Tap the page, move to the top or bottom edge, swipe down, or press Tab to reveal reading controls. Use the arrow keys or swipe sideways to turn pages.
ἐθνῶν ἀσθένειαν ἢ φερεπονίαν καὶ τὴν τῶν ἑλόντων ἀρετὴν ἢ εὐτυχίαν ἢ εἴ τι ἄλλο συγκύρημα συνηνέχθη, καταμάθοιμι.
νομίσας δ’ ἄν τινα καὶ ἄλλον οὕτως ἐθελῆσαι μαθεῖν τὰ Ῥωμαίων, συγγράφω κατὰ ἔθνος ἕκαστον· ὅσα δὲ ἐν μέσῳ πρὸς ἑτέρους αὐτοῖς ἐγένετο, ἐξαίρω καὶ εἰς τὰ ἐκείνων μετατίθημι.
τοὺς δὲ χρόνους ἐπὶ μὲν πᾶσιν περισσὸν ἡγούμην καταλέγειν, ἐπὶ δὲ τῶν ἐπιφανεστάτων ἐκ διαστήματος ὑπομνήσω.
καὶ τὰ ὀνόματα Ῥωμαίοις πάλαι μὲν ἦν ἕν, ὥσπερ ἀνθρώποις ἅπασιν, ἑκάστῳ, μετὰ δὲ ἐγένοντο δύο· καὶ οὐ πολὺς χρόνος, ἐξ οὗ καὶ τρίτον ἤρξατό τισιν ἐς ἐπίγνωσιν ἐκ πάθους ἢ ἀρετῆς προστίθεσθαι, καθὰ καὶ τῶν Ἑλλήνων τισὶν ἐπὶ τὰ ὀνόματα ἦσαν ἐπικλήσεις.
ἐγὼ δὲ ἔστι μὲν ὅπου καὶ πάντων ἐπιμνήσομαι, καὶ μάλιστα ἐπὶ τῶν ἐπιφανῶν, ἐς γνώρισμα τῶν ἀνδρῶν· τὰ δὲ πολλὰ καὶ τούτους καὶ τοὺς ἄλλους, ἃ κυριώτατα ἡγοῦνται, προσαγορεύσω. τριῶν δὲ βίβλων οὐσῶν, αἳ τὰ ἐς τὴν Ἰταλίαν ὄντα αὐτοῖς πολλὰ πεπραγμένα συνάγουσιν, τὰς μὲν τρεῖς ἡγητέον εἶναι Ῥωμαϊκῶν Ἰταλικάς, διὰ δὲ πλῆθος ἔργων διῄρηνται.
καὶ δηλοῦσιν ἡ μὲν πρώτη τὰ τῶν βασιλέων ἑπτὰ γενομένων ἔργα, ἐφεξῆς ἅπαντα ἐφ’ ἑαυτῶν, ὡς ἐγένετο· καὶ αὐτὴν ἐπιγράφω Ῥωμαϊκῶν βασιλικήν.
ἡ δ’ ἑξῆς τὰ ἐς τὴν ἄλλην Ἰταλίαν, χωρίς γε τῆς παρὰ τὸν κόλπον τὸν Ἰόνιον· ἐς δὲ σύγκρισιν τῆς προτέρας ἥδε λέγεται [ἡ ἑξῆς]
Ῥωμαϊκῶν Ἰταλική.
τελευταίῳ δὲ ἔθνει, Σαυνίταις, οἳ παρὰ τὸν Ἰόνιον ᾤκηνται, μεγάλῳ τε καὶ χαλεπῷ, ὀγδοήκοντα ἔτεσι συνεπλάκησαν, μέχρι καὶ τούσδε καὶ ὅσα σφίσιν ἐγγὺς ἔθνη συνεμάχει, καὶ Ἕλληνας, ὅσοι ὑπὸ τὴν Ἰταλίαν εἰσίν, ὑπηγάγοντο· καὶ ἔστιν ἥδε, τῶν προτέρων εἰς σύγκρισιν, Ῥωμαϊκῶν Σαυνιτική.
τὰ δὲ λοιπά, τούτων ἑκάστη κατὰ λόγον ἐπιγράφονται, Ῥωμαϊκῶν Κελτική τε καὶ Σικελικὴ καὶ Ἰβηρικὴ καὶ Ἀννιβαϊκὴ καὶ Καρχηδονιακὴ καὶ Μακεδονικὴ καὶ ἐφεξῆς ὁμοίως.
τέτακται δ’ αὐτῶν ἄλλη μετ’ ἄλλην ὡς ἑκάστῳ πολέμῳ τὴν ἀρχὴν πρὸ ἑτέρου λαβεῖν συνέπεσεν, εἰ καὶ τὸ τέλος τῷ ἔθνει μετὰ πολλὰ ἕτερα γεγένηται. ὅσα δ’ αὐτοὶ Ῥωμαῖοι πρὸς ἀλλήλους ἐστασίασάν τε καὶ ἐπολέμησαν ἐμφύλια, φοβερώτερα σφίσι ταῦτα μάλιστα γενόμενα, ἐς τοὺς στρατηγοὺς τῶν στάσεων διῄρηται, τὰ μὲν ἐς Μάριόν τε καὶ Σύλλαν, τὰ δ’ ἐς Πομπήιόν τε καὶ Καίσαρα, τὰ δὲ ἐς Ἀντώνιόν τε καὶ τὸν ἕτερον Καίσαρα, τὸν Σεβαστὸν ἐπίκλην, πρὸς τοὺς ἀνδροφόνους τοῦ προτέρου Καίσαρος, τὰ δὲ ἐς 〈τὰ πρὸσ〉 ἀλλήλους, αὐτῶν Ἀντωνίου τε καὶ Καίσαρος στασιασάντων.
ᾧ τινι τελευταίῳ τῶν ἐμφυλίων ὄντι καὶ Αἴγυπτος ὑπὸ Ῥωμαίους ἐγένετο καὶ τὰ Ῥωμαίων εἰς μοναρχίαν περιῆλθεν. ὧδε μὲν ἐς βίβλους ἕκαστα τῶν ἐθνῶν ἢ στρατηγῶν τὰ ἐμφύλια διῄρηται· ἡ δὲ τελευταία καὶ τὴν στρατιὰν αὐτῶν, ὅσην ἔχουσιν, ἢ πρόσοδον, ἣν καρποῦνται καθ’ ἕκαστον ἔθνος, ἢ εἴ τι προσαναλίσκουσιν εἰς τὰς ἐπινείους φρουρὰς ὅσα τε τοιουτότροπα ἄλλα ἐπιδείξει.
ἁρμόζει δὲ ἀπὸ τοῦ γένους ἄρξασθαι τὸν περὶ τῆς ἀρετῆς
αὐτῶν συγγράφοντα.
τίς δὲ ὢν ταῦτα συνέγραψα, πολλοὶ μὲν ἴσασι καὶ αὐτὸς προέφηνα, σαφέστερον δ’ εἰπεῖν, Ἀππιανὸς Ἀλεξανδρεύς, ἐς τὰ πρῶτα ἥκων ἐν τῇ πατρίδι καὶ δίκαις ἐν Ῥώμῃ συναγορεύσας ἐπὶ τῶν βασιλέων, μέχρι με σφῶν ἐπιτροπεύειν ἠξίωσαν. καὶ εἴ τῳ σπουδὴ καὶ τὰ λοιπὰ μαθεῖν, ἔστι μοι καὶ περὶ τούτου συγγραφή.