ἐν Ἀτέλλῃ μετῴκιζον· ἔς τε τὴν Ἀννίβου ἔτι ὑπήκοον ἐσβαλόντες, Αὐλωνίαν

τε εἷλον καὶ τὴν Βρεττίων γῆν ἐπέτρεχον, καὶ Τάραντα φρουρουμένην ὑπὸ Καρθάλωνος ἐκ γῆς καὶ θαλάσσης ἐπολιόρκουν. ὁ δὲ Καρθάλων, ὀλίγων Καρχηδονίων παρόντων, Βρεττίους ἐς τὴν φρουρὰν προσέλαβεν. τῶν δὲ Βρεττίων ὁ φρούραρχος ἤρα γυναικός, ἧς ἀδελφὸς ὑπὸ Ῥωμαίοις στρατευόμενος ἔπραξε διὰ τῆς ἀδελφῆς τὸν φρούραρχον ἐνδοῦναι Ῥωμαίοις, ἐπάγουσι τὰς μηχανὰς ᾗ τοῦ τείχους αὐτὸς ἐφρούρει. Τάραντα μὲν δὴ Ῥωμαῖοι τόνδε τὸν τρόπον ἀνέλαβον, εὔκαιρον ἐς πολέμους χωρίον καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.

Ἀννίβας δὲ ἐπειγόμενος ἐς αὐτήν, ὡς ἔμαθεν εἰλημμένην, παρῆλθεν ἀχθόμενος ἐς Θουρίους κἀκεῖθεν ἐς Οὐενουσίαν, ἔνθα αὐτῷ Κλαύδιός τε Μάρκελλος ὁ Σικελίαν ἑλών, πέμπτον ὑπατεύων τότε, καὶ Τίτος Κρισπῖνος ἀντιστρατοπεδεύοντες οὐκ ἐτόλμων ἄρχειν μάχης. λείαν δέ τινα ὑπὸ Νομάδων ἀγομένην Μάρκελλος ἰδών, καὶ δόξας ὀλίγους εἶναι τοὺς ἄγοντας, ἐπέδραμεν αὐτοῖς μετὰ τριακοσίων ἱππέων σὺν καταφρονήσει, καὶ πρῶτος ἡγεῖτο, θυμικὸς ὢν ἐς μάχας καὶ παρακινδυνευτικὸς ἀεί. ἄφνω δὲ πολλῶν τῶν Λιβύων φανέντων καὶ πανταχόθεν αὐτῷ προσπεσόντων, οἱ μὲν οὐραγοῦντες Ῥωμαίων πρῶτοι φυγῆς ἦρχον, ὁ δὲ Μάρκελλος, ὡς ἑπομένων αὐτῶν, ἐμάχετο γενναίως, μέχρι κατακοντισθεὶς ἀπέθανεν. καὶ αὐτοῦ τῷ σώματι ὁ Ἀννίβας ἐπιστάς, ὡς εἶδε τὰ τραύματα πάντα ἐπὶ τῶν στέρνων, ἐπῄνεσε μὲν ὡς στρατιώτην, ἐπέσκωψε δὲ ὡς στρατηγόν. καὶ τὸν δακτύλιον αὐτοῦ περιελών, τὸ μὲν σῶμα

ἔκαυσε λαμπρῶς, καὶ τὰ ὀστᾶ τῷ παιδὶ προσέπεμψεν ἐς τὸ Ῥωμαίων στρατόπεδον·

Σαλαπίνοις δὲ μηνίων εὐθὺς ἐτύπωσεν ἐπιστολὴν τῇ σφραγῖδι Μαρκέλλου, πρὶν αἰσθέσθαι πολλοὺς περὶ τοῦ θανάτου, καὶ αὐτόμολον ἄνδρα Ῥωμαῖον ἔπεμψε φέρειν, δηλοῦντα ὅτι στρατιὰ Μαρκέλλου κατόπιν ἔρχοιτο, καὶ ὁ Μάρκελλος αὐτὴν ὑποδέξασθαι κελεύοι. ἄρτι δʼ εἰλήφεσαν Κρισπίνου γράμματα, περιπέμψαντος ἐς ἅπαντας ὅτι τῆς Μαρκέλλου σφραγῖδος Ἀννίβας κεκρατήκοι. τὸν οὖν ἄγγελον, ἵνα μὴ παραμένων ἐπιγνοίη τὰ γιγνόμενα, ἀπέπεμψαν ὑποσχόμενοι τὰ προστασσόμενα ποιήσειν, αὐτοὶ δʼ ὁπλισάμενοι τὴν ἐνέδραν ἐπὶ τῶν τειχῶν ἀνέμενον. καὶ προσιόντος τοῦ Ἀννίβου μετὰ Νομάδων, οὓς Ῥωμαϊκοῖς ὅπλοις ἐσκεύασε, τὰς μὲν πύλας ἐκ μηχανήματος ἀνέσπασαν ὡς δὴ Μαρκέλλου προσιόντος ἀσμενίζοντες, ἐσδεξάμενοι δὲ ὅσων εὐμαρῶς κρατήσειν ἔμελλον, αὖθις ἐκ τοῦ μηχανήματος αὐτὰς ἐπικαθῆκαν, καὶ τοὺς μὲν ἐσελθόντας ἔκτειναν, τοὺς δʼ ἔξω τῶν τειχῶν ἔτι περιεστῶτας ἄνωθεν ἔβαλλόν τε καὶ κατετίτρωσκον. καὶ δευτέρας τῆσδε πείρας ὁ Ἀννίβας ἐπὶ τῇ πόλει σφαλεὶς ἀπεχώρει.

ἐν τούτῳ δὲ καὶ Ἀσδρούβας ὁ ἀδελφὸς Ἀννίβου, τὴν στρατιὰν ἣν ἐξενάγησεν ἐν τοῖς Κελτίβηρσιν ἔχων, διέβαινεν ἐς τὴν Ἰταλίαν, καὶ Κελτῶν φιλίως αὐτὸν δεχομένων τὰ Ἄλπεια ὄρη, ὡδοποιημένα πρότερον ὑπὸ Ἀννίβου, διώδευε δύο μησίν, ὅσα τέως Ἀννίβας ἓξ διῆλθεν. ἐσέβαλέ

τε ἐς Τυρρηνίαν ἄγων πεζοὺς μὲν τετρακισμυρίους ἐπὶ ὀκτακισχιλίοις, ἱππέας δὲ ὀκτακισχιλίους καὶ ἐλέφαντας πεντεκαίδεκα. καὶ γράμματα πρὸς τὸν ἀδελφὸν ἔπεμπε, δηλῶν ὅτι παρείη. τούτων τῶν γραμμάτων ὑπὸ Ῥωμαίων ἁλόντων, οἱ ὕπατοι Σαλινάτωρ καὶ Νέρων μαθόντες αὐτοῦ τὸ πλῆθος τῆς στρατιᾶς ἀπὸ τῶν γραμμάτων, συνῆλθον ἐς τὸ αὐτὸ πάσαις ταῖς δυνάμεσι, καὶ ἀντεστρατοπέδευσαν αὐτῷ περὶ πόλιν Σήνας. ὁ δʼ οὔπω μάχεσθαι κεκρικώς, ἀλλὰ τῷ ἀδελφῷ συνελθεῖν ἐπειγόμενος, ὑπεχώρει. καὶ νυκτὸς ἀναζεύξας περὶ ἕλη καὶ τέλματα καὶ ποταμὸν οὐκ εὔπορον ἠλᾶτο, μέχρι φανείσης ἡμέρας οἱ Ῥωμαῖοι καταλαβόντες αὐτοὺς διερριμμένους τε καὶ κεκμηκότας ὑπʼ ἀγρυπνίας καὶ κόπου, πλείστους μὲν αὐτῶν ἅμα τοῖς ταξιάρχοις συντασσομένους ἔτι καὶ συνιόντας διέφθειραν, καὶ αὐτὸν ἐπʼ ἐκείνοις Ἀσδρούβαν, πλείστους δʼ αἰχμαλώτους ἔλαβον, καὶ μεγάλου δέους ἀπήλλαξαν τὴν Ἰταλίαν, ἀμάχου ἂν σφίσι του Ἀννίβου γενομένου, εἰ καὶ τήνδε τὴν στρατιὰν προσέλαβεν.

θεὸς δέ μοι δοκεῖ τόδε Ῥωμαίοις ἀντιδοῦναι τῆς ἐπὶ Κάνναις ἀτυχίας, οὐ πόρρω τε ἐπʼ ἐκείνῃ καὶ ἰσοστάσιόν πως ἐκείνῃ γενόμενον· στρατηγοί τε γὰρ οἱ ἑκατέρων ἀπώλοντο, καὶ στρατοῦ πλῆθος ἐγγυτάτω μάλιστα ἐπʼ ἴσης, καὶ τὰ αἰχμάλωτα πολλὰ γενέσθαι καὶ τοῖσδε κἀκείνοις συνηνέχθη, στρατοπέδων τε καὶ παρασκευῆς τῆς ἀλλήλων δαψιλοῦς ἐκράτουν ἑκάτεροι. οὕτω παραλλὰξ ἡ πόλις εὐτυχιῶν καὶ συμφορῶν ἐπειρᾶτο. Κελτιβήρων δʼ ὅσοι διέφυγον ἐκ τοῦ κακοῦ, οἱ μὲν ἐς τὰ οἰκεῖα οἱ δʼ ἐς Ἀννίβαν ἐχώρουν.

ὁ δʼ ἐπί

τε τῷ ἀδελφῷ καὶ στρατιᾷ τοσῇδε διʼ ἀπειρίαν ὁδῶν αἰφνίδιον ἀπολωλυίᾳ δυσφορῶν, καὶ τεσσαρεσκαιδέκατον ἔτος ἔχων ἐν πονοις ἀτρύτοις ἐξ οὗ Ῥωμαίοις ἐν Ἰταλίᾳ διεπολέμει, πάντων τε ὧν εἰλήφει πρότερον ἐκπεπτωκώς, ἐς Βρεττίους, ὅπερ αὐτῷ λοιπὸν ἔθνος ὑπήκοον ἦν, ἀνεχώρει, καὶ ἡσύχαζεν ὡς ἑτέρας δυνάμεως ἀφιξομένης ἀπὸ Καρχηδόνος. οἱ δʼ ἔπεμψαν μὲν αὐτῷ ναῦς ἑκατὸν στρογγύλας, ἐφʼ ὧν σῖτός τε ἦν καὶ στρατιὰ καὶ χρήματα, οὐδενὸς δʼ ἐρετικοῦ παραπέμποντος αὐτὰς ἄνεμος ἐς Σαρδόνα κατήνεγκε, καὶ ὁ τῆς Σαρδόνος στρατηγὸς ἐπιπλεύσας μακραῖς ναυσὶ κατέδυσε μὲν αὐτῶν εἴκοσιν, ἑξήκοντα δʼ ἔλαβεν· αἱ δὲ λοιπαὶ διέφυγον ἐς Καρχηδόνα. καὶ ὁ Ἀννίβας ἔτι μᾶλλον ἀπορούμενός τε καὶ τὰ παρὰ Καρχηδονίων ἀπεγνωκώς, οὐδὲ Μάγωνος αὐτῷ τι, τοῦ ξενολογοῦντος ἐν Κελτοῖς καὶ Λίγυσιν, ἐπιπέμποντος, ἀλλὰ τὸ μέλλον ἔσεσθαι περιορωμένου, συνιδὼν ὅτι μένειν ἐπὶ πλεῖον οὐ δυνήσεται, αὐτῶν ἤδη Βρεττίων ὡς ἀλλοτρίων ὅσον οὔπω γενησομένων κατεφρόνει, καὶ ἐσφορὰς ἐπέβαλλεν αὐτοῖς πάνυ πολλάς, τάς τε ὀχυρὰς τῶν πόλεων μετῴκιζεν ἐς τὰ πεδινὰ ὡς βουλευούσας ἀπόστασιν, πολλούς τε τῶν ἀνδρῶν αἰτιώμενος διέφθειρεν, ἵνα τὰς περιουσίας αὐτῶν σφετερίζοιτο.

καὶ ὁ μὲν ἐν τούτοις ἦν, ἐν δὲ Ῥώμη γίγνονται μὲν ὕπατοι Λικίνιός τε Κράσσος καὶ Πόπλιος Σκιπίων ὁ λαβὼν Ἰβηρίαν, τούτων δὲ

Κράσσος μὲν ἀντεστρατοπέδευσεν Ἀννιβᾳ περὶ Ἰαπυγίαν, Σκιπίων δὲ τὸν δῆμον ἐδίδασκεν οὔ ποτε Καρχηδονίους οὐδʼ Ἀννίβαν ἀποστήσεσθαι σφίσιν ἐνοχλοῦντας ἀμφὶ τὴν Ἰταλίαν, εἰ μὴ Ῥωμαίων στρατὸς ἐς Λιβύην διέλθοι καὶ κίνδυνον αὐτοῖς ἐπιστήσειεν οἰκεῖον. λιπαρήσας τε πάνυ καρτερῶς, καὶ πείσας ὀκνοῦντας, ᾑρέθη στρατηγὸς αὐτὸς ἐς Λιβύην, καὶ διέπλευσεν εὐθὺς ἐς Σικελίαν. ἔνθα στρατὸν ἀγείρας τε καὶ γυμνάσας ἐπέπλευσε Λοκροῖς ἄφνω τοῖς ἐν Ἰταλίᾳ, φρουρουμένοις ὑπὸ Ἀννίβου· καὶ τὴν φρουρὰν κατασφάξας τε, καὶ παραδοὺς Πλημινίῳ τὴν πόλιν, αὐτὸς ἐς Λιβύην διέπλευσεν. Πλημίνιος δὲ οὐδεμίαν ὕβριν ἢ ἀσέλγειαν ἢ ὠμότητα ἐς τοὺς Λοκροὺς ἐκλιπών, ἐσύλησε λήγων καὶ τὸ τῆς Φερσεφόνης ἱερόν. καὶ τόνδε μὲν Ῥωμαῖοι μετὰ τῶν συναμαρτόντων αὐτῷ φίλων διέφθειραν ἐν τῷ δεσμωτηρίῳ, καὶ τὰς περιουσίας αὐτῶν ἔδοσαν Λοκροῖς ἐς τὸν θησαυρὸν τῆς θεοῦ φέρειν· ὅσα τε ἄλλα ἐδύναντο τῶν ἀπολωλότων ἀνευρόντες, τὸ λεῖπον ἐκ τοῦ κοινοῦ σφῶν ταμιείου τῇ θεῷ προσέθεσαν.

τοῦ δὲ αὐτοῦ χρόνου Κωνσεντίαν τε, μεγάλην πόλιν Βρεττίων, καὶ ἄλλας ἓξ ἐπʼ αὐτῇ περιέσπασεν ἀπὸ Ἀννίβου Κράσσος. καὶ γιγνομένων ἐν Ῥώμῃ σημείων ἐκ Διὸς φοβερῶν, οἱ μὲν τὰ Σιβύλλεια ἐπισκεπτόμενοι δέκα ἄνδρες ἔφασαν ἐξ οὐρανοῦ τι ἐς Πεσινοῦντα τῆς Φρυγίας, ἔνθα σέβουσιν οἱ Φρύγες θεῶν μητέρα, πεσεῖσθαι τῶνδε τῶν ἡμερῶν, καὶ δεῖν αὐτὸ ἐς τὴν Ῥώμην

Contents

Sign in to save your reading →